Humanitext Reader

ホメロス · イリアス §16.511-16.583

グラウコスの回復とサルペードーンの遺体争奪戦

147 / 226 箇所 · ギリシア語

要旨

アポロンに傷を癒やされたグラウコスは、ヘクトールや味方の将たちを鼓舞してサルペードーンの遺体奪還に向かい、両軍が激突する中、ヘクトールがエペイゲウスを討ち取る。

§16.511ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
それは、テウクロスが彼(グラウコス)が城壁から突進していたときに、味方の破滅を阻もうとして矢で射抜いた傷であった。
§16.512τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.
高い城壁から、味方の破滅を阻もうとして。
§16.513εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·
そして彼は祈りつつ、遠矢の神アポロンに語った。
§16.514κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ §16.515εἲς ἢ ἐνὶ Τροίῃ·
「聞き届けたまえ、王よ、リュキアの豊かな地におられるか、あるいはトローイアにおられるか。
δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν §16.516ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.
あなたはどこにいても、今まさに私に苦しみが及んでいるように、苦しんでいる人に耳を傾けることができます。
§16.517ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ §16.518ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα §16.519τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ·
なぜなら、私はこのひどい傷を負っており、私の腕は鋭い痛みに貫かれ、血は乾くことができず、肩は傷のために重くのしかかっています。
§16.520ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι §16.521ἐλθὼν δυσμενέεσσιν.
また私は槍をしっかりと握ることができず、敵に向かって進んで戦うこともできません。
ἀνὴρ δʼ ὤριστος ὄλωλε §16.522Σαρπηδὼν Διὸς υἱός·
そして最高の男、ゼウスの息子サルペードーンが死にました。
ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει.
しかし彼(ゼウス)は自分の子供を守りません。
§16.523ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι, §16.524κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισι
しかし、王よ、せめてあなただけでも私のこのひどい傷を癒やし、痛みを静め、力を与えてください。
§16.525κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν, §16.526αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.
私が仲間のリュキア人たちに呼びかけて戦うよう鼓舞し、私自身も息絶えた遺体の周りで戦えるように。
§16.527ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
」こうして彼は祈り、フォイボス・アポロンは彼の願いを聞き届けた。
§16.528αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο §16.529αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.
ただちに痛みを和らげ、痛ましい傷口から黒い血を乾かし、彼の心に力を注ぎ込んだ。
§16.530Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε §16.531ὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
グラウコスは心の中でそれを悟り、大いなる神が祈る彼の声を速やかに聞き入れてくださったことを喜んだ。
§16.532πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας §16.533πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
まず彼はリュキアの指導者たちの間を巡り、サルペードーンのために戦うよう彼らを鼓舞した。
§16.534αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων §16.535Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον, §16.536βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν, §16.537ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
それから彼は大股に歩きながらトローイア人たちのもとへと行き、パントオスの息子プーリュダマースと高貴なアゲーノールを、またアイネイアースと青銅の兜を戴くヘクトールのもとへと赴き、彼らの近くに立って、翼ある言葉を語りかけた。
§16.538Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων, §16.539οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης §16.540θυμὸν ἀποφθινύθουσι·
「ヘクトールよ、今やお前は味方の援軍たちのことをすっかり忘れてしまった、彼らはお前のために愛する人々や祖国から遠く離れ、その命をすり減らしているというのに。
σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν.
お前は彼らを救援しようとしない。
§16.541κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων, §16.542ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·
リュキアの盾持ちたちの指導者サルペードーンが倒れている、彼は正義と自らの力をもってリュキアを守っていたのだ。
§16.543τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης.
彼を、青銅の軍神アレースがパトロクロスの槍によって打ち倒した。
§16.544ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ, §16.545μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν
しかし、友よ、近くに立ち、心の中で憤慨せよ、ミュルミドーン人たちが武具を剥ぎ取り、その遺体を辱めることのないように。
§16.546Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο, §16.547τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.
彼らは、素早い船の傍らで我らが槍によって滅ぼした、斃れたダナオス人たちのために怒り狂っているのだ。
§16.548ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
」こうして彼は語り、トローイア人たちを、抑えがたく和らぐことのない悲痛が頭のてっぺんから襲った。
§16.549ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος §16.550ἔσκε καὶ ἀλλοδαπός περ ἐών·
彼にとって、異国の人でありながら都の支えであったからである。
πολέες γὰρ ἅμʼ αὐτῷ §16.551λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·
なぜなら彼の従う軍勢は多く、彼自身も戦いにおいて傑出した強さを見せていたのだから。
§16.552βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι·
彼らは熱望しつつダナオス人たちへ直進した。
ἦρχε δʼ ἄρά σφιν §16.553Ἕκτωρ χωόμενος Σαρπηδόνος.
そして彼らを率いたのは、サルペードーンのために怒るヘクトールであった。
αὐτὰρ Ἀχαιοὺς §16.554ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·
一方、アカイア人たちに対しては、メノイティオスの息子パトロクロスの猛々しい心が奮い立たせた。
§16.555Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
彼はまず、同じく戦意に燃えていた両アイアースに語りかけた。
§16.556Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω, §16.557οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους.
「両アイアースよ、今こそお前たち二人は敵を退けることを望むがよい、以前そうであったように、あるいはそれ以上に勇ましく。
§16.558κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν §16.559Σαρπηδών·
アカイア人の城壁を最初に飛び越えた男、サルペードーンが倒れている。
ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες, §16.560τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων §16.561αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.
しかし、もし我らが彼を奪い取って辱め、その両肩から武具を剥ぎ取り、彼を奪い返そうとする仲間の何人かを、情け容赦ない青銅で倒すことができたら!
§16.562ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
」彼はこのように語り、彼らもまた自ら敵を防ごうと闘志を燃やした。
§16.563οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας §16.564Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί, §16.565σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι §16.566δεινὸν ἀΰσαντες·
双方で隊列が整うと、トローイア人とリュキア人、そしてミュルミドーン人とアカイア人は、息絶えた遺体の周りで戦うために衝突した、恐ろしい叫びをあげながら。
μέγα δʼ ἔβραχε τεύχεα φωτῶν.
そして男たちの武具は大音響を響かせた。
§16.567Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ, §16.568ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.
ゼウスは激しい戦場の上に破滅的な夜を広げた、愛する息子の遺体をめぐる戦いの労働が悲惨なものとなるように。
§16.569ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
最初にトローイア人が、輝く目を持つアカイア人たちを押し戻した。
§16.570βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν §16.571υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,
なぜなら、ミュルミドーン人の中で決して劣らない男、寛大なアガクレースの息子、気高きエペイゲウスが討たれたからである。
§16.572ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε §16.573τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας §16.574ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·
彼はかつて、人々がよく住まうブーデイオンを治めていたが、その後、優れたいとこを殺してしまったために、ペーレウスと銀の足のテティスに救いを求めて亡命した。
§16.575οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι §16.576Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
彼らは、軍陣を破るアキレウスに随行させ、トローイア人たちと戦うために、良き馬の産地イリオスへと送り出したのだ。
§16.577τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ §16.578χερμαδίῳ κεφαλήν·
その彼が遺体に手をかけたとき、輝かしいヘクトールが石を投げて彼の頭を打った。
ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη §16.579ἐν κόρυθι βριαρῇ·
頭は重い兜の中で真っ二つに割れた。
ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ §16.580κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
彼は遺体の上にうつ伏せに倒れ、その周りに魂を打ち砕く死が広がった。
§16.581Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο, §16.582ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς
パトロクロスは戦友の死に激しい悲痛に襲われ、先頭の戦士たちの間を突き進んだ。
§16.583ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε·
まるでコクマルガラスやムクドリを怯えさせる、素早い鷹のように。

語釈・文法注

  1. §16.511ἕλκος — この名詞は、直前のチャンクの末尾(510行)に述べられたグラウコスの腕の傷を具体的に説明する、文脈上の同格として機能している。
  2. §16.538λελασμένος εἰς — 動詞 λανθάνω の完了中受動相分詞であり、「〜のことを完全に忘れた」という意味。支配する格(ここでは ἐπικούρων 「援軍たち」の属格)が前置詞 εἰς を伴って示される。
  3. §16.556σφῶϊν ἀμύνεσθαι φίλον ἔστω — 二人称双数与格 σφῶϊν(「お前たち二人に」)が、非人称的な表現 φίλον ἔστω(「望みであれ」)の主語のように機能する不定詞 ἀμύνεσθαι(「防ぐこと、戦うこと」)に係る構文。

この箇所を引用する

ホメロス, イリアス §16.511-16.583. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.511-16.583

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。