Humanitext Reader

ホメロス · イリアス §16.223-16.295

アキレウスの祈念とパトロクロスの出撃

143 / 226 箇所 · ギリシア語

要旨

アキレウスはゼウスにパトロクロスの武勲と無事の帰還を祈るが、ゼウスは武功のみを許し生還は拒む。パトロクロス率いるミルミドン軍が蜂のように戦場へ押し寄せ、トローイアの軍勢を追い払い始める。

§16.223θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων §16.224χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.
彼女が、多くのチュニック、風を防ぐ外套、そして毛羽立った敷物を十分に詰めて、船に載せるようにと置いていたものであった。
§16.225ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος §16.226οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον, §16.227οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.
その中には彼のために精巧に作られた杯があり、他のいかなる男もそこから輝くワインを飲むことはなく、彼自身も、父なるゼウス以外のいかなる神にもこれで献酒することはなかった。
§16.228τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ §16.229πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι, §16.230νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.
まさにその時、彼は箱からそれを取り出し、まず硫黄で清め、次いで美しい水の流れで洗い、自らも手を洗って、輝くワインを汲んだ。
§16.231εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον §16.232οὐρανὸν εἰσανιδών·
それから中庭の真ん中に立ち、天を仰ぎ見ながらワインを注いで祈った。
Δία δʼ οὐ λάθε τερπικέραυνον·
そして雷を喜ぶゼウスの目を逃れなかった。
§16.233Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων §16.234Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ
「ドードーナの王、ペラスゴイ人のゼウスよ、遠くに住まい、厳しい冬のドードーナを支配する神よ。
§16.235σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,
あなたの周りには、足を洗わず地を寝床とする、あなたの神託を伝えるセロイたちが住んでおります。
§16.236ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο, §16.237τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν, §16.238ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·
かつて私の祈る言葉に耳を傾けてくださり、私を重んじて、アカイア人の軍勢を大いに打ちのめされたように、どうか今一度、私のこの願いを成就させてください。
§16.239αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι, §16.240ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι
私自身は船の集まる場所に留まりますが、多くのミルミドン人とともに我が友を戦いへと送り出します。
§16.241μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,
彼に栄光を伴わせてください、声の届き渡るゼウスよ。
§16.242θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ
そして彼の胸の心を力づけてください。
§16.243εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν §16.244ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι §16.245μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.
ヘクトルも、我が従者が一人でも戦う術を知っているのか、それとも、私が軍神の騒乱に加わるときにこそ、その無敵の手が荒れ狂うのかを知るでしょう。
§16.246αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται, §16.247ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο §16.248τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.
しかし、彼が船から戦いと叫びを追い払ったなら、傷一つなく、すべての武具と白兵戦を行う仲間たちとともに、快速船へと戻ってこさせてください。
§16.249ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.
」このように彼は祈り、知慮あるゼウスはこれを聞いた。
§16.250τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·
父なる神は彼に一方を与え、他方は拒まれた。
§16.251νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε §16.252δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.
船から戦争と戦闘を追い払うことはお与えになったが、戦闘から無事に戻ることは拒まれた。
§16.253ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ §16.254ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ, §16.255στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ §16.256εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.
さて、彼は父なるゼウスに献酒と祈りを終えると、再び天幕に入り、杯を箱にしまい、天幕の前に進んで立ち、なおも心の中ではトローイア人とアカイア人の恐ろしい合戦を見届けたいと望んでいた。
§16.257οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες §16.258ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.
一方、気高きパトロクロスとともに武装した者たちは、トローイア人に向かって意気揚々と突撃していった。
§16.259αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο §16.260εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες §16.261αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας
彼らはまるで、道端に巣を持ち、子供たちがいつもからかって怒らせる道端の蜂のように、一気に溢れ出た。
§16.262νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.
分別のない子供たちのせいで、彼らは多くの者に共通の災いをもたらすのだ。
§16.263τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης §16.264κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες §16.265πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.
もし旅人がそこを通りかかり、意図せず彼らを刺激したなら、彼らは勇敢な心をもって皆が前へと飛び出し、自らの子供たちを守る。
§16.266τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες §16.267ἐκ νηῶν ἐχέοντο·
ミルミドン人たちはまさにそのような心と闘志をもって、船から溢れ出た。
βοὴ δʼ ἄσβεστος ὀρώρει.
消えることのない叫びが上がった。
§16.268Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·
パトロクロスは仲間たちに大声で呼びかけた。
§16.269Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος §16.270ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
「ペレウスの子アキレウスの仲間なるミルミドン人よ、友らよ、男らしくあれ。
§16.271ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος §16.272Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,
そして激しい闘志を思い出せ、我々が、船の傍らで最も優れたアカイア人であるペレウスの子と、その白兵戦を行う従者たちを、いかに重んじているかを示すために。
§16.273γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων §16.274ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
そして広く支配するアトレウスの子アガメムノンにも、アカイア人の最たる者を全く重んじなかった己の迷誤を悟らせるために。
§16.275ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,
」このように語って、彼は一人一人の力と闘志を鼓舞した。
§16.276ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες·
彼らはトローイア人に向かって一斉に襲いかかった。
ἀμφὶ δὲ νῆες §16.277σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν.
船の周りはアカイア人たちの叫びによって凄まじく鳴り響いた。
§16.278Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν §16.279αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας, §16.280πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες
トローイア人たちは、メノイティオスの子自身とその従者が、武具を身につけて輝いているのを目にすると、全員の心が動揺し、隊列は乱れた。
§16.281ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα §16.282μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι·
船の傍らで快速のペレウスの子が怒りを投げ捨て、再び和解を選んだのだと思ったからである。
§16.283πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
そして、誰もが険しい破滅からどこへ逃れるべきかと辺りを見回した。
§16.284Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ §16.285ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο, §16.286νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,
パトロクロスが最初に、輝く槍を投げた、敵が最も激しく混雑していた、その真ん中に向かって、気高きプロテシラオスの快速船の船尾の傍らで。
§16.287καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς
そしてピュライクメスに命中させた。
§16.288ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος·
彼は馬を駆るパイオニア人たちを、豊かに流れるアクシオス川の畔、アミュドンから率いてきた男であった。
§16.289τὸν βάλε δεξιὸν ὦμον·
彼の右肩を撃ち抜いた。
ὃ δʼ ὕπτιος ἐν κονίῃσι §16.290κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν
彼はうめき声を上げながら、埃の中に仰向けに倒れた。
§16.291Παίονες·
彼の仲間であるパイオニア人たちは、動揺して敗走した。
ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν §16.292ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.
パトロクロスが、戦闘において最も優れていた彼らの指導者を殺したことで、全員に恐怖を植え付けたからである。
§16.293ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ.
彼は船から敵を追い払い、燃え盛る火を消し止めた。
§16.294ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν §16.295Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντο
半焼した船はそこに残され、トローイア人たちは凄まじい騒ぎの中で逃げ惑い、ダナオイ人たちは溢れ出た。

語釈・文法注

  1. 16.227ὅτε μὴ — ὅτε μὴ は「〜を除くほかは」という除外の条件を導く慣用句である。ここでは「父なるゼウスを例外として」という意味になる。
  2. 16.243ἤ ῥα καὶ οἶος ἐπίστηται... ἦ οἱ τότε... — 連言接続詞 ἤ... ἦ... は、主節の動詞 εἴσεται(「知るであろう」)に係る間接疑問節を導き、「〜なのか、それとも〜なのか」という二者択一を表す。
  3. 16.250ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε — 代名詞 ἕτερον(「一方」)を μὲν と δέ によって対比させており、続く251–252行の不定詞句(ἀπώσασθαι, ἐξαπονέεσθαι)が、それぞれの ἕτερον に同格の補足として対応している。
  4. 16.271ὡς ἂν Πηλεΐδην τιμήσομεν — 接続詞 ὡς ἂν に直説法未来(もしくは写本により接続法過去)が続く形であり、ここでは「〜するために」という目的を表す副詞節を形成している。
  5. 16.273γνῷ δὲ καὶ Ἀτρεΐδης... ἣν ἄτην — 関係代名詞 ἣν が導く節は、主節の動詞 γνῷ(「悟るように」)の直接目的語であり、「アトレウスの子が自らの迷誤を悟るように」という目的・結果の展開を示している。

この箇所を引用する

ホメロス, イリアス §16.223-16.295. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.223-16.295

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。