§16.296νῆας ἀνὰ γλαφυράς·
凹んだ船の間を抜けて。
ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.
そして引き返すことのできない大混乱が生じた。
§16.297ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο §16.298κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς, §16.299ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι §16.300καὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ, §16.301ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ §16.302τυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίγνετʼ ἐρωή·
高い山の広大な峰から、稲妻を集めるゼウスが、立ち込める雲を動かすとき、すべての物見台も、突き出た尾根の頂も、谷間も現れ、天からは限りのない澄んだ空が裂けて広がるように、そのようにダナオイ人たちは、船から敵の火を追い払って、しばしの間息をついた。 しかし、戦いの休息は訪れなかった。
§16.303οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν §16.304προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν, §16.305ἀλλʼ ἔτʼ ἄρʼ ἀνθίσταντο, νεῶν δʼ ὑπόεικον ἀνάγκῃ.
なぜならトローイア人たちは、未だアレースに愛されしアカイア人たちによって、黒い船から一目散に敗走させられてはいなかったからであり、むしろ未だ踏みとどまり、力に屈してやむなく船から退いていたからである。
πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς §16.308αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν §16.309ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
まず、メノイティオスの勇猛な息子が、向き直ったばかりのアレイリュコスを、鋭い槍で突き刺し、青銅を貫き通した。
ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα §16.312στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα.
一方、アレースの戦士メネラーオスはトアースを、盾の脇から露出した胸を突き、その手足を脱力させた。
§16.313Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας §16.314ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος §16.315μυὼν ἀνθρώπου πέλεται·
ピュレウスの子は、襲いかかろうとするアムピクロスを狙い澄まし、先手を打って太ももの付け根、人間の最も筋肉の厚い箇所を突き刺した。
περὶ δʼ ἔγχεος αἰχμῇ §16.316νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.
槍の刃によって筋が引き裂かれ、暗闇が彼の目を覆った。
§16.317Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ §16.318Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·
ネストルの息子たちのうち、一人はアテュムニオスを鋭い槍で突き刺した、すなわちアンティロコスであり、青銅の槍を脇腹に突き通した。
§16.319ἤριπε δὲ προπάροιθε.
彼は前方に崩れ落ちた。
マリスは至近距離から槍を手に、兄弟の死に激怒してアンティロコスに襲いかかり、遺骸の前に立ちはだかった。
しかし、神のごときトラシュメーデースが、彼が突くよりも早く、先手を打って狙いを定め、外すことなく、すぐさま肩を突いた。
πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ §16.324δρύψʼ ἀπὸ μυώνων, ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε·
槍の尖端は、筋肉から大腕の根元をそぎ落とし、骨をことごとく砕いた。
§16.325δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.
彼は倒れて地響きを立て、暗闇が彼の目を覆った。
このように、二人は二人の兄弟に倒されて、エレボスへと旅立った。
§16.328υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν
彼らはサルペードーンの優れた仲間であり、アミソーダロスの息子たち、槍投げの名手であった。
§16.329θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.
アミソーダロスこそは、多くの人間にとって災いとなる、退治しがたいキマイラを育てた男である。
オイレウスの子アイアースは、乱戦の中で進路を阻まれたクレオブーロスを生け捕りにした。
ἀλλά οἱ αὖθι §16.332λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.
しかし、その場ですぐに柄のある剣で首を打ちつけて、その命を奪った。
§16.333πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι·
剣は全体が血で熱くなった。
τὸν δὲ κατʼ ὄσσε §16.334ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
彼の両目には赤紫の死と力強き運命が襲いかかった。
§16.335Πηνέλεως δὲ Λύκων τε συνέδραμον·
ペーネレオースとリュコーンは互いに走り寄った。
ἔγχεσι μὲν γὰρ §16.336ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω· §16.337τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον.
槍を投げては互いに外し、二人とも虚しく投げ終えたからであり、二人は再び剣を手に走り寄った。
そこでリュコーンは、馬毛の飾りのある兜のしころを打ったが、その柄の周りで剣は砕け散った。
ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνε §16.340Πηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶον §16.341δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.
一方ペーネレオースは、耳の下の首筋を打ち、剣はすっかり中へと入り込み、ただ皮一枚だけでつながり、首は垂れ下がり、その四肢は脱力した。
§16.342Μηριόνης δʼ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι §16.343νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
メリオネースは、俊敏な足でアカマースに追いつき、戦車に乗り込もうとするところを、右肩の下へと突き刺した。
§16.344ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς.
彼は戦車から転落し、その両目には暗霧が注がれた。
τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε §16.347νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά·
青銅の槍はまっすぐに突き抜け、脳の下を通り、白い骨を真っ二つに砕いた。
τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας §16.350πρῆσε χανών·
彼は口を大きく開けて、口と鼻から血を吹き出させた。
θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.
そして死の黒い雲が彼を包み込んだ。
§16.351οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.
このように、ダナオイ人の指導者たちはそれぞれ一人の男を討ち取った。
§16.352ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι §16.353σίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσι §16.354ποιμένος ἀφραδίῃσι διέτμαγεν·
獰猛な狼たちが、羊や山羊の群れに襲いかかるように、すなわち山の中で牧人の不注意によって散り散りになった群れから獲物を選ぶように。
οἳ δὲ ἰδόντες §16.355αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·
狼たちはこれを見るや、臆病な心を持つ獲物をたちまちのうちに奪い去る。
§16.356ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον·
そのようにダナオイ人たちはトローイア人たちに襲いかかった。
οἳ δὲ φόβοιο §16.357δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.
トローイア人たちは、恐ろしい騒音の敗走を思い出し、激しい闘志を忘れてしまった。
大アイアースは、常に青銅の兜を戴くヘクトルに向けて槍を投げようと狙っていた。
ὃ δὲ ἰδρείῃ πολέμοιο §16.360ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους §16.361σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
しかし、ヘクトルは戦いの経験によって、牛革の盾で広い肩を覆いながら、矢の風切る音や槍のうなりを警戒していた。
§16.362ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην· §16.363ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους.
確かに彼は、戦闘の勝利の天秤が他方へ傾いているのを知っていたが、それでもなお踏みとどまり、最愛の仲間たちを救い出した。
§16.364ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω §16.365αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ, §16.366ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε, §16.367οὐδὲ κατὰ μοῖραν πέραον πάλιν.
オリュンポスから雲が天へと昇り、澄んだ空から現れ、ゼウスが嵐を引き伸ばすときのように、そのように船から彼らの叫びと恐怖が湧き起こり、彼らは秩序を保たずに再び川を渡った。
Ἕκτορα δʼ ἵπποι §16.368ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν
ヘクトルを俊足の馬たちが武具とともに連れ去ったが、彼はトローイアの軍勢を取り残した、