Humanitext Reader

ホメロス · イリアス §16.1-16.72

パトロクロスの嘆願とアキレウスの出撃許可

140 / 226 箇所 · ギリシア語

要旨

パトロクロスは涙を流しながらアキレウスにアカイア軍の窮状を訴え、アキレウスの代わりに彼の武具を身にまとって参戦することを願い出る。アキレウスは自らの怒りを抱きつつも、窮地に陥った友の願いを聞き入れ、自らの武具を与えて出陣することを許す。

§16.1ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·
このように彼らは立派な甲板のある船をめぐって戦っていた。
§16.2Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν §16.3δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,
パトロクロスは、民の牧者であるアキレウスの傍らに立った、黒い水を湛えた泉のように、熱い涙を流しながら。
§16.4ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
その泉は、急峻な岩壁から暗い水を流し落とす。
§16.5τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς, §16.6καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
彼を見て、足の速い高貴なアキレウスは哀れに思い、彼に向かって声をかけ、翼ある言葉を語りかけた。
§16.7τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη
「なぜ涙を流しているのだ、パトロクロスよ、まるで幼い少女のように。
§16.8νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει §16.9εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει, §16.10δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·
母親と一緒に走りながら、自分を抱き上げてくれとせがみ、衣を掴んで、急ぐ母親を引き留め、抱き上げてもらうまで、涙を浮かべて母親を見つめる少女のように。
§16.11τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
その少女に似て、パトロクロスよ、お前は清らかな涙をぽろぽろと流している。
§16.12ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,
何かミュルミドン人に知らせることがあるのか、それとも私自身にか。
§16.13ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;
あるいは、プティアからの知らせをお前だけが聞いたのか。
§16.14ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν, §16.15ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;
アクトルの子メノイティオスは、まだ生きていると言されているし、アイアコスの子ペレウスも、ミュルミドン人の中で生きているというのに。
§16.16τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
もしあの二人が死んだなら、私たちは深く悲しむであろうが。
§16.17ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται §16.18νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;
あるいは、アルゴス人たちが滅びゆくのを哀れんでいるのか、うつろな船の傍らで、彼ら自身の倣慢の報いとして。
§16.19ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
心に隠さず、はっきり言ってくれ、私たちが二人とも知ることができるように。
§16.20τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·
」すると、深くため息をつきながら、騎士パトロクロスよ、お前はこう答えた。
§16.21ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν §16.22μὴ νεμέσα·
「アキレウスよ、ペレウスの子、アカイア人のうちで最も優れた者よ、怒らないでくれ。
τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
これほどまでに激しい苦痛がアカイア人を圧倒しているのだ。
§16.23οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, §16.24ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
かつて最も優れていた者たちはみな、遠矢に当たったり、近戦で傷ついたりして、船の中に横たわっている。
§16.25βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, §16.26οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,
強勇なテュデウスの子ディオメデスは射られ、槍で名高いオデュッセウスも、アガメムノンも傷を負った。
§16.27βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
エウリュピュロスもまた、腿を矢で射られた。
§16.28τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται §16.29ἕλκεʼ ἀκειόμενοι·
多くの薬を知る医師たちが彼らの周りで世話をし、傷を治療している。
σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.
だがお前は、なすすべのないままだ、アキレウスよ。
§16.30μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις §16.31αἰναρέτη·
このような怒りが、お前の抱いているような怒りが、どうか私を捉えることのないように、呪われた勇気を持つ者よ。
τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ §16.32αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;
後世の者がお前から何の恩恵を受けられよう、もしお前がアルゴス人から無惨な破滅を防いでやらないなら。
§16.33νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, §16.34οὐδὲ Θέτις μήτηρ·
無慈悲な者よ、お前の父親は騎士ペレウスではなく、お前の母親もテティスではなかったのだ。
γλαυκὴ δέ σε τίκτε θάλασσα §16.35πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
青い海とおそろしく切り立った岩がお前を産んだのだ、お前の心がこれほど冷酷なのだから。
§16.36εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις §16.37καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, §16.38ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον §16.39Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.
だが、もしお前が心の中で何かの神託を避けており、敬うべき母親がゼウスから告げられた何かをお前に明かしたというなら、せめて私だけでも急いで送り出し、同時に他のミュルミドン人の軍勢を私に随行させてくれ、私がダナオス人にとっていくらかでも救いの光となれるように。
§16.40δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, §16.41αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο §16.42Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν §16.43τειρόμενοι·
そして、私にお前の武具を両肩にまとって武装させてくれ、もしトロイア人たちが私をお前と見間違えて戦いをやめ、戦いに疲れたアレスの徒であるアカイアの子らが、一息つくことができるなら。
ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
戦いの中の一息の機会はわずかなのだから。
§16.44ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ §16.45ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
私たちは疲れを知らぬ者として、疲弊した敵を鬨の声とともに、船や小屋から都市の方へと容易に押し戻せるであろう。
§16.46ὣς φάτο λισσόμενος μέγα νήπιος·
」彼はこのように哀願したが、大いなる愚か者よ。
ἦ γὰρ ἔμελλεν §16.47οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.
実に彼は、自分自身のために、悲惨な死と破滅の運命を請い願っていたのだ。
§16.48τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
深く憤慨して、足の速いアキレウスは彼にこう答えた。
§16.49ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·
「ああ、神々に育まれたパトロクロスよ、お前は何ということを言うのだ。
§16.50οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα, §16.51οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·
私は知っているいかなる神託も気にしておらず、敬うべき母親がゼウスから何かを私に告げたわけでもない。
§16.52ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, §16.53ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι §16.54καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·
しかし、次のような恐ろしい苦痛が私の心と魂に及んでいるのだ、対等の者から男がその分前を奪い取り、力において勝っているからといって、名誉の贈り物を剥ぎ取ろうとするときに。
§16.55αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.
それは私にとって恐ろしい苦痛であり、私は心に苦しみを被ったのだ。
§16.56κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν, §16.57δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας, §16.58τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων §16.59Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
アカイアの子らが私に名誉の贈り物として選び出し、私が自分の槍で、堅固な城壁の都市を破壊して手に入れたあの娘を、支配者であるアトレウスの子アガメムノンは、私の手から奪い返したのだ、まるで私が何の権利もない居候であるかのように。
§16.60ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν·
だが、過ぎ去ったことはそのままにしておこう。
οὐδʼ ἄρα πως ἦν §16.61ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν·
私の心の中で絶えず怒り続けることはできなかったのだ。
ἤτοι ἔφην γε §16.62οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ §16.63νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.
実に私は言っていた、自分の怒りを解くことはない、ただ私の船にまで鬨の声と戦いが及ぶときまでは、と。
§16.64τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι, §16.65ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι, §16.66εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε §16.67νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης §16.68κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες §16.69Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε §16.70θάρσυνος·
お前は私の名高い武具を両肩にまとい、戦いを好むミュルミドン人を率いて戦いを始めよ、もしトロイア人の黒い雲が船の周りを圧倒的に取り囲み、アルゴス人たちが海の波打ち際に押し込められ、もはやわずかな土地しか持たず、トロイアの全都市が自信に満ちて進出してきているなら。
οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον §16.71ἐγγύθι λαμπομένης·
なぜなら彼らは私の兜の額が、近くで輝いているのを見ていないからだ。
τάχα κεν φεύγοντες ἐναύλους §16.72πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων
たちまち彼らは逃げ惑い、川床を死体で満たしたであろうに、もし王者アガメムノンが私に[親切であったなら]。

語釈・文法注

  1. §16.7ἠΰτε κούρη — パトロクロスの涙を、母親に抱っこをせがむ幼い少女に例える長い比喩(7-10行)。比喩の中の動詞(ἀνώγει, κατερύκει, ποτιδέρκεται)は、すべて少女が母親に対して行う一連の甘える動作を示している。
  2. §16.20προσέφης — 語り手(詩人)が作中の人物であるパトロクロスに二人称単数(προσέφης 「お前は答えた」)で直接語りかけるアポストロフィ(呼びかけ)の表現。読者にパトロクロスへの親近感と、彼の悲劇的な運命を予感させる効果を持つ。
  3. §16.59ἀτίμητον μετανάστην — 「名誉(権利)を持たない移住者(流れ者)」の意。アカイア社会において土地や法的な保護を持たず、侮辱されても対抗できない社会的地位の低いよそ者を指す。アキレウスはアガメムノンによる戦利品(ブリーセーイス)の没収を、このレベルの不当な扱いとして深く憤っている。
  4. §16.71εἴ μοι κρείων Ἀγαμέμνων — 71行後半の条件節「もし王者アガメムノンが私に対して[親切であったなら]」は、動詞(例えば ἤπια εἰδείη 「親切を抱く」など)が省略されているか、あるいは続く行に文脈が引き継がれるが、アキレウスの怒りの激しさによる文の途切れ(アポシオーペーシス)とも解釈できる。

この箇所を引用する

ホメロス, イリアス §16.1-16.72. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.1-16.72

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。