Humanitext Reader

ホメロス · イリアス §15.405-15.472

船を巡る激闘とテウクロスの切れた弓弦

135 / 226 箇所 · ギリシア語

要旨

パトロクロスが去った後、アカイア人とトロイア人は互角の死闘を繰り広げ、ヘクトルとアイアスが一艘の船を巡って激突する。テウクロスは弓で敵を射るが、ヘクトルを狙った際にゼウスによって弓の弦を切られる。

§15.405τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον·
彼がこのように語ったとき、両足が彼を運んでいった。
αὐτὰρ Ἀχαιοὶ §15.406Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο §15.407παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·
一方、アカイア人たちは攻め寄せるトロイア人たちをしっかりと待ち受けたが、彼らは自分たちより少数であるにもかかわらず、船のそばから退けることができなかった。
§15.408οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας §15.409ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.
またトロイア人たちも、ダナオス人の戦列を突き破って、小屋や船の間に割って入ることができなかった。
§15.410ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει §15.411τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης §15.412εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, §15.413ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·
しかし、熟練した大工の手において、墨縄が船の材木を真っ直ぐにするように――その大工は、アテネの教えによってあらゆる技術をよく心得ているのであるが―― そのように彼らの戦いと戦争は一様に張り詰めていた。
§15.414ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν, §15.415Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.
他の者たちは他の様々な船の周りで戦いを交えていたが、ヘクトルは名高きアイアスの正面へと向かっていった。
§15.416τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο §15.417οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
二人は一艘の船をめぐって闘争を繰り広げ、一方は(アイアスを)追い払って船に火を放つこともできず、他方は(ヘクトルを)押し戻すこともできなかった。
§15.418οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
神が彼を引き寄せたからである。
§15.419ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας §15.420πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.
そこで輝かしいアイアスは、クリュティオスの子カレトルが船に火を運ぼうとするところを、槍でその胸を突いた。
§15.421δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
彼はドサリと倒れ、その手から燃えさしが落ちた。
§15.422Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν §15.423ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης, §15.424Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
ヘクトルは、いとこが黒い船の前に塵の中に倒れるのを目の当たりにすると、トロイア人やルキア人たちに大声で叫んで呼びかけた。
§15.425Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ §15.426μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,
「接戦を得意とするトロイア人、ルキア人、そしてダンダニア人たちよ、この戦いの狭い場所において、決して退いてはならぬ。
§15.427ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ
むしろクリュティオスの子を救い出せ。
§15.428τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
アカイア人が彼を、船の集う戦いの中で倒れた彼の武具を、剥ぎ取ることのないように。
§15.429ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
」こう語ると、彼はアイアスに向けて輝く槍を投げた。
§15.430τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν §15.431Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ §15.432ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι, §15.433τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ
アイアスからは外れたが、彼は次に、マストルの子リュコプロン、キュテラ出身のアイアスの従者であって、かつて神聖なキュテラで男を殺したためにアイアスのところで暮らしていた者を、鋭い青銅で耳の上の頭部を射抜いた。
§15.434ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι §15.435νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.
彼はアイアスの近くに立っていたのだが、仰向けに塵の中に、船の船尾から地面に落下し、その手足は弛緩した。
§15.436Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
アイアスは身震いし、自らの兄弟に話しかけた。
§15.437Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος §15.438Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα
「親愛なるテウクロスよ、我ら二人の忠実な友、マストルの息子が殺された。
§15.439ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·
キュテラから我々の館に来ていた彼を、我々は実の親と同じように重んじていたのだ。
§15.440τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε.
彼を気高きヘクトルが殺した。
ποῦ νύ τοι ἰοὶ §15.441ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;
ところで、お前の早い死をもたらす矢と、ポイボス・アポロンがお前に授けた弓はどこにあるのだ?
§15.442ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
」こう語ると、彼は聞き入れ、走って彼の近くに立った。
§15.443τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην §15.444ἰοδόκον·
両端の反り返った弓を手にして、また矢を収める矢筒を持っていた。
μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.
そして素早くトロイア人たちに矢を放った。
§15.445καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν §15.446Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο §15.447ἡνία χερσὶν ἔχοντα·
そして彼は、ペイセノルの輝かしい息子クレイトス、尊きパントオスの子プーリュダマスの同伴者であって、手に手綱を握り、馬の世話に追われていた者を射抜いた。
ὃ μὲν πεπόνητο καθʼ ἵππους· §15.448τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες §15.449Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος·
最も多くの戦列が乱れているその場所に、彼は馬を向けていたのだ、ヘクトルとトロイア人たちに気に入られようとして。
τάχα δʼ αὐτῷ
だが、たちまち彼に災いが降りかかった。
§15.450ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
それを誰も、救おうと切望していたにもかかわらず、防ぐことはできなかった。
§15.451αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·
なぜなら、彼の首の後ろに、多くの嘆きをもたらす矢が突き刺さったからである。
§15.452ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι §15.453κείνʼ ὄχεα κροτέοντες.
彼は戦車から転げ落ち、馬たちは空の戦車をガタガタと鳴らしながら逆戻りした。
ἄναξ δʼ ἐνόησε τάχιστα §15.454Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
君主プーリュダマスはすぐにそれを察知し、最初に馬たちの前に立ちふさがった。
§15.455τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, §15.456πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα §15.457ἵππους·
彼はそれらをプロティアオンの息子アステュノオスに託し、馬たちから目を離さず、近くに留めておくよう強く命じた。
αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
そして自らは再び戻って、先陣の戦士たちに交じった。
§15.458Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ §15.459αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν, §15.460εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
テウクロスは、青銅の兜をかぶるヘクトルに向けて別の矢を取り、アカイア人の船のところでの戦いを終わらせただろうに、もし彼が、武勲を立てている彼を射抜いてその命を奪っていたならば。
§15.461ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν
だが、ヘクトルを見守っていたゼウスの鋭い配慮から逃れることはできなかった。
§15.462Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,
ゼウスはヘクトルを守り、テラモンの子テウクロスからその栄光を奪った。
§15.463ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ §15.464ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι·
ゼウスは、テウクロスが非の打ち所のない弓を引いたとき、そのよくよじられた弦を引きちぎった。
παρεπλάγχθη δέ οἱ ἄλλῃ §15.465ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.
青銅の重みのある矢は別の方向へとそれ、弓は彼の手から滑り落ちた。
§15.466Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
テウクロスは身震いし、自らの兄弟に話しかけた。
§15.467ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει §15.468δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,
「ああ、なんということだ、神が我らの戦いの計略を完全に断ち切っている。
§15.469νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα
彼は私の手から弓を叩き落とし、新しくよじった弦を引きちぎった。
§15.470πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.
それを私は今朝結びつけたばかりだった、度々飛び出す矢に耐えられるように。
§15.471τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
」大いなるテラモンの子アイアスがこれに応えて言った。
§15.472ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
「おお、友よ、弓と多くの矢はあきらめよ、

語釈・文法注

  1. 15.417οὔθʼ ὃ τὸν... οὔθʼ ὃ τὸν... — 冠詞 ὅ, τόν が代名詞的に使われ、15.417の ὃ はヘクトル、τὸν はアイアスを指し、15.418の ὃ はアイアス、τὸν はヘクトルを指す。相関的な関係を示し、互いが互いを排除できない膠着状態を表す。
  2. 15.450ἱεμένων περ — 分詞 ἱεμένων(熱望する)の属格複数形が、名詞を伴わずに用いられている。これは、周囲にいるトロイアの戦士たち(あるいは馬の御者たち)が「(災いを)防ごうと強く望んでいたにもかかわらず」という意味であり、複数属格の主語が文脈から補われる必要がある。
  3. 15.459καί κεν ἔπαυσε... εἴ μιν... ἐξείλετο — 無添の過去直説法に小辞 κεν(ἄνδρα)を伴う帰結節(ἔπαυσε)と、接続小辞 εἰ に過去直説法(ἐξείλετο)を伴う条件節からなる、過去の事実に反する条件文(反実仮想過去)。「もし〜していたなら、〜しただろうに(実際はしなかった)」という過去の不成立を表す。

この箇所を引用する

ホメロス, イリアス §15.405-15.472. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:15.405-15.472

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。