§15.405τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ §15.406Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο §15.407παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·
他这样说着,双脚便带他离去;而阿开亚人坚守阵地以迎接攻来的特洛伊人,但他们却无法将其从战船旁逐退,尽管敌人的数量较少。
特洛伊人也同样绝不能突破达奈人的方阵,从而突入营帐与战船之间。
§15.410ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει §15.411τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης §15.412εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, §15.413ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·
犹如在一位熟练的木匠手中,墨线将造船的木材拉直一样——这位木匠因着雅典娜的指点而通晓一切手艺—— 他们的战斗与战争也同样胶着,双方势均力敌。
§15.414ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν, §15.415Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.
其他人环绕在其他战船周围交战,赫克托耳则径直冲向显赫的埃阿斯。
§15.416τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο §15.417οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα §15.418οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
两人围绕着同一艘战船拼死厮杀,谁也无法既不能由一方驱逐对方并用火焚烧战船,也不能由另一方将其退推,因为神明已使他逼近。
此时,显赫的埃阿斯用长枪刺中了克吕提奥斯之子卡勒托耳,当时他正拿着火把企图烧船,枪尖直插其胸膛。
§15.421δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
他轰然倒地,火把从他的手中滑落。
§15.422Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν §15.423ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης, §15.424Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· §15.425Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ §15.426μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε, §15.427ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ §15.428τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
赫克托耳亲眼看见他的表兄弟在黑色的战船前倒在尘土之中,便向特洛伊人和吕基亚人大声呼喊: “特洛伊人、吕基亚人、以及长于近战的达耳达尼亚人啊,在这战斗的狭窄阵地上切莫退却,务必救出克吕提奥斯之子,免得阿开亚人剥去他在战船集结之处倒地后的盔甲。
§15.429ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
” 说罢,他向埃阿斯掷出闪亮的飞枪。
§15.430τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν §15.431Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ §15.432ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι, §15.433τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ §15.434ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι §15.435νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.
枪尖偏离了埃阿斯,却击中了马斯托耳之子吕科弗隆,他是埃阿斯来自库特拉的侍从,他此前在神圣的库特拉杀过人,因而住在埃阿斯处—— 用锋利的青铜枪刃击中了他耳朵上方的头部,当时他正站在埃阿斯身旁;他仰面朝天摔进尘土中,从战船的船尾跌落到地上,四肢顿时瘫软。
§15.436Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· §15.437Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος §15.438Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα §15.439ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·
埃阿斯不禁浑身一颤,对他的兄弟说道: “亲爱的特尤克罗斯,我们俩忠实的伙伴确实被杀了,那就是马斯托耳之子,他从库特拉来到我们的宅第,我们在殿堂里像敬重亲生父母一样敬重他。
§15.440τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε.
如今高贵的赫克托耳杀死了他。
ποῦ νύ τοι ἰοὶ §15.441ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;
现在,你那带去迅速死亡的箭矢,以及弗伊波斯·阿波罗赐给你的弓在哪里?
§15.442ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη, §15.443τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην §15.444ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.
” 他这样说,特尤克罗斯听明白了,跑来站在他身旁,手里拿着反弯的弓,背着装满箭矢的箭袋;他极其迅速地向特洛伊人射出飞箭。
§15.445καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν §15.446Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο §15.447ἡνία χερσὶν ἔχοντα·
他击中了佩塞诺耳的显赫之子克莱托斯,他是潘索奥斯之子、尊贵的普琉达马斯的同伴,此时他手里正拿着缰绳,忙着驱赶战马。
ὃ μὲν πεπόνητο καθʼ ἵππους· §15.448τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες §15.449Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ §15.450ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
因为他把马车赶到了方阵混乱最剧烈的地方,企图讨好赫克托耳和特洛伊人;但灾祸很快降临到他身上,即使伙伴们渴望相救,也没有人能替他挡开。
§15.451αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός· §15.452ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι §15.453κείνʼ ὄχεα κροτέοντες.
因为那支带来无尽痛苦的飞箭落在了他后颈上;他跌落战车,受惊的战马拽着空车格格作响地退避。
ἄναξ δʼ ἐνόησε τάχιστα §15.454Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
领袖普琉达马斯立刻察觉,最先迎上前去截住战马。
§15.455τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, §15.456πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα §15.457ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
他把马匹交给了普罗提阿翁之子阿斯堤诺奥斯,并反复叮嘱他要盯着马匹,将其紧跟在旁;随后他自己转身,重新加入了最前线的厮杀。
§15.458Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ §15.459αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν, §15.460εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
特尤克罗斯又抽出一支箭,瞄准顶着青铜盔的赫克托耳,若能射中这位正在大显身手的勇士并取其性命,他本就可以让他在阿开亚人的战船旁停止战斗。
§15.461ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν §15.462Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα, §15.463ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ §15.464ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ §15.465ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.
但这并未逃过守护着赫克托耳的宙斯那敏锐的洞察,他夺走了特拉蒙之子特尤克罗斯的荣耀,当特尤克罗斯拉满他那精良的弓时,震断了弓上那根拧得很结实的弦;沉重的青铜箭被震偏到一旁,弓也从他的手中脱落。
§15.466Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· §15.467ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
特尤克罗斯浑身一颤,对他的兄弟说道: “哀哉!