Humanitext Reader

ホメロス · イリアス §13.1-13.70

ポセイドンの介入と両アイアスの激励

110 / 226 箇所 · ギリシア語

要旨

ゼウスが戦場から目を背けた隙に、アカイア軍の苦境を憐れんだポセイドンが介入し、カルカスの姿を借りて二人のアイアスを鼓舞する。

§13.1Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε, §13.2τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν §13.3νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ §13.4νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν §13.5Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν §13.6γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
ゼウスはトロイア人たちとヘクトルを船に近づけると、彼らが船の傍らで絶え間なく苦難と辛酸をなめるままにしておき、自身は輝く目をそむけて、遠く、馬を駆るトラキア人たちの土地、白兵戦に強いミュシア人たち、そして馬の乳を搾って飲む高貴なヒッペモルゴイ、質素に暮らすアビオイ人、すなわち最も正義を重んじる人間たちの土地を見渡していた。
§13.7ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·
彼はトロイアにはもはや全くその輝く目を向けようとはしなかった。
§13.8οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν §13.9ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
なぜなら、不死の神々のうち誰一人として、みずからの意志でトロイア人またはダナオス人を助けに行く者はいまいと、心の中で信じていたからである。
§13.10οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·
しかし、大地を揺るがす強力な主ポセイドンも、盲目の見張りをしていたわけではなかった。
§13.11καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε §13.12ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης §13.13Θρηϊκίης·
というのも、彼は戦いと戦闘を驚嘆しながら見つめ、木々が生い茂るトラキアのサモスの最も高い峰の頂に座っていたからである。
ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη, §13.14φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
そこからはイデの全山が見渡せ、プリアモスの都も、アカイア人の船も見渡せたのである。
§13.15ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς §13.16Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
彼はそこへ海から上がって腰を下ろし、アカイア人がトロイア人によって打ち負かされているのを憐れみ、ゼウスに対して激しく憤った。
§13.17αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος §13.18κραιπνὰ ποσὶ προβιβάς·
すぐさま彼は険しい山から駆け下り、素早い足取りで進んだ。
τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη §13.19ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
不死なるポセイドンが歩みを進めると、その足元で高い山々と森が震えた。
§13.20τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
彼は三歩で歩みを進め、四歩目で目的地であるエイガイに達した。
§13.21Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης §13.22χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
そこには彼の名高い宮殿が、湖の深みに黄金に輝き、永久に朽ちることなく建てられていた。
§13.23ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω §13.24ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
そこへ行くと、彼は馬車に青銅の蹄を持ち、黄金のたてがみをなびかせて素早く飛ぶ二頭の馬を繋いだ。
§13.25χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην §13.26χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
自身は体中に黄金の鎧をまとい、よく整えられた黄金の鞭を手に取り、みずからの戦車に乗り込んだ。
§13.27βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ·
そして波の上を走らせた。
ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ §13.28πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·
彼の足元からは、深淵の至る所から海の怪獣たちが躍り出て、みずからの主を認めないことはなかった。
§13.29γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο §13.30ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·
海は喜びのうちに道を譲り、馬たちは極めて素早く飛び、その下の青銅の車軸が濡れることはなかった。
§13.31τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
その跳ねるように進む馬たちが、彼をアカイア人の船へと運んだ。
§13.32ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης §13.33μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·
テネドスと険しいインブロスの中間の、深い湖の底に、広い洞窟がある。
§13.34ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων §13.35λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ §13.36ἔδμεναι·
大地を揺るがすポセイドンは、そこに馬たちを留めて車から解き、その傍らに不老不死の餌を与えて食べさせた。
ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας §13.37ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν §13.38νοστήσαντα ἄνακτα·
そして、彼らが主君の帰りをその場でしっかりと待ち続けられるよう、足の周りに壊されることも解かれることもない黄金の足枷をはめた。
ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.
そして自身はアカイア人の陣営へと向かった。
§13.39Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ §13.40Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο §13.41ἄβρομοι αὐΐαχοι·
トロイア人たちは、ヘクトルを先頭に、火のように、あるいは嵐のように激しい闘志をみなぎらせて、一丸となって従った。
ἔλποντο δὲ νῆας Ἀχαιῶν §13.42αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.
彼らは叫び声をあげ、アカイア人の船を奪い取り、その場で最精鋭の者たちを皆殺しにしようと望んでいた。
§13.43ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος §13.44Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν §13.45εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·
しかし、大地を保持し、大地を揺るがすポセイドンは、深い海から上がってくると、カルカスの姿と衰えぬ声に変装して、アルゴス人たちを鼓舞した。
§13.46Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
彼は、同じく戦おうと逸っている二人のアイアスにまず語りかけた。
§13.47Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν §13.48ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.
「二人のアイアスよ、お前たちこそが闘志を思い起こし、身の毛もよだつ恐怖に陥ることなく、アカイアの民を救うのだ。
§13.49ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους §13.50Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·
他の場所では、大挙して高い防壁を越えてきたトロイア人たちの恐るべき手など、私は恐れてはいない。
§13.51ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·
脛当ての美しいアカイア人たちが、すべてを持ちこたえるであろうから。
§13.52τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν, §13.53ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
しかし、あの狂気に満ち、燃え盛る火のようなヘクトルが率いるあの場所で、我々が何か酷い目に遭いはしないかと、私は非常に恐れている。
§13.54Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.
彼は自分が全能のゼウスの子であると豪語しているのだ。
§13.55σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν §13.56αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·
願わくば、神々のどなたかがお前たち二人の心に、みずからしっかりと立ち止まり、他の者たちにもそう命じるよう促してくださるように。
§13.57τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν §13.58ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.
そうすれば、たとえオリンポスの主自身が彼を駆り立てているとしても、お前たちは彼を、素早く走る船から退かせることができるだろう。
§13.59ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος §13.60ἀμφοτέρω κεκοπὼς keko/pwn in 1920 reprint πλῆσεν μένεος κρατεροῖο, §13.61γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
」そう語ると、大地を保持し、大地を揺るがす神は、杖で二人を打ち、強勇な力で満たし、彼らの手足を軽くし、足と上の両手を力づけた。
§13.62αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι, §13.63ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς §13.64ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο, §13.65ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
そして彼自身は、切り立った高い岩から舞い上がり、平野へと他の鳥を追って急降下する、素早い翼を持つ鷹のように、二人の前から飛び去った。
§13.66τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας, §13.67αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·
二人のうち、オイレウスの子、素早いアイアスがまず彼に気づき、すぐさまテラモンの子アイアスに語りかけた。
§13.68Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι §13.69μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
「アイアスよ、オリンポスに住まう神々のどなたかが、預言者の姿となって、我々に船の傍らで戦えと命じておられる。
§13.70οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·
彼は、鳥占いをする預言者カルカスではない。 」

語釈・文法注

  1. §13.2τοὺς μὲν ἔα ... πόνον τʼ ἐχέμεν — 不定詞 `ἐχέμεν`(Homer 語の現在不定詞)の意味上の主語は、対格 `τοὺς`(トロイア人とアカイア人)であり、動詞 `ἔα`(`ἐάω` の3人称単数未完了過去)の直接目的語となっている。「彼らが苦難を経験するままにしておく」の意。
  2. §13.8οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν. — `ἔλπετο` の後に、対格不定詞構文(A.C.I.)が続いている。`τινα`(+属格 `ἀθανάτων`)が不定詞の意味上の主語、`ἐλθόντα` は主語に一致する分詞、未来不定詞 `ἀρηξέμεν` が主動詞 `ἔλπετο` の補語となっている。
  3. §13.10οὐδʼ ἀλαοσκοπιὴν εἶχε — 直訳すると「盲目的な見張りを保持していなかった」であり、二重否定的に「しっかりと見張っていた」「見過ごさなかった」という意味になる慣用表現。
  4. §13.55σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν — 希求法(Optative)の `ποιήσειεν` は願望(「神のどなたかが……してくださいますように」)を表す。`σφῶϊν` は二人称双数の与格で、「あなた方二人の心に」を意味する。
  5. §13.66τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας — 両数属格の `τοῖιν` は「二人のうち」という部分属格として機能し、`πρόσθεν`(時間的に「まず」「先に」)とともに用いられている。

この箇所を引用する

ホメロス, イリアス §13.1-13.70. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:13.1-13.70

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。