§13.1Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε, §13.2τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν §13.3νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ §13.4νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν §13.5Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν §13.6γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
宙斯既将特洛伊人和赫克托尔带到船旁,便留他们在那里不断承受劳苦与灾难,他自己却转回双眼,不再看他们,而是向远方俯瞰那饲马的色雷斯人的土地、近战的米西亚人、高贵的挤马奶者(希培莫尔戈伊人)、饮乳的阿比人,即最公正的人们的土地。
§13.7ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ· §13.8οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν §13.9ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
他不再把那双闪亮的眼睛完全投向特洛伊;因为他心中并不期望任何一位不死之神会前去援助特洛伊人或达那奥斯人。
§13.10οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων· §13.11καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε §13.12ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης §13.13Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη, §13.14φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
但震地之主波塞冬也并未盲目观望;因为他正坐在林木茂密的色雷斯萨摩斯的最高峰顶,惊叹地注视着战争与战斗;因为从那里可以清晰地看到整个伊达山,看到普里阿摩斯的城市,以及阿开亚人的船只。
§13.15ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς §13.16Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
他从海里出来,坐在那里,怜悯着被特洛伊人击败的阿开亚人,并对宙斯怀有强烈的愤怒。
§13.17αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος §13.18κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη §13.19ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
他立刻从崎岖不平的山上走下来,迈着迅捷的步伐;高山和森林在不死的波塞冬前行时的脚下颤抖。
§13.20τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ §13.21Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης §13.22χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
他走了三步,第四步便到达了目的地埃盖,在那里,他在湖底建有名声显赫的宫殿,黄金铸造,闪闪发光,永远不朽。
§13.23ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω §13.24ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, §13.25χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην §13.26χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου, §13.27βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ §13.28πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα· §13.29γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο §13.30ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων· §13.31τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
他来到那里,在车前套上两匹铜蹄的骏马,飞速奔驰,飘扬着黄金的鬃毛;他自己在身上披上黄金的铠甲,拿起精制的黄金马鞭,登上自己的战车,驱车在波浪上奔驰;海怪们从各处的藏身处在他之下欢跃,并认出了自己的主人;大海在喜悦中分开,它们极其迅速地飞奔,下面的铜车轴也未被弄湿;蹦跳的骏马带着他奔向阿开亚人的船只。
§13.32ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης §13.33μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης· §13.34ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων §13.35λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ §13.36ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας §13.37ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν §13.38νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.
在深湖的底处有一个宽敞的洞穴,介于特涅多斯和崎岖的因布罗斯之间;震地的波塞冬在那里停下了马匹,将它们从战车上解下,并在旁放下神圣的饲料供它们食用;又在它们的脚上套上黄金的足枷,牢不可破、无法解开,以便它们牢固地留在原地等待主人归来;而他自己则走向阿开亚人的军营。
§13.39Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ §13.40Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο §13.41ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν §13.42αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.
特洛伊人如火焰或暴风般成群结队,满怀激烈的斗志跟随着普里阿摩斯之子赫克托尔,叫喊呼号;他们期望夺取阿开亚人的船只,并在那里杀光所有最勇敢的人。
§13.43ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος §13.44Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν §13.45εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν· §13.46Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· §13.47Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν §13.48ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.
但大地的持有者和震动者波塞冬,从深海中走出来,激励着阿耳戈斯人,他化身为卡尔卡斯的形貌和不知疲倦的声音;他首先对同样渴望战斗的两位埃阿斯说道: “两位埃阿斯啊,你们要救阿开亚的子民,记住你们的勇武,而不要心存令人战栗的恐惧。
§13.49ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους §13.50Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ· §13.51ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί· §13.52τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν, §13.53ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει §13.54Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.
因为在别处,我并不惧怕特洛伊人那些成群翻越巨大城墙的、无坚不摧的双臂;因为铠甲精良的阿开亚人会抵挡住他们所有人;但在这里,我极度惧怕我们会遭受灾难,在那里,那个如火焰般疯狂的赫克托尔正率领着他们,他自诩为全能宙斯之子。
§13.55σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν §13.56αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους· §13.57τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν §13.58ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.
愿神明中有一位能将这样的想法放入你们两人的心中,坚强地坚守阵地,并命令其他人也这样做;这样,即使奥林匹斯之主亲自激励他,你们也能将他从疾驰的船只旁击退。
§13.59ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος §13.60ἀμφοτέρω κεκοπὼς keko/pwn in 1920 reprint πλῆσεν μένεος κρατεροῖο, §13.61γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
” 大地的持有者和震动者如此说完,用手杖击打了他们两人,使他们充满了强健的勇气,并使他们的四肢变得轻盈,包括脚和上面的双手。
§13.62αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι, §13.63ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς §13.64ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο, §13.65ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
他自己则像一只飞速展翅的鹰,从高耸险峻的峭壁上腾空而起,冲向平原去追逐另一只鸟,震地的波塞冬就这样从他们面前飞走了。
§13.66τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας, §13.67αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν· §13.68Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι §13.69μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι, §13.70οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·
两人中,俄伊琉斯之子、敏捷的埃阿斯首先认出了他,随即便对特拉蒙之子埃阿斯说道: “埃阿斯啊,既然居住在奥林匹斯的神明中有一位化身为先知的模样,命令我们在船旁战斗—— 因为他并不是那通过鸟占卜的先知卡尔卡斯;”