Humanitext Reader

ホメロス · イリアス §11.1-11.73

アガメムノンの武装と両軍の激突

91 / 226 箇所 · ギリシア語

要旨

アガメムノンは過酷な戦いをもたらす女神エリスの叫びによって奮起し、壮麗な武具に身を包んでアカイア勢を率い、トロイア勢との激しい激突に臨む。

§11.1Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο §11.2ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·
暁が、気高きティトノスの床から立ち上がった、不死なる神々と死すべき人間たちに光をもたらすために。
§11.3Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν §11.4ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
ゼウスは、アカイア人の快速の船へと過酷な争いの女神を遣わした、手に戦いの不吉な兆しを携えさせて。
§11.5στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
彼女はオデュッセウスの巨大な黒い船の上に立った。
§11.6ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, §11.7ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο §11.8ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
その船は中央にあって、両方向へと大声を届かせることができた、テラモンの子アイアスの天幕の方へも、またアキレウスの方へも。
§11.9εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
彼らは自らの勇気と手の力に信頼して、均整の取れた船を陣の両端に引き船していたのである。
§11.10ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε §11.11ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ §11.12καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
そこに立って、女神は大いなる恐るべき声を甲高く張り上げて叫び、アカイア人の一人一人の心の中に、絶え間なく戦い、闘う大いなる力を注ぎ込んだ。
§11.13τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι §11.14ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
彼らにとって、たちまち戦いは、中空の船に乗って愛する祖国の地へと帰還することよりも甘美なものとなった。
§11.15Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν §11.16Ἀργείους·
アトレウスの子は大声で叫び、アルゴス人たちに武装するよう命じた。
ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
そして彼自身も、輝く青銅の武具に身を包んだ。
§11.17κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε §11.18καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
まず、美しいすね当てをすねの周りに当て、それは銀の足首留めでしっかり留められていた。
§11.19δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, §11.20τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
次に、かつてキニュラスが彼に客の贈り物として与えた胸当てを胸に当てた。
§11.21πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ §11.22ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·
というのも、アカイア人が船でトロイアへと船出しようとしているという大いなる噂がキプロスにまで届いていたからである。
§11.23τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
それゆえ、キニュラスは王を喜ばせようと、それを彼に贈ったのであった。
§11.24τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο, §11.25δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·
その胸当てには、黒いエナメルの筋が十条、金の筋が十二条、錫 of 筋が二十条あった。
§11.26κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν §11.27τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων §11.28ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
そして、首のほうに向かっては、エナメル色の蛇が片側に三匹ずつ伸びており、それはクロノスの子が雲の中に架け、言葉を話す人間たちのための兆とした虹のようであった。
§11.29ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος·
また、肩には剣をかけた。
ἐν δέ οἱ ἧλοι §11.30χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν §11.31ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
そこには金の鋲が眩しく輝いており、その鞘は銀製で、金の剣帯で吊り下げられていた。
§11.32ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
そして、身を包み隠すような、精巧に作られた勇猛で美しい盾を取った。
§11.33καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν, §11.34ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο §11.35λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
その周りには十重の青銅の輪があり、そこには白い錫の突起が二十個、中央には黒いエナメルの突起が一つあった。
§11.36τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο §11.37δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
その盾の上には、恐ろしい眼差しをした、凄まじい顔相のゴルゴが飾られており、その周りには敗走と恐怖が配されていた。
§11.38τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ §11.39κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν §11.40τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
盾の持ち紐は銀製であり、その上にはエナメル色の蛇がうねっており、一つの首から分かれた三つの頭が、あちこちを向いていた。
§11.41κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον §11.42ἵππουριν·
頭には、前後に突起があり、四つの飾りのある、馬毛の兜をかぶった。
δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
その兜の房飾りは上から恐ろしげに揺れていた。
§11.43εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ §11.44ὀξέα·
彼はまた、先端に鋭い青銅をつけた頑丈な二本の槍を取った。
τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω §11.45λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη §11.46τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
その青銅は彼の手から遥か天へと輝きを放ち、アテナとヘラが雷鳴を響かせて、黄金に富むマイケナイの王を称えた。
§11.47ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος §11.48ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ, §11.49αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες §11.50ῥώοντʼ·
その後、戦士たちは各々、自分の御者に、馬たちを堀のそばで秩序正しく引き留めておくよう命じ、彼ら自身は歩兵として武具で武装し、素早く展開した。
ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.
夜明け前に、絶え間ない叫び声が沸き起こった。
§11.51φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες, §11.52ἱππῆες δʼ ὀλίγον μετεκίαθον·
彼らは騎兵よりもはるかに早く、堀のところで整列し、騎兵は少し遅れて続いた。
ἐν δὲ κυδοιμὸν §11.53ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας
そして、クロノスの子は不吉な混乱を引き起こし、高き空から血に濡れた露を降らせた。
§11.54αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε §11.55πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
多くの健気な命を冥府へと送り込むつもりであったからである。
§11.56Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο §11.57Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα §11.58Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, §11.59τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον §11.60ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.
一方、トロイア人たちも反対側で、平原の高地にて、偉大なヘクトル、非の打ち所のないポリュダマス、そして人々から神のように敬われていたアイネイアス、アンテノルの三人の息子ポリュボス、高貴なアゲノル、そして不死の神々に似た若きアカマスの周りに集まった。
§11.61Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,
ヘクトルは最前線にあって、あらゆる方向に均整の取れた盾を運んでいた。
§11.62οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ §11.63παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα, §11.64ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν, §11.65ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων·
あたかも、不吉な星が雲の間から現れて眩しく輝き、また影深い雲の中に姿を消すように、そのようにヘクトルはある時は最前線の者たちの間に姿を現し、またある時は最後尾の者たちに指図を与えていた。
πᾶς δʼ ἄρα χαλκῷ §11.66λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
そして彼自身、アイギスを持つ父ゼウスの稲妻のように、全身が青銅で輝いていた。
§11.67οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν §11.68ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν §11.69πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει· §11.70ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες §11.71δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
刈り入れ人たちが、裕福な人の畑で小麦や大麦の畝を、互いに向かい合って刈り進み、刈り束が次々と落ちていくように、そのようにトロイア人とアカイア人は互いに躍りかかって斬り合い、どちらも破滅をもたらす敗走のことなど考えもしなかった。
§11.72ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς §11.73θῦνον·
戦闘は双方の勢力を均等に保ち、彼らは狼のように猛り狂った。
Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·
そして、多くの嘆きをもたらす争いの女神は、それを見て喜んでいた。

語釈・文法注

  1. 11.6γεγωνέμεν — 不定詞 γεγωνέμεν (大声をあげる、届かせる)は、関係節 ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε の中で目的または結果を表す副詞的用法として機能しており、「(両方向に声を)届かせるために(中間地点に存在した)」という意味を表す。主語は船(νηῒ)である。
  2. 11.21Κύπρον δὲ — 固有名詞 Κύπρος に方向を表す接尾辞 -δε が結合した形。「キプロスへ」を意味する。直前の動詞 πεύθετο (聞いた)に直接修飾するのではなく、「キプロスにまで(アカイア人の遠征の噂が)届き、それを(キニュラスが)聞いた」という先取り的な移動のニュアンスを含んでいる。
  3. 11.51φθὰν δὲ μέγʼ ἱππήων — φθὰν は動詞 φθάνω (〜に先んじる)のアオリスト(または不完了過去)3人称複数形短縮形(標準形は ἔφθασαν または ἔφθαν)。比較の属格 ἱππήων (騎兵たち)を伴い、副詞的対格 μέγα (大いに)とともに「彼らは騎兵たちよりもはるかに先んじて(整列した)」という先行の構文を形成している。
  4. 11.72ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν — 「戦闘は双方の頭を等しく保った」という直訳になり、戦況が拮抗し、互角の勝負が続いていた状態を比喩的に表す。ὑσμίνη が文の主語であり、 ἴσας ... κεφαλάς (等しい頭数、または勢力)がその直接目的語である。

この箇所を引用する

ホメロス, イリアス §11.1-11.73. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:11.1-11.73

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。