Humanitext Reader

ホメロス · イリアス §10.505-10.579

ディオメデスとオデュッセウスの凱旋

90 / 226 箇所 · ギリシア語

要旨

ディオメデスとオデュッセウスはアテナの促しによりトラキア陣営から脱出し、アカイア人の船へと帰還する。彼らはネストルらの熱烈な歓迎を受け、奪った名馬を繋ぎ、海で汗を洗い流してアテナに献酒する。

§10.505ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας, §10.506ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
戦車を梶棒で引き出すべきか、それとも高く持ち上げて運び出すべきか、あるいはさらに多くのトラキア人から命を奪うべきか。
§10.507εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη §10.508ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
彼が心の中でこれらのことを思い巡らせている間に、アテナが近くに立ち、高貴なディオメデスに語りかけた。
§10.509νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ §10.510νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
「帰還することを思え、偉大な心を持つテュデウスの子よ、中空の船へと。
§10.511μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
追われて逃げ戻るようなことにならぬよう、他の神がトロイア人たちを呼び起こすことのないうちに。
§10.512ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, §10.513καρπαλίμως δʼ ἵππων ἐπεβήσετο·
」彼女がそう語ると、彼は語りかける女神の声を聞き分け、素早く馬にまたがった。
κόψε δʼ Ὀδυσσεὺς §10.514τόξῳ·
オデュッセウスは弓で馬を打った。
τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
馬たちはアカイア人の快速の船へと疾走した。
§10.515οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων §10.516ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·
銀の弓を持つアポロンも、おろそかに見張っていたわけではなかった、アテナがテュデウスの子に付き添っているのを見たとき。
§10.517τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον, §10.518ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα §10.519Ῥήσου ἀνεψιὸν ἐσθλόν·
彼は彼女に怒り、トロイア人の数多い群れの中へと入り、トラキア人の相談役であり、レーソスの気高き従兄弟であるヒッポコオンを呼び起こした。
ὃ δʼ ἐξ ὕπνου ἀνορούσας §10.520ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι, §10.521ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν, §10.522ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.
彼は寝床から飛び起き、快速の馬たちが立っていた場所が空になっているのを目にし、また男たちが凄惨な殺戮の中で息絶え絶えになっているのを見たとき、声をあげて嘆き、親しき友の名を呼んだ。
§10.523Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς §10.524θυνόντων ἄμυδις·
トロイア人たちの間には叫び声と、計り知れない混乱が巻き起こり、一斉に駆け寄った。
θηεῦντο δὲ μέρμερα ἔργα §10.525ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
彼らは、あの男たちが成し遂げて中空の船へと去っていった恐るべき所業を、驚異の目で見つめた。
§10.526οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν, §10.527ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους, §10.528Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα §10.529ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·
二人がヘクトルの斥候を殺した場所に辿り着いたとき、ゼウスに愛されしオデュッセウスは快速の馬を止め、テュデウスの子は地上に飛び降り、血濡れた戦利品をオデュッセウスの手に渡し、再び馬にまたがった。
§10.530μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην §10.531νῆας ἔπι γλαφυράς·
彼は馬たちに鞭を当て、馬たちは嫌がることなく中空の船へと疾走した。
τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
そこへ戻るのが彼らの心の望みであったから。
§10.532Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·
ネストルが真っ先にその音を聞きつけ、言葉を発した。
§10.533ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες §10.534ψεύσομαι, ἦ ἔτυμον ἐρέω;
「友よ、アルゴス人の指導者であり支配者たちよ、私は嘘をつくのだろうか、それとも真実を語るのだろうか。
κέλεται δέ με θυμός.
しかし心が私に命じる。
§10.535ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
快速の馬たちの足音が私の耳を打っている。
§10.536αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης §10.537ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·
オデュッセウスと強勇なディオメデスが、このように素早くトロイア人から単蹄の馬たちを駆って戻ってきてくれたならよいが。
§10.538ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν §10.539Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
だが、アルゴス人のうちで最も優れたあの二人が、トロイア人の騒ぎの中で何か不慮の災難に遭っていなければよいがと、心から恐れている。
§10.540οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.
」言葉をすべて語り終えぬうちに、二人が到着した。
§10.541καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες §10.542δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
彼らは地上に降り立ち、仲間たちは大いに喜び、右手で握手を交わし、温かい言葉で迎えた。
§10.543πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
ゲレニアの騎手ネストルが真っ先に尋ねた。
§10.544εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν §10.545ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον
「さあ、語ってくれ、誉れ高いオデュッセウスよ、アカイア人の大いなる栄光よ、どうやってお前たち二人で、トロイア人の群れに忍び込んでこの馬たちを手に入れたのか。
§10.546Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
あるいは、出会った神の誰かが授けてくれたのか。
§10.547αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
太陽の光線に実によく似ている。
§10.548αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι §10.549μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
私は常にトロイア人と交わって戦っており、老いた戦士とはいえ船のそばに留まっているとは決して言わない。
§10.550ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
だが、このような見事な馬は見たことも、心に思い描いたこともない。
§10.551ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
しかし、出会った神の誰かがお前たちに授けてくれたのだと思う。
§10.552ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς §10.553κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
雲を集めるゼウスもお前たち二人を愛しておられ、アイギスを持つゼウスの娘、輝く眼のアテナもそうだからだ。
§10.554τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
」知謀に長けたオデュッセウスは、彼に答えて言った。
§10.555ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν §10.556ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
「ネレウスの子ネストルよ、アカイア人の大いなる栄光よ、神が望まれるなら、これらよりもさらに優れた馬たちをも容易に授けてくださるでしょう。
§10.557ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
神々ははるかに強力なのですから。
§10.558ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις §10.559Θρηΐκιοι·
長老よ、あなたがお尋ねのこれらの馬は、新参のトラキア人の馬です。
τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης §10.560ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
彼らの王を強勇なディオメデスが殺し、その傍らで最も優れた部下たち十二人全員をも殺したのです。
§10.561τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν, §10.562τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο §10.563Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
また、十三番目として船の近くで我々が仕留めた斥候は、我らの軍勢を偵察するためにヘクトルと他の気高きトロイア人たちが送り出した者でした。
§10.564ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους §10.565καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
」彼はこう語ると、高らかに笑いながら、堀を越えて単蹄の馬たちを進め、他のアカイア人たちも喜びながら一緒に進んだ。
§10.566οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο, §10.567ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
彼らがテュデウスの子の整えられた天幕に着くと、馬たちをよく切られた革紐で馬喰いに繋いだ。
§10.568φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι §10.569ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
そこにはディオメデスの快速の馬たちが立ち、甘い小麦を食べていた。
§10.570νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος §10.571θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.
オデュッセウスはドロンの血濡れた武具を船尾に置き、アテナへの捧げ物とするために備えた。
§10.572αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ §10.573ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
彼ら自身は海に入って、ふくらはぎ、首すじ、そして太も後の周りの多くの汗を洗い流した。
§10.574αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν §10.575νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ, §10.576ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
海の波が体から多くの汗を洗い流し、彼らの愛する心が生き返ると、彼らはよく磨かれた浴槽に入って湯を浴びた。
§10.577τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ §10.578δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ §10.579πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.
二人は体を洗い、オリーブ油を豊かに塗ると、食事の席につき、混ぜ桶からアテナのためになみなみと甘い葡萄酒を汲んで、献酒を捧げた。

語釈・文法注

  1. 505ῥυμοῦ — 分離の属格(genitive of separation)であり、動詞 ἐξερύοι(引き出す)に係る。「梶棒から引き出す」という意味になる。
  2. 510μὴ καὶ πεφοβημένος ἔλθῃς — μὴ +接続法による警告・懸念を表す独立文。「(敵に追われ)怯えながら戻ることのないように」という強い警告を示す。
  3. 534ψεύσομαι, ἦ ἔτυμον ἐρέω; — ためらいの疑問(dubitative questions)の用法。未来直説法(あるいは接続法アオリスト中動態)の ψεύσομαι と、未来形 ἐρέω が並列し、「嘘を言うべきか、真実を語るべきか」という話者の迷いを表現している。
  4. 556ῥεῖα θεός γʼ ἐθέλων... δωρήσαιτʼ — 潜在の希求法(potential optative)。ホメロス詩では小辞 ἄν や κε がなくても希求法単独で潜在「~し得るであろう」を意味でき、分詞 ἐθέλων が「神が望まれるなら」という条件節の代わりをなしている。

この箇所を引用する

ホメロス, イリアス §10.505-10.579. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:10.505-10.579

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。