Humanitext Reader

ホメロス · イリアス §11.74-11.143

アガメムノンの猛攻とトロイア兵の討伐

92 / 226 箇所 · ギリシア語

要旨

戦いから離れたゼウスが一人静観する中、戦況は膠着するが、昼時になるとアカイア軍が突破口を開く。アガメムノンが獅子奮迅の活躍を見せ、プリアモスの息子たちやアンティマコスの息子たちを次々と討ち倒す。

§11.74οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
というのも、神々の中で彼女だけが、戦う者たちに付き添ってその場にいたからである。
§11.75οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
他の神々は彼らのそばにはおらず、安らかにそれぞれの館に座していた。
§11.76σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ §11.77δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
そこには各自のためにオリュンポスの谷間に美しい館が建てられていた。
§11.78πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα §11.79οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
彼らはみな、黒雲をまとうクロノスの子を非難していた、トロイア人たちに栄光を与えようと彼が望んだために。
§11.80τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ·
彼らのことを父は気にもとめなかった。
ὃ δὲ νόσφι λιασθεὶς §11.81τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων §11.82εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν §11.83χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.
彼は他から離れ、他の者たちから遠く離れて、己の栄光に誇らしげに座していた、トロイア人の都とアカイア人の船、そして青銅の閃光、殺す者たちと殺される者たちを眺めながら。
§11.84ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, §11.85τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
朝の間、そして神聖な日々が増しゆく間、双方の矢は激しく当たり、兵士たちは倒れていった。
§11.86ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον §11.87οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας
しかし、木こりの男が食事を準備する時刻になると、山の谷間で。
§11.88τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν, §11.89σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ, §11.90τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας §11.91κεκλόμενοι ἑτάροισι κατὰ στίχας·
彼がその両手を疲れ果てさせ、高い木々を切り倒して、心に飽きがきて、甘美な食べ物への渇望が彼の心を捕らえる、その時に、ダナオス人たちは己の勇気によって敵の陣列を破った、列をなして戦友たちに呼びかけながら。
ἐν δʼ Ἀγαμέμνων §11.92πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν §11.93αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
そしてその中にアガメムノンが最初に飛び出し、人々を牧する者である勇士ビアノルを討ち倒した、彼自身を、そして次にはその戦友であり馬を駆るオイレウスを。
§11.94ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
じつに、オイレウスは戦車から飛び降りて立ち向かった。
§11.95τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
向かって突き進んでくる彼の額を、アガメムノンは鋭い槍で突いた。
§11.96νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια, §11.97ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
青銅の重みある兜の縁も、槍を遮ることはできず、槍はそれを、また骨をも貫いて通った。
§11.98ἔνδον ἅπας πεπάλακτο·
脳漿は内部でことごとく飛び散った。
δάμασσε δέ μιν μεμαῶτα.
こうして向かってくる彼を打ち倒した。
§11.99καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων §11.100στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·
彼らをその場に残し、人々の王アガメムノンは、胸を剥き出しにして輝かせたまま。 彼らの鎧を剥ぎ取った後に。
§11.101αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
さらに彼は、イソスとアンティポスを討ち果たそうと進んだ。
§11.102υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω §11.103εἰν ἑνὶ δίφρῳ ἐόντας·
プリアモスの二人の息子、庶子と嫡子の双方であり、彼らは一台の戦車に乗っていた。
ὃ μὲν νόθος ἡνιόχευεν, §11.104Ἄντιφος αὖ παρέβασκε περικλυτός·
庶子が御者を務め、高名なアンティポスが戦士として傍らに立っていた。
ὥ ποτʼ Ἀχιλλεὺς §11.105Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
かつてアキレウスがイデの山麓で柳の若い枝で縛り上げたことがあった、羊たちを放牧しているところを捕らえて。
§11.106ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
そして身代金と引き換えに解放した。
§11.107δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων §11.108τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί, §11.109Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.
まさにこの時、アトレウスの子、広く支配するアガメムノンは、一方の胸を、乳首の上あたりで槍で貫き、もう一方のアンティポスを耳の脇から剣で撃ち、戦車から叩き落とした。
§11.110σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ §11.111γιγνώσκων·
急いで彼は、この二人から美しい武具を剥ぎ取った、見覚えがあったからである。
καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν §11.112εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
かつて快速の船のそばで彼らを見たことがあった、俊足のアキレウスがイデから連れてきた時に。
§11.113ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα §11.114ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν §11.115ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·
ちょうど、ライオンが俊敏な鹿の幼い子供たちを、その力強い歯で捕らえて、容易に噛み砕くように、その住処へと入り込んで、彼らの柔らかな命を奪う。
§11.116ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι §11.117χραισμεῖν·
母鹿がたまたまごく近くにいたとしても、我が子らを助けることはできない。
αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
彼女自身に恐ろしい震えが襲いかかるからだ。
§11.118καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην §11.119σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·
彼女は、うっそうとした茂みや森の中を素早く駆け抜け、汗を流して急ぎ逃れる、力強い野獣の襲撃から。
§11.120ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
そのように、トロイア人の中で、彼らのために破滅を防ぎうる者は誰もいなかった。
§11.121Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.
むしろ彼ら自身も、アルゴス人たちに追われて逃げ惑っていた。
§11.122αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
さらに彼は、ペイサンドロスと、戦いを恐れぬイッポロコスに襲いかかった。
§11.123υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
思慮深きアンティマコスの息子たちであった。
§11.124χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα §11.125οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
この父は特に、アレクサンドロスから黄金や輝かしい贈り物を受け取っていたため、ヘレネを金髪のメネラオスに返すことを許さなかった人物である。
§11.126τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
まさにこの人物の二人の息子を、支配者アガメムノンは捕らえた。
§11.127εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·
彼らは一台の戦車に乗っており、一緒に快速の馬たちを操ろうとしていた。
§11.128ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα, §11.129τὼ δὲ κυκηθήτην·
というのも、彼らの手から、光沢のある手綱が滑り落ちてしまい、二人はうろたえていた。
ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς §11.130Ἀτρεΐδης·
アガメムノンは彼らに向かってライオンのように躍りかかった、アトレウスの子が。
τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·
彼らは戦車から身を乗り出して、跪いて命乞いをした。
§11.131ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
「生かしておいてください、アトレウスの息子よ。 ふさわしい身代金を受け取ってください。
§11.132πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
アンティマコスの館には、多くの宝が眠っています。
§11.133χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, §11.134τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα, §11.135εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
青銅や、金、そして鍛え上げられた鉄など、私たちの父なら、それらの中から計り知れない身代金をあなたに喜んで贈るでしょう、私たちがアカイア人の船のところで生きていると知ったならば。
§11.136ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα §11.137μειλιχίοις ἐπέεσσιν·
」このように二人は涙ながらに王に呼びかけ、優しい言葉で懇願した。
ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·
しかし、彼らが聞いたのは冷酷な声であった。
§11.138εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν, §11.139ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν §11.140ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ §11.141αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς, §11.142νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
「もしお前たちが本当に、あの思慮深きアンティマコスの息子たちであるなら、かつてトロイア人の集会において、メネラオスが神のようなオデュッセウスとともに使節としてやって来た時、その場で殺害し、アカイア人のもとへ送り返すなと命じたという、今こそお前たちは、その父の恥ずべき非道に対する罰を受けるがよい。
§11.143ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
」こう言って、アガメムノンはまずペイサンドロスを戦車から地上へと突き落とした、

語釈・文法注

  1. 11.86ἦμος — 相関副詞 ἦμος(〜の時に)は、90行目の τῆμος(その時に)と対応している。ホメロスにおいて特定の時刻(ここでは木こりが食事を準備する「昼時」)を直喩によって具体的に描写する古典的な表現手法である。
  2. 11.116εἴ πέρ τε τύχῃσι — 条件節(εἰ + 接続法 τύχῃσι)において、散文で一般的な条件変化を示す小辞 ἄν(または κε)が伴わない形。ホメロス詩における一般仮定を表す古風な構文。
  3. 11.134τῶν κέν τοι — 関係代名詞属格 τῶν(それらのうちから)に小辞 κέν と希求法 χαρίσαιτο(与えるだろう)が伴う潜在(Potential Optative)の表現。135行目の条件節(εἰ + 希求法 πεπύθοιτ')と対応する。

この箇所を引用する

ホメロス, イリアス §11.74-11.143. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:11.74-11.143

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。