§11.1Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο §11.2ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι· §11.3Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν §11.4ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
黎明从高贵的提托诺斯身旁的床榻上站起,好给不死的神明和死逝的人类带来光明;宙斯则将争吵女神派遣到阿开亚人的快速船只旁,那可怕的女神,手中拿着战争的凶兆。
§11.5στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, §11.6ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, §11.7ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο §11.8ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας §11.9εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
她站立在奥德修斯那巨大的黑色船只上,这船就在中间,以便向两边发出大声,既达特拉蒙之子埃阿斯的营帐,又达阿基琉斯的营帐;因为他们坚信自己的勇武和双手的力量,将匀称的战船停泊在两端。
§11.10ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε §11.11ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ §11.12καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
女神立于其上,发出宏大而可怕的呼喊,声音高亢,在每一个阿开亚人的心中注入了无穷的力量,去不停地战斗和厮杀。
§11.13τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι §11.14ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
对他们而言,战争顿时变得比乘着空心的船只返回亲爱的祖国土地还要甘美。
阿特柔斯之子大声呼喊,命令阿耳戈斯人武装起来;他自己也穿上了闪亮的青铜铠甲。
§11.17κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε §11.18καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· §11.19δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, §11.20τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
他首先在双腿上戴上护胫,那是美丽的、配有银质护踝的护胫;随后,他在胸前穿上了胸甲,这是昔日基努拉斯送给他的客礼。
§11.21πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ §11.22ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον· §11.23τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
因为基努拉斯在塞浦路斯听到了宏大的传闻,说阿开亚人将要乘船起航前往特洛伊;因而他把这件礼物送给国王,以讨其欢心。
§11.24τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο, §11.25δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο· §11.26κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν §11.27τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων §11.28ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
那胸甲上有十道黑色的珐琅条纹,十二道黄金条纹,二十道锡条纹;黑色的珐琅蛇朝着颈部延伸,每边各有三条,如同克罗诺斯之子在云端设立的彩虹,作为凡人的征兆。
§11.29ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι §11.30χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν §11.31ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
他在肩上挎上宝剑;剑柄上的金钉闪闪发光,银质的剑鞘配有金质的挂带。
§11.32ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν §11.33καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν, §11.34ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο §11.35λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
他拿起了那面护身、精美、勇猛的盾牌,其周围有十道青铜圆环,盾面上有二十个锡质的泡钉,呈白色,中间有一个是黑色珐琅的。
盾牌上饰有面容狰狞、眼光凶狠的戈耳工,其周围环绕着畏惧与恐慌。
§11.38τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ §11.39κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν §11.40τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
盾牌的背带是银制的;而带子上盘绕着一条黑色的珐琅蛇,它那拧转的三只蛇头,均从一个脖颈中生出。
§11.41κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον §11.42ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
他在头上戴上双角四饰、配有马鬃的战盔;盔羽在上方令人生畏地摇曳。
§11.43εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ §11.44ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω §11.45λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη §11.46τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
他拿起了两支锋利的、青铜枪头的强劲长枪;青铜的光芒从他手中直射天际;雅典娜和赫拉为此发出雷鸣,以尊崇那富庶的迈锡尼国王。
§11.47ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος §11.48ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ, §11.49αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες §11.50ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.
随后,各人命令自己的御者在壕沟旁将战马按秩序控御好,而他们自己作为步兵,披挂好铠甲,迅速集结;黎明前响起了不绝于耳的呐喊。
§11.51φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες, §11.52ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν §11.53ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας §11.54αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε §11.55πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
他们在壕沟旁整队,比骑兵要早得多,骑兵们则稍后跟进;但在他们中间克罗诺斯之子激起了可怕的混乱,并从高空降下浸满鲜血的露水,因为他意欲将许多强勇的头颅送往哈得斯。
§11.56Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο §11.57Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα §11.58Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, §11.59τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον §11.60ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.
另一边,特洛伊人在平原的隆起处,聚集在伟大的赫克托耳和无瑕的波吕达马斯周围,还有在特洛伊人中备受神般敬重的埃涅阿斯,以及安特诺尔的三位儿子:波吕博斯、高贵的阿革诺尔,和神一样的年轻阿卡马斯。
§11.61Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην, §11.62οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ §11.63παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα, §11.64ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν, §11.65ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ §11.66λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
赫克托耳在最前列,手持四周匀称的盾牌,如同一颗不祥之星从云雾中闪现,熠熠生辉,随后又没入阴暗的云层,赫克托耳也是这样,时而显现在最前列,时而在最后方指挥;他浑身的青铜铠甲闪闪发光,如同执盾之父宙斯的闪电。
§11.67οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν §11.68ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν §11.69πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει· §11.70ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες §11.71δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
他们就像收割庄稼的人们,互相对立着在富人的田地里开辟出收割的垄沟,收割着小麦或大麦;麦捆纷纷落下,特洛伊人和阿开亚人也是这样向对方跃去,互相厮杀,双方谁也不去想那毁灭性的溃逃。