Humanitext Reader

ホメロス · イリアス §1.138-1.203

アキレウスの怒りとアテナによる制止

3 / 226 箇所 · ギリシア語

要旨

アガメムノンはアキレウスの恩賞を奪うと脅し、激怒したアキレウスは遠征の理不尽さを訴えて帰国を宣言する。アキレウスが剣に手をかけようとしたその時、ヘラに遣わされたアテナが現れて彼を制止する。

§1.138ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος §1.139ἄξω ἑλών·
あるいは、私は行って、お前の恩賞か、アイアスかオデュッセウスの恩賞を奪って持ち帰ろう。
ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
私がそのもとへと行く相手は、怒り狂うであろうが。
§1.140ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,
だが、これらのことについては後日改めて考え直すことにしよう。
§1.141νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, §1.142ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην §1.143θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον §1.144βήσομεν·
今は、さあ、黒い船を神聖な海へと引き出し、その中に適した漕ぎ手たちを集め、百牛の生贄を載せ、美しい頬のクリュセイス自身を乗船させよう。
εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, §1.145ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς §1.146ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν,
一人の指導者たるべき、評議の権限ある男を長としよう、アイアスか、イドメネウスか、高貴なオデュッセウスか、あるいはペレウスの子よ、すべての男の中で最も恐るべきお前か。
§1.147ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.
それはお前が犠牲を捧げて、我々のために遠矢射る神を宥めるためだ。
§1.148τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
」彼を睨みつけて、駿足のアキレウスが答えて言った。
§1.149ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον §1.150πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν §1.151ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
「ああ、無恥を身にまとい、利を貪る心を持つ者よ、アカイア人の誰が、お前の言葉に喜んで従い、遠征の道に行き、あるいは敵と力強く戦おうとするだろうか。
§1.152οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων
私は、槍を扱うトロイア人たちのためにここに戦いに来たのではない。
§1.153δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·
彼らは私に対して何の落ち度もないからだ。
§1.154οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους, §1.155οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
彼らは私の牛を駆り立てたことも、馬を奪ったこともなく、肥沃で男たちを育むフティアにおいて作物を荒らしたことも一度もない。
§1.156καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ §1.157οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
私たちの間には、非常に多くの影に覆われた山々や、鳴り響く海が横たわっているのだから。
§1.158ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς, §1.159τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα §1.160πρὸς Τρώων·
しかし、極めて無恥な男よ、私たちはあなたに付き従ったのだ、あなたが喜ぶように、犬の目をしたお前と、メネラオスへの償いをトロイア人から勝ち取るために。
τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις·
お前はそれらのことを顧みることも、気に留めることもしない。
§1.161καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
その上、お前は私自身から恩賞を奪い取ると脅している。
§1.162ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
それは私が多くの苦労を重ね、アカイアの子らが私に与えてくれたものなのだ。
§1.163οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ §1.164Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον·
アカイア人がトロイア人の住みよい都を攻略するとき、私はお前と等しい恩賞を一度として得たことはない。
§1.165ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο §1.166χεῖρες ἐμαὶ διέπουσʼ·
だが、激しく揺れ動く戦いの大部分を、私の両の手が担っているのだ。
ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, §1.167σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε §1.168ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.
しかし、もし分配の時が来れば、お前への恩賞は遥かに大きく、私は小さくとも愛おしい恩賞を携えて船へと戻るだけだ、戦いに疲れ果てた時に。
§1.169νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
しかし、今私はフティアへ行く。
§1.170οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω
反りかえった船とともに家路に就く方が遥かに勝っているからだ。
§1.171ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.
私はここで辱めを受けたまま、お前のために富や財宝を汲み出してやるつもりはない。
§1.172τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
」彼に対して、人々の王アガメムノンが答えた。
§1.173φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε
「逃げるがいい、お前の心がそれを急がせるなら。
§1.174λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν·
私は私のために留まってくれとお前に懇願などしない。
πάρʼ ἔμοιγε καὶ ἄλλοι
私の傍らには、私を重んじてくれる他の者たちがいる。
§1.175οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.
とりわけ思慮深きゼウスが。
§1.176ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·
お前はゼウスに育まれた王たちの中で、私にとって最も憎むべき男だ。
§1.177αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·
お前にとっては常に、争いや戦争、戦闘こそが好みだからだ。
§1.178εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν·
お前が極めて強者であるなら、それは神がいつしかお前に授けたものだ。
§1.179οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι §1.180Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω,
お前の船とお前の仲間たちとともに帰宅し、ミュルミドン人たちを支配するがよい。
§1.181οὐδʼ ὄθομαι κοτέοντος·
私はお前のことなど意に介さないし、お前の怒りも恐れない。
ἀπειλήσω δέ τοι ὧδε·
私はお前にこのように警告しておこう。
§1.182ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων, §1.183τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
フォイボス・アポロンが私からクリュセイスを奪い去るので、彼女を私は私の船と私の仲間たちとともに送り返そう。
§1.184πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον §1.185αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς
だが、私は美しき頬のブリーセーイスを、お前の恩賞を、自らお前の幕屋へと行って奪い去ろう。
§1.186ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος §1.187ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.
それは、私がどれほどお前より優れているかをお前に思い知らせるためであり、他の誰もが私と対等であると称し、面と向かって対抗することを恐れるようになるためだ。
§1.188ὣς φάτο·
」彼はこう語った。
Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ §1.189στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
ペレウスの子は苦痛に襲われ、毛深い胸の中にある彼の心臓は二つの道の間で迷った。
§1.190ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ §1.191τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι, §1.192ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.
太ももの傍らから鋭い剣を抜いて、他の者たちを立ち退かせ、アトレウスの子を殺害すべきか、それとも怒りを鎮めて、心を抑えるべきか。
§1.193ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, §1.194ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη §1.195οὐρανόθεν·
彼がこれらを心と魂の中で思い巡らし、鞘から大きな剣を引き抜こうとしていたまさにその時、アテナが天からやってきた。
πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη §1.196ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
白き腕の女神ヘラが、二人のいずれをも等しく心から愛し、気遣って、彼女を遣わしたからである。
§1.197στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
彼女は背後に立ち、金髪の髪を掴んでペレウスの子を引き留めた。
§1.198οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·
彼だけにその姿を現し、他の誰にも見えなかった。
§1.199θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω
アキレウスは驚愕し、振り返った。
§1.200Παλλάδʼ Ἀθηναίην·
彼は直ちにパラス・アテナだと分かった。
δεινὼ δέ οἱ ὄσσε φάανθεν·
彼女の両の目は恐ろしく輝いていた。
§1.201καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
そして彼は声を張り上げ、翼ある言葉で彼女に話しかけた。
§1.202τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;
「アイギスを持つゼウスの娘よ、なぜまたここに来られたのか。
§1.203ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
アトレウスの子アガメムノンの傲慢さを目撃するためですか。 」

語釈・文法注

  1. 1.139ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι — 未来完了形の κεχολώσεται は、ここでは完了のニュアンスではなく「すぐに激怒するであろう」という即時の未来直説法に近い確定的表現として機能している。関係代名詞 ὅν は対格で、到達先を示す ἵκωμαι の直接目的語となっている。
  2. 1.150πείθηται — 接続法現在形であり、反語的・拒絶的な意図を持つ疑惑接続法(deliberative subjunctive)として機能している。「アカイア人の誰が〜従うというのか(従うはずがない)」という強い拒否感を表す。
  3. 1.171ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν — 分詞 ἄτιμος ἐὼν(主格)の主語は、主節の隠れた主語である「私(アキレウス)」を指す。したがって、「私がここで辱められながら、あなたのための富を汲み出す(つもりはない)」と解釈される。

この箇所を引用する

ホメロス, イリアス §1.138-1.203. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:1.138-1.203

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。