否则我将亲自去拿,拿走你、或埃阿斯、或奥德修斯的恩赏并带走;而我所造访的那个人将会动怒。
§1.140ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, §1.141νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, §1.142ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην §1.143θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον §1.144βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, §1.145ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς §1.146ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν, §1.147ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.
但这些事情我们以后可以再行商议,现在,来吧,让我们把黑船推入神圣的大海,在船上召集合适的桨手,放上百牛大祭的生牲,并让美丽脸颊的克律塞伊斯本人登船;让一位参议的贵人充当首领,或是埃阿斯,或是伊多墨纽斯,或是高贵的奥德修斯,或是你,佩琉斯之子,所有人中最可怕的男人,好让你主持祭祀,为我们抚慰远射之神。
§1.148τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §1.149ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον §1.150πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν §1.151ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
” 骏足的阿基琉斯狠狠地瞪着他回答道: “啊,披着无耻外衣、满脑子贪图私利的人,阿开亚人中谁会心甘情愿地听从你的命令,去长途跋涉,或是与敌人们奋力厮杀?
§1.152οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων §1.153δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν· §1.154οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους, §1.155οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ §1.156καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ §1.157οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· §1.158ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς, §1.159τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα §1.160πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις· §1.161καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, §1.162ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
我并不是为了那些手持长枪的特洛伊人而来此交战的,因为他们对我并没有任何过错;他们从未赶走过我的牛群,也未抢走过我的马匹,也从未在土地肥沃、孕育勇士的弗提亚糟蹋过庄稼,因为在我们之间横亘着许多阴暗的大山和波涛汹涌的大海;可是你这极度无耻的家伙,我们跟随你是为了让你高兴,为墨涅拉奥斯和你这狗脸的家伙向特洛伊人索取赔偿;而你对这些却毫不顾及,也不放在心上;现在你竟然威胁要亲自夺走我的恩赏,那是我历经千辛万苦得来的,是阿开亚之子们赏赐给我的。
§1.163οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ §1.164Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον· §1.165ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο §1.166χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, §1.167σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε §1.168ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.
每当阿开亚人攻克特洛伊人居住繁华的城池时,我从未获得过与你相等的恩赏;虽然这激烈战斗的大部分工作都是由我的双手来承担的;但每当分配战利品时,你的恩赏总是多得多,而我则带着微薄却珍贵的东西回到我的船上,当我因战斗而疲惫不堪的时候。
§1.169νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν §1.170οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω §1.171ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.
如今我要回弗提亚去,因为乘着弯曲的战船回家去要好得多,我不打算在这里承受耻辱,同时还为你捞取财富和宝藏。
§1.172τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· §1.173φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε §1.174λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι §1.175οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.
” 接着,人类之王阿伽门农回答他: “如果你的心急于离开,那就尽管逃吧,我绝不为了我而恳求你留下;我身边还有其他人会敬重我,尤其是深谋远虑的宙斯。
§1.176ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· §1.177αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε· §1.178εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν· §1.179οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι §1.180Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω, §1.181οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε· §1.182ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων, §1.183τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι §1.184πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον §1.185αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς §1.186ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος §1.187ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.
在宙斯培育的国王中,你是我最憎恨的一个;因为你永远只喜欢争吵、战争和打斗;如果你力量极其强大,那大概也是神明所赐予你的;带着你的战船和你的同伴们回家去,去统治你的密尔弥多恩人吧,我不在乎你,也不在乎你的愤怒;但我将这样威胁你:既然福玻斯·阿波罗夺走了我的克律塞伊斯,我将用我的船和我的伙伴们把她送回去,但我将亲自去你的营帐,带走美丽脸颊的布里塞伊斯,即你的恩赏,好让你清楚地知道我比你强大多少,也让别人不敢自命与我平等,并在我面前妄自比肩。
§1.188ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ §1.189στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν, §1.190ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ §1.191τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι, §1.192ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.
” 他这样说着;佩琉斯之子心中升起痛苦,在他毛发蓬松的胸膛里,他的心在两条路之间犹豫不决,究竟是该从大腿旁拔出锋利的宝剑,把众人轰开,然后刺死阿特柔斯之子,还是该平息怒火,克制自己的情绪。
§1.193ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, §1.194ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη §1.195οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη §1.196ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· §1.197στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα §1.198οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο· §1.199θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω §1.200Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν· §1.201καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
正当他在心底和灵魂中权衡这些,并正从鞘中拔出巨剑时,雅典娜从天降临;因为白臂女神赫拉派她前来,赫拉在心中对他们两人同样疼爱和关怀;雅典娜站在他身后,揪住佩琉斯之子的金色头发,只向他一人显现;而其他人中谁也看不见她;阿基琉斯大吃一惊,转过身来,立刻认出帕拉斯·雅典娜;她的双眼闪烁着可怕的光芒;于是他提高声音,用羽翼般的话语对她说道: “执盾宙斯之女啊,你为何又来到这里?