Humanitext Reader

ホメロス · イリアス §1.204-1.270

アキレウスの誓言と老将ネストルの調停

4 / 226 箇所 · ギリシア語

要旨

アテナは怒り狂うアキレウスを説得して剣を収めさせ、アキレウスはアガメムノンを言葉で激しく非難して誓いを立てる。その後、ピュロスの老将ネストルが立ち上がり、二人の和解を求めて語り始める。

§1.204ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·
だが、お前に告げておこう。 そしてこれは実現されると私は思う。
§1.205ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.
お前はその傲慢さゆえに、遠からず命を落とすことになるだろう。
§1.206τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
」彼に対して、再び輝く目の女神アテナが語りかけた。
§1.207ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, §1.208οὐρανόθεν·
「私はお前の怒りを鎮めるために天からやって来た、もしお前が従うなら。
πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη §1.209ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
白き腕の女神ヘラが私を遣わしたのだ、二人のいずれをも等しく心から愛し、気遣って。
§1.210ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·
さあ、争いをやめ、手で剣を引くのはやめよ。
§1.211ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·
だが、言葉によって、それがどのようになるかを激しく非難するがよい。
§1.212ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
なぜなら、私はこのように告げるが、それは必ず実現されるからだ。
§1.213καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα §1.214ὕβριος εἵνεκα τῆσδε·
この傲慢な行いのゆえに、いつの日かお前には三倍もの素晴らしい贈り物が与えられるだろう。
σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.
だから、自らを抑え、私たちに従うがよい。
§1.215τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
」彼女に答えて、駿足のアキレウスが言った。
§1.216χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι §1.217καὶ μάλα περ θυμῷ κεχολωμένον·
「女神よ、たとえ心の中で激しく怒り狂っていようとも、あなたがた二人の言葉を守らねばならない。
ὧς γὰρ ἄμεινον·
その方が遥かに良いのだから。
§1.218ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ.
神々に従う者には、神々もまた耳を傾けてくださる。
§1.219ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, §1.220ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε
」彼はこう言い、銀の柄に重い手をかけ、大きな剣を鞘へと押し戻した。
§1.221μύθῳ Ἀθηναίης·
アテナの言葉に背かなかった。
ἣ δʼ Οὔλυμπον δὲ βεβήκει §1.222δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
彼女はオリンポスへと去って行った、アイギスを持つゼウスの館、他の神々のもとへ。
§1.223Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν §1.224Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·
ペレウスの子は再び、激しい言葉でアトレウスの子に語りかけ、まだ怒りを収めようとはしなかった。
§1.225οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο, §1.226οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι §1.227οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν §1.228τέτληκας θυμῷ·
「酒に溺れ、犬の目と鹿の心臓を持つ者よ、お前は一度として、民とともに武装して戦いに出ることも、アカイア人の精鋭たちとともに待ち伏せに加わることも、心から勇気を出して行おうとしなかった。
τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
それはお前にとって死を意味するように思えるのだ。
§1.229ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν §1.230δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·
アカイア人の広い軍勢の中で、お前に逆らう言葉を吐く者の恩賞を奪い取る方が、お前にとってはるかに好都合なのだ。
§1.231δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
民を食らう王よ、お前が支配しているのは取るに足らない者たちだからだ。
§1.232ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.
さもなければ、アトレウスの子よ、今回がお前の最後の無礼となっていたであろう。
§1.233ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
だが、お前に厳かに告げ、大きな誓いを立てよう。
§1.234ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
この笏にかけて誓う。
§1.235φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, §1.236οὐδʼ ἀναθηλήσει·
これは二度と葉や枝を茂らせることはない、山の中で切り株を離れて以来、再び芽吹くこともない。
περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε §1.237φύλλά τε καὶ φλοιόν·
青銅の刃がその葉と皮を削ぎ落としたからだ。
νῦν αὖτέ μιν υἷες Ἀχαιῶν §1.238ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας §1.239πρὸς Διὸς εἰρύαται·
いまやアカイアの子らのうち、裁判官たち、ゼウスより法秩序を託されて守る者たちが、これを手に携えている。
ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·
これが、お前に対する大いなる誓いだ。
§1.240ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν §1.241σύμπαντας·
いつか必ずアキレウスへの切望が、アカイアの子ら全員に訪れるだろう。
τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ §1.242χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο §1.243θνήσκοντες πίπτωσι·
そのとき、お前はどれほど深く苦しもうとも、救うことはできない、多くの者が人殺しのヘクトルによって命を落として倒れるときに。
σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις §1.244χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.
お前は胸の中で、アカイアの最高の男を全く重んじなかったことを悔やみ、自らの心を苛むことだろう。
§1.245ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ §1.246χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·
」ペレウスの子はこう語り、金の鋲を打った笏を地に投げつけ、自ら腰を下ろした。
§1.247Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε·
アトレウスの子は反対側で激怒していた。
τοῖσι δὲ Νέστωρ §1.248ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,
彼らの間に、甘い言葉を語る、ピュロス人の高らかな雄弁家ネストルが立ち上がった。
§1.249τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·
彼の舌からは、蜜よりも甘い声が流れていた。
§1.250τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
彼の生涯において、すでに言葉を話す人間たちの二世代が滅び去っていた。
§1.251ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο
彼らはかつて、神聖なピュロスにおいて彼とともに育ち、生まれた者たちであった。
§1.252ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
彼は今や三世代目の者たちを支配していた。
§1.253ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
彼は彼らを思い、善意をもって演説し、語りかけた。
§1.254ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·
「ああ、なんということだ、大いなる悲哀がアカイアの地に及んでいる。
§1.255ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες §1.256ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ §1.257εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν, §1.258οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.
プリアモスとその息子たちは大いに喜び、他のトロイア人たちも心から大いに歓喜することだろう、もし彼らが、争い合っているお前たち二人のこのすべてのことを知るならば、お前たちはダナオス人の中で、評議においても戦闘においても最も優れているというのに。
§1.259ἀλλὰ πίθεσθʼ·
だが、私の言葉に従うがよい。
ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·
お前たち二人はともに私より若いのだから。
§1.260ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν §1.261ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.
かつて私は、お前たちよりも優れた男たちとさえ交わったが、彼らは決して私を軽んじることはなかった。
§1.262οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, §1.263οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν §1.264Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον §1.265Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
私はこれほどまでの男たちを未だ見たことがないし、今後見ることもないだろう、ペイリトオスや、民の牧者たるドリュアス、カイネウス、エクサディオス、そして神に等しいポリュペモス、さらには不死の神々に似たアイゲウスの子テセウスのような男たちを。
§1.266κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
彼らこそ、地上に生まれた男たちの中で最も強き者たちであった。
§1.267κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο §1.268φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.
彼らは最も強く、そして最も強い山に住む野獣たちと戦い、彼らを徹底的に滅ぼしたのだ。
§1.269καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν §1.270τηλόθεν ἐξ ἀπίης γαίης·
私はピュロスから、遥か彼方の遠い土地から赴いて、彼らと交わった。
καλέσαντο γὰρ αὐτοί·
彼ら自身が私を招いたからだ。

語釈・文法注

  1. 1.207αἴ κε πίθηαι — αἴ κε はホメロス方言で εἴ κεν(もし〜ならば)に相当し、接続法中期二人称単数形 πίθηαι(従う)を伴って、条件や期待を表す。ここではアテナが「もしアキレウスが自発的に従うならば」という前提を穏やかに提示している。
  2. 1.216σφωΐτερόν γε — 二人称双数所有形容詞 σφωΐτερος(あなたがた二人の)は、ここではアキレウスに引き留めを促しているアテナと、彼女を遣わしたヘラの二柱の女神を指す。対格の名詞 ἔπος(言葉)に係り、アキレウスが神々の意志に従うべき義務(χρή)を表している。
  3. 1.232ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο — 助辞 ἄν と希求法過去(アオリスト) λωβήσαιο の組み合わせは、ホメロスにおいて過去の反実仮想(潜在的結果)を表現しうる。「(神の介入がなければ)さもなければ、アトレウスの子よ、今回がお前の最後の無礼となっていただろうに」という意味になる。
  4. 1.258περὶ μὲν βουλὴν ... περὶ δʼ ἐστὲ μάχεσθαι — 前置詞 περί が対格 βουλὴν と不定詞 μάχεσθαι の両方に係り、副詞的(あるいは περίειμι などの複合動詞から動詞が分離した tmesis 的)に「〜において優れている」という意味を表す。二人の卓越性を対比的に強調する。
  5. 1.262οὐδέ ἴδωμαι — 接続法 ἴδωμαι が否定の οὐδέ とともに用いられ、未来の強い否定(「二度と見ることはないだろう」)を表している。直説法過去形 ἴδον(私は見た)と対比され、過去にも、また将来においてもそのような英雄たちを見ることはないというネストルの確信を示す。

この箇所を引用する

ホメロス, イリアス §1.204-1.270. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:1.204-1.270

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。