§2#2πρὸ πολλοῦ δ’ ἂν ἐποιησάμην ἐπιστεῖλαί σοι ταῦτα πρὸ τῆς στρατείας, ἵν’ εἰ μὲν ἐπείσθης, μὴ τηλικούτῳ κινδύνῳ περιέπεσες, εἰ δ’ ἠπίστησας, μὴ συμβουλεύειν ἐδόκουν ταὐτὰ τοῖς ἤδη διὰ τὸ πάθος ὑπὸ πάντων ἐγνωσμένοις, ἀλλὰ τὸ συμβεβηκὸς ἐμαρτύρει τοὺς λόγους ὀρθῶς ἔχειν τοὺς ὑπ’ ἐμοῦ περὶ αὐτῶν εἰρημένους.
私は、この遠征の前にあなたにこれらのことを書き送ることを何より望んでいた。 そうすれば、もしあなたが説得されていたなら、これほどの危険に見舞われずに済んだであろうし、もし信じなかったとしても、事件のせいで今や誰もが知っているのと同じことを私が助言しているようには見えず、むしろ、起こった出来事自体が、それらについて私が語った言葉が正しかったことを証明してくれたであろうから。
πολλὰ δ’ ἔχων εἰπεῖν διὰ τὴν τοῦ πράγματος φύσιν παύσομαι λέγων·
この問題の性質上、語るべきことは数多くあるが、私は語るのをやめよう。
οἶμαι γὰρ καὶ σὲ καὶ τῶν ἑταίρων τοὺς σπουδαιοτάτους ῥᾳδίως ὁπόσ’ ἂν βούλησθε προσθήσειν τοῖς εἰρημένοις.
というのも、あなたもあなたの同志たちの中で最も優れた人々も、語られたことに望むだけのことを容易に付け加えるであろうと思うからである。
πρὸς δὲ τούτοις φοβοῦμαι τὴν ἀκαιρίαν·
これらに加えて、私は不適切になることを恐れている。
καὶ γὰρ νῦν κατὰ μικρὸν προϊὼν ἔλαθον ἐμαυτὸν οὐκ εἰς ἐπιστολῆς συμμετρίαν ἀλλ’ εἰς λόγου μῆκος ἐξοκείλας.
なぜなら、今も少しずつ書き進めるうちに、自分でも気づかないうちに手紙の適切な長さを超えて、演説の長さにまで逸脱してしまったからである。
οὐ μὴν ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων οὐ παραλειπτέον ἐστὶ τὰ περὶ τῆς πόλεως, ἀλλὰ πειρατέον παρακαλέσαι σε πρὸς τὴν οἰκειότητα καὶ τὴν χρῆσιν αὐτῆς.
しかしながら、これらの事情がそのようであるとしても、わが国家に関する事柄を省略すべきではなく、あなたに我が国との親交と協力を求めるよう努めねばならない。
οἶμαι γὰρ πολλοὺς εἶναι τοὺς ἀπαγγέλλοντας καὶ λέγοντας οὐ μόνον τὰ δυσχερέστατα τῶν περὶ σοῦ παρ’ ἡμῖν εἰρημένων, ἀλλὰ καὶ παρ’ αὑτῶν προστιθέντας·
というのも、私たちの間であなたについて語られた極めて不快な事柄を報告し語るだけでなく、自ら作り話さえ付け加える者が多くいると思うからである。
οἷς οὐκ εἰκὸς προσέχειν τὸν νοῦν.
彼らに心を留めるのは妥当ではない。
καὶ γὰρ ἂν ἄτοπον ποιοίης, εἰ τὸν μὲν δῆμον τὸν ἡμέτερον ψέγοις ὅτι ῥᾳδίως πείθεται τοῖς διαβάλλουσιν, αὐτὸς δὲ φαίνοιο πιστεύων τοῖς τὴν τέχνην ταύτην ἔχουσι, καὶ μὴ γιγνώσκοις ὡς ὅσῳπερ ἂν τὴν πόλιν εὐαγωγοτέραν ὑπὸ τῶν τυχόντων οὖσαν ἀποφαίνωσι, τοσούτῳ μᾶλλόν σοι συμφερόντως ἔχουσαν αὐτὴν ἐπιδεικνύουσιν.
というのも、あなたが我が国の民衆に対して「中傷する者たちに容易に説得される」と非難しながら、あなた自身がそのような技術を持つ者たちを信じているように見え、また、彼らが我が国を「誰にでも容易に誘導されやすい」と示せば示すほど、それだけ我が国があなたにとって好都合な状態にあることを示しているのだ、ということを理解しないなら、奇妙なことをしていることになるからである。
εἰ γὰρ οἱ μηδὲν ἀγαθὸν οἷοί τ’ ὄντες ποιῆσαι διαπράττονται τοῖς λόγοις ὅ τι ἂν βουληθῶσιν, ἦ που σέ γε προσήκει τὸν πλεῖστ’ ἂν ἔργῳ δυνάμενον εὐεργετῆσαι μηδενὸς ἀποτυχεῖν παρ’ ἡμῶν.
もし善いことを何一つできない者たちが、言葉によって望む通りのことを成し遂げているのだとすれば、実際に行動によって最大の恩恵を施すことのできるあなたこそ、我が国から何も得られないということはあってはならないはずである。
ἡγοῦμαι δὲ δεῖν πρὸς μὲν τοὺς πικρῶς τῆς πόλεως ἡμῶν κατηγοροῦντας ἐκείνους ἀντιτάττεσθαι τοὺς πάντα τἀναντί’ εἶναι λέγοντας καὶ τοὺς μήτε μεῖζον μήτ’ ἔλαττον αὐτὴν ἠδικηκέναι φάσκοντας·
私は、我が国を厳しく告発する者たちに対しては、全く逆のことを言い、我が国は大小を問わず何ら不正を行っていないと主張する者たちを対抗させるべきだと考える。
ἐγὼ δ’ οὐδὲν ἂν εἴποιμι τοιοῦτον·
しかし、私はそのようなことは一切言わない。
αἰσχυνθείην γὰρ ἄν, εἰ τῶν ἄλλων μηδὲ τοὺς θεοὺς ἀναμαρτήτους εἶναι νομιζόντων αὐτὸς τολμῴην λέγειν, ὡς οὐδὲν πώποθ’ ἡ πόλις ἡμῶν πεπλημμέληκεν.
なぜなら、他の人々が神々さえも無謬であるとは思っていないのに、私自身が、我が国はこれまで一度も過ちを犯したことがないとあえて言うならば、恥じることになるからである。
οὐ μὴν ἀλλ’ ἐκεῖν’ ἔχω περὶ αὐτῆς εἰπεῖν, ὅτι χρησιμωτέραν οὐκ ἂν εὕροις ταύτης οὔτε τοῖς Ἕλλησιν οὔτε τοῖς σοῖς πράγμασιν·
しかしながら、我が国について私は次のことを言うことができる。 すなわち、ギリシア人にとっても、あなたの諸事にとっても、これ以上に有益な国をあなたは見出すことはできないだろう、ということである。
ᾧ μάλιστα προσεκτέον τὸν νοῦν ἐστίν.
これこそ最も注意を払うべき点である。
οὐ γὰρ μόνον συναγωνιζομένη γίγνοιτ’ ἂν αἰτία σοι πολλῶν ἀγαθῶν, ἀλλὰ καὶ φιλικῶς ἔχειν δοκοῦσα μόνον·
なぜなら、我が国は共闘することによって、あなたに多くの善きものをもたらす原因となるだけでなく、単に友好関係にあると思われるだけでも有益だからである。
τούς τε γὰρ ὑπὸ σοὶ νῦν ὄντας ῥᾷον ἂν κατέχοις, εἰ μηδεμίαν ἔχοιεν ἀποστροφήν, τῶν τε βαρβάρων οὓς βουληθείης θᾶττον ἂν καταστρέψαιο.
そうであれば、現在あなたの支配下にある者たちが逃げ場を失うため、あなたは彼らをより容易に支配下に留めておくことができ、またあなたが征服したいと望む野蛮人をより速やかに屈服させることができるからである。
καίτοι πῶς οὐ χρὴ προθύμως ὀρέγεσθαι τῆς τοιαύτης εὐνοίας, δι’ ἣν οὐ μόνον τὴν ὑπάρχουσαν ἀρχὴν ἀσφαλῶς καθέξεις, ἀλλὰ καὶ πολλὴν ἑτέραν ἀκινδύνως προσκτήσει;
そうであるなら、すでに手にしている支配権を安全に維持するだけでなく、他の多くの土地を危険なく手に入れることができるような、そのような好意をどうして熱心に求めようとしないでいられようか。
θαυμάζω δ’ ὅσοι τῶν τὰς δυνάμεις ἐχόντων τὰ μὲν τῶν ξενιτευομένων στρατόπεδα μισθοῦνται καὶ χρήματα πολλὰ δαπανῶσι, συνειδότες ὅτι πλείους ἠδίκηκε τῶν πιστευσάντων αὐτοῖς ἢ σέσωκε, τὴν δὲ πόλιν τὴν τηλικαύτην δύναμιν κεκτημένην μὴ πειρῶνται θεραπεύειν, ἣ καὶ μίαν ἑκάστην τῶν πόλεων καὶ σύμπασαν τὴν Ἑλλάδα πολλάκις ἤδη σέσωκεν.
しかし、権力を持つ人々の中で、傭兵たちの軍隊を雇い、多大な費用を費やしながら、彼らが自分たちを信じた人々を救ったよりも多く害してきたことを知りつつも、これほど大きな力を有し、個々の都市やギリシア全体をすでに何度も救ってきた我が国を、懐柔しようと試みない人々がいることに、私は驚きを禁じ得ない。
ἐνθυμοῦ δ’ ὅτι πολλοῖς καλῶς βεβουλεῦσθαι δοκεῖς ὅτι δικαίως κέχρησαι Θετταλοῖς καὶ συμφερόντως ἐκείνοις, ἀνδράσιν οὐκ εὐμεταχειρίστοις, ἀλλὰ μεγαλοψύχοις καὶ στάσεως μεστοῖς.
あなたがテッサリア人たち、すなわち扱いが容易ではなく気位が高く内紛に満ちた人々に対して、公正にかつ彼らにとって有益に対処したことによって、多くの人々から賢明に判断したと思われていることを心に留めよ。
χρὴ τοίνυν καὶ περὶ ἡμᾶς πειρᾶσθαι γίγνεσθαί σε τοιοῦτον, ἐπιστάμενον ὅτι τὴν μὲν χώραν Θετταλοί, τὴν δὲ δύναμιν ἡμεῖς ὅμορόν σοι τυγχάνομεν ἔχοντες, ἣν ἐκ παντὸς τρόπου ζήτει προσαγαγέσθαι.
それゆえ、テッサリア人は領土において、私たちはその力において、あなたの隣人となっていることを承知した上で、私たちに対しても同様の態度をとるよう努めるべきである。 その力を、あらゆる方法で味方に引き入れるよう努めなばならない。
πολὺ γὰρ κάλλιόν ἐστι τὰς εὐνοίας τὰς τῶν πόλεων αἱρεῖν ἢ τὰ τείχη.
なぜなら、国家の好意を勝ち取ることは、その城壁を奪うことよりもはるかに素晴らしいことだからである。
τὰ μὲν γὰρ τοιαῦτα τῶν ἔργων οὐ μόνον ἔχει φθόνον, ἀλλὰ καὶ τῶν τοιούτων τὴν αἰτίαν τοῖς στρατοπέδοις ἀνατιθέασιν·
後者のような行為は嫉妬を招くだけでなく、そのような事柄の責任は軍隊に帰せられる。
ἢν δὲ τὰς οἰκειότητας καὶ τὰς εὐνοίας κτήσασθαι δυνηθῇς, ἅπαντες τὴν σὴν διάνοιαν ἐπαινέσονται.
しかし、もしあなたが親交と好意を獲得することができるなら、すべての人があなたの意図を称賛するであろう。
δικαίως δ’ ἄν μοι πιστεύοις οἷς εἴρηκα περὶ τῆς πόλεως·
あなたが、我が国について私が語ったことを信じるのは正当である。
φανήσομαι γὰρ οὔτε κολακεύειν αὐτὴν ἐν τοῖς λόγοις εἰθισμένος, ἀλλὰ πλεῖστα πάντων ἐπιτετιμηκώς, οὔτ’ εὖ παρὰ τοῖς πολλοῖς καὶ τοῖς εἰκῇ δοκιμάζουσι φερόμενος, ἀλλ’ ἀγνοούμενος ὑπ’ αὐτῶν καὶ φθονούμενος ὥσπερ σύ.
というのも、私は言論において国をお世辞で飾ることに慣れておらず、むしろ誰よりも多く批難してきたことが明らかになるであろうし、多くの人々や軽率に判断する人々の間で評判が良いわけでもなく、むしろあなたと同じように、彼らに誤解され、嫉妬されているからである。
πλὴν τοσοῦτον διαφέρομεν, ὅτι πρὸς σὲ μὲν διὰ τὴν δύναμιν καὶ τὴν εὐδαιμονίαν οὕτως ἔχουσι, πρὸς δ’ ἐμέ, διότι προσποιοῦμαι τὸ βέλτιον αὐτῶν φρονεῖν καὶ πλείους ὁρῶσιν ἐμοὶ διαλέγεσθαι βουλομένους ἢ σφίσιν αὐτοῖς.
ただし、私たちはこれだけの違いがある。 すなわち、彼らがあなたに対してはその力と幸福のゆえにそのような態度をとるのに対し、私に対しては、私が彼らよりも優れた考えを持っていると自負しており、また自分たち自身よりも私と対話したいと望む人々の方が多いのを目にしているからである。
ἠβουλόμην δ’ ἂν ἡμῖν ὁμοίως ῥᾴδιον εἶναι τὴν δόξαν ἣν ἔχομεν παρ’ αὐτοῖς διαφεύγειν.
私たちにとって、彼らの間で私たちが得ている評判を免れることが、同様に容易であればよかったのだが。
νῦν δὲ σὺ μὲν οὐ χαλεπῶς, ἢν βουληθῇς, αὐτὴν διαλύσεις, ἐμοὶ δ’ ἀνάγκη καὶ διὰ τὸ γῆρας καὶ δι’ ἄλλα πολλὰ στέργειν τοῖς παροῦσιν.
しかし実際には、あなたは望むならば容易にそれを解消できるだろうが、私にとっては、老齢のせいもあり、また他の多くの理由からも、現状に甘んじるほかないのである。
οὐκ οἶδ’ ὅ τι δεῖ πλείω λέγειν πλὴν τοσοῦτον, ὅτι καλόν ἐστι τὴν βασιλείαν καὶ τὴν εὐδαιμονίαν τὴν ὑπάρχουσαν ὑμῖν παρακαταθέσθαι τῇ τῶν Ἑλλήνων εὐνοίᾳ.
これ以上多くを語る必要が何があるか分からないが、ただこれだけは言っておこう。 あなた方に現にある王権と幸福を、ギリシア人の好意に委ねることは素晴らしいことである、と。