§2#2πρὸ πολλοῦ δ’ ἂν ἐποιησάμην ἐπιστεῖλαί σοι ταῦτα πρὸ τῆς στρατείας, ἵν’ εἰ μὲν ἐπείσθης, μὴ τηλικούτῳ κινδύνῳ περιέπεσες, εἰ δ’ ἠπίστησας, μὴ συμβουλεύειν ἐδόκουν ταὐτὰ τοῖς ἤδη διὰ τὸ πάθος ὑπὸ πάντων ἐγνωσμένοις, ἀλλὰ τὸ συμβεβηκὸς ἐμαρτύρει τοὺς λόγους ὀρθῶς ἔχειν τοὺς ὑπ’ ἐμοῦ περὶ αὐτῶν εἰρημένους.
我本该在远征前就将这些话写信告诉你,对此我将不胜感激。 这样一来,如果你被说服了,就不会陷入如此巨大的危险;如果你不相信,我也不会显得是在提出那些因灾难发生而现在已人人皆知的同样建议,反而是发生的事实本身就会证明,我先前关于这些事所说的话是正确的。
πολλὰ δ’ ἔχων εἰπεῖν διὰ τὴν τοῦ πράγματος φύσιν παύσομαι λέγων·
尽管由于事情的性质,我还有很多话可说,但我将停止叙述。
οἶμαι γὰρ καὶ σὲ καὶ τῶν ἑταίρων τοὺς σπουδαιοτάτους ῥᾳδίως ὁπόσ’ ἂν βούλησθε προσθήσειν τοῖς εἰρημένοις.
因为我认为,你和你最杰出的同伴们都很容易根据已说的话,尽情地添加你们所想的内容。
πρὸς δὲ τούτοις φοβοῦμαι τὴν ἀκαιρίαν· καὶ γὰρ νῦν κατὰ μικρὸν προϊὼν ἔλαθον ἐμαυτὸν οὐκ εἰς ἐπιστολῆς συμμετρίαν ἀλλ’ εἰς λόγου μῆκος ἐξοκείλας.
此外,我害怕不合时宜;因为即使是现在,我一点点写下去,不知不觉中已经偏离了书信应有的篇幅,而陷入了演说的长度。
οὐ μὴν ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων οὐ παραλειπτέον ἐστὶ τὰ περὶ τῆς πόλεως, ἀλλὰ πειρατέον παρακαλέσαι σε πρὸς τὴν οἰκειότητα καὶ τὴν χρῆσιν αὐτῆς.
然而,尽管情况如此,关于我们城邦的事事务必不能忽略,而必须尝试劝导你与她建立亲密关系和合作。
οἶμαι γὰρ πολλοὺς εἶναι τοὺς ἀπαγγέλλοντας καὶ λέγοντας οὐ μόνον τὰ δυσχερέστατα τῶν περὶ σοῦ παρ’ ἡμῖν εἰρημένων, ἀλλὰ καὶ παρ’ αὑτῶν προστιθέντας· οἷς οὐκ εἰκὸς προσέχειν τὸν νοῦν.
因为我认为有许多人不仅向你报告我们这里所说的关于你的最令人不快的话,而且还自己添油加醋;对这些人,你实在不该予以理会。
καὶ γὰρ ἂν ἄτοπον ποιοίης, εἰ τὸν μὲν δῆμον τὸν ἡμέτερον ψέγοις ὅτι ῥᾳδίως πείθεται τοῖς διαβάλλουσιν, αὐτὸς δὲ φαίνοιο πιστεύων τοῖς τὴν τέχνην ταύτην ἔχουσι, καὶ μὴ γιγνώσκοις ὡς ὅσῳπερ ἂν τὴν πόλιν εὐαγωγοτέραν ὑπὸ τῶν τυχόντων οὖσαν ἀποφαίνωσι, τοσούτῳ μᾶλλόν σοι συμφερόντως ἔχουσαν αὐτὴν ἐπιδεικνύουσιν.
因为如果你一方面指责我们的民众容易听信谗言,另一方面自己却显得相信那些以此为业的人,并且没有意识到,他们越是把我们城邦描绘成容易被任何人诱导,就越是向你表明她对你是有利的,那你所做的就是一件怪事了。
εἰ γὰρ οἱ μηδὲν ἀγαθὸν οἷοί τ’ ὄντες ποιῆσαι διαπράττονται τοῖς λόγοις ὅ τι ἂν βουληθῶσιν, ἦ που σέ γε προσήκει τὸν πλεῖστ’ ἂν ἔργῳ δυνάμενον εὐεργετῆσαι μηδενὸς ἀποτυχεῖν παρ’ ἡμῶν.
因为如果那些无法做出任何善事的人都能通过语言实现他们所想的一切,那么,确实应该是由在行动上最能造福我们的你,在我们这里不会遭到任何拒绝。
ἡγοῦμαι δὲ δεῖν πρὸς μὲν τοὺς πικρῶς τῆς πόλεως ἡμῶν κατηγοροῦντας ἐκείνους ἀντιτάττεσθαι τοὺς πάντα τἀναντί’ εἶναι λέγοντας καὶ τοὺς μήτε μεῖζον μήτ’ ἔλαττον αὐτὴν ἠδικηκέναι φάσκοντας·
我认为,面对那些严厉控诉我们城邦的人,应当让那些说出完全相反的话、并声称我们城邦无论大事小事都未曾犯错的人去对抗他们;但我决不会说这样的话。
ἐγὼ δ’ οὐδὲν ἂν εἴποιμι τοιοῦτον· αἰσχυνθείην γὰρ ἄν, εἰ τῶν ἄλλων μηδὲ τοὺς θεοὺς ἀναμαρτήτους εἶναι νομιζόντων αὐτὸς τολμῴην λέγειν, ὡς οὐδὲν πώποθ’ ἡ πόλις ἡμῶν πεπλημμέληκεν.
因为如果其他人都认为连神明都不是无懈可击的,我自己却敢说我们的城邦从未犯过任何过错,那我将会感到羞耻。
οὐ μὴν ἀλλ’ ἐκεῖν’ ἔχω περὶ αὐτῆς εἰπεῖν, ὅτι χρησιμωτέραν οὐκ ἂν εὕροις ταύτης οὔτε τοῖς Ἕλλησιν οὔτε τοῖς σοῖς πράγμασιν· ᾧ μάλιστα προσεκτέον τὸν νοῦν ἐστίν.
然而,关于我们的城邦,我可以说的是:你找不到比她对希腊人或对你自己的事务更有用的城邦了;这是你最应该注意的一点。
οὐ γὰρ μόνον συναγωνιζομένη γίγνοιτ’ ἂν αἰτία σοι πολλῶν ἀγαθῶν, ἀλλὰ καὶ φιλικῶς ἔχειν δοκοῦσα μόνον·
因为她不仅可以通过并肩作战,成为给你带来许多福泽的原因,而且仅仅显得友好就已足够。
τούς τε γὰρ ὑπὸ σοὶ νῦν ὄντας ῥᾷον ἂν κατέχοις, εἰ μηδεμίαν ἔχοιεν ἀποστροφήν, τῶν τε βαρβάρων οὓς βουληθείης θᾶττον ἂν καταστρέψαιο.
因为如果他们没有退路,你就能更容易地掌控现在处于你统治下的人,并且能够更快地降服你所希望的野蛮人。
καίτοι πῶς οὐ χρὴ προθύμως ὀρέγεσθαι τῆς τοιαύτης εὐνοίας, δι’ ἣν οὐ μόνον τὴν ὑπάρχουσαν ἀρχὴν ἀσφαλῶς καθέξεις, ἀλλὰ καὶ πολλὴν ἑτέραν ἀκινδύνως προσκτήσει;
既然如此,通过这种好意,你不仅能安全地保有现有的帝国,还能在没有危险的情况下获得许多其他领土,那又怎么能不积极地去争取这种好意呢?
θαυμάζω δ’ ὅσοι τῶν τὰς δυνάμεις ἐχόντων τὰ μὲν τῶν ξενιτευομένων στρατόπεδα μισθοῦνται καὶ χρήματα πολλὰ δαπανῶσι, συνειδότες ὅτι πλείους ἠδίκηκε τῶν πιστευσάντων αὐτοῖς ἢ σέσωκε, τὴν δὲ πόλιν τὴν τηλικαύτην δύναμιν κεκτημένην μὴ πειρῶνται θεραπεύειν, ἣ καὶ μίαν ἑκάστην τῶν πόλεων καὶ σύμπασαν τὴν Ἑλλάδα πολλάκις ἤδη σέσωκεν.
让我感到惊讶的是,在那些手握重权的人中,有许多人雇佣外邦雇佣军并花费巨资,明明深知这些人伤害信任他们的人多过解救他们,却不试着去争取我们这个拥有如此强大力量的城邦,而这个城邦已经多次挽救了每一个个别城邦以及整个希腊。
ἐνθυμοῦ δ’ ὅτι πολλοῖς καλῶς βεβουλεῦσθαι δοκεῖς ὅτι δικαίως κέχρησαι Θετταλοῖς καὶ συμφερόντως ἐκείνοις, ἀνδράσιν οὐκ εὐμεταχειρίστοις, ἀλλὰ μεγαλοψύχοις καὶ στάσεως μεστοῖς.
你还要记住,在许多人看来,你因为对色萨利人——那些不易对付、傲慢且充满内讧的人——采取了公正且对他们有利的态度,而被认为作出了贤明的决策。
χρὴ τοίνυν καὶ περὶ ἡμᾶς πειρᾶσθαι γίγνεσθαί σε τοιοῦτον, ἐπιστάμενον ὅτι τὴν μὲν χώραν Θετταλοί, τὴν δὲ δύναμιν ἡμεῖς ὅμορόν σοι τυγχάνομεν ἔχοντες, ἣν ἐκ παντὸς τρόπου ζήτει προσαγαγέσθαι.
因此,你对我们也应当努力采取同样的态度,并明白色萨利人在领土上与你接壤,而我们在力量上与你相邻,你应当设法通过一切途径将这一力量争取到你这一边。
πολὺ γὰρ κάλλιόν ἐστι τὰς εὐνοίας τὰς τῶν πόλεων αἱρεῖν ἢ τὰ τείχη.
因为赢得城邦的好意,远比攻克她们的城墙要美好得多。
τὰ μὲν γὰρ τοιαῦτα τῶν ἔργων οὐ μόνον ἔχει φθόνον, ἀλλὰ καὶ τῶν τοιούτων τὴν αἰτίαν τοῖς στρατοπέδοις ἀνατιθέασιν· ἢν δὲ τὰς οἰκειότητας καὶ τὰς εὐνοίας κτήσασθαι δυνηθῇς, ἅπαντες τὴν σὴν διάνοιαν ἐπαινέσονται.
因为后一种行为不仅招致嫉妒,人们还会将这类事情的责任归咎于军队;但如果你能够获得亲密关系和好意,所有人都会称赞你的意图。
δικαίως δ’ ἄν μοι πιστεύοις οἷς εἴρηκα περὶ τῆς πόλεως· φανήσομαι γὰρ οὔτε κολακεύειν αὐτὴν ἐν τοῖς λόγοις εἰθισμένος, ἀλλὰ πλεῖστα πάντων ἐπιτετιμηκώς, οὔτ’ εὖ παρὰ τοῖς πολλοῖς καὶ τοῖς εἰκῇ δοκιμάζουσι φερόμενος, ἀλλ’ ἀγνοούμενος ὑπ’ αὐτῶν καὶ φθονούμενος ὥσπερ σύ.
你有理由相信我关于我们城邦所说的话;因为显然,我既不习惯在言论中奉承她,反而对她的批评最多,也不在平庸之辈和那些随意下判断的人中享有盛名,而是像你一样,被他们误解和嫉妒。
πλὴν τοσοῦτον διαφέρομεν, ὅτι πρὸς σὲ μὲν διὰ τὴν δύναμιν καὶ τὴν εὐδαιμονίαν οὕτως ἔχουσι, πρὸς δ’ ἐμέ, διότι προσποιοῦμαι τὸ βέλτιον αὐτῶν φρονεῖν καὶ πλείους ὁρῶσιν ἐμοὶ διαλέγεσθαι βουλομένους ἢ σφίσιν αὐτοῖς.
只不过我们有这点不同:他们对你抱有这种态度是因为你的力量和繁荣,而对我则是由于我自许比他们更有智慧,且他们看到想与我交谈的人比想与他们自己交谈的人还要多。
ἠβουλόμην δ’ ἂν ἡμῖν ὁμοίως ῥᾴδιον εἶναι τὴν δόξαν ἣν ἔχομεν παρ’ αὐτοῖς διαφεύγειν.
我本希望对我们双方来说,摆脱我们在他们那里的名声是同样容易的。
νῦν δὲ σὺ μὲν οὐ χαλεπῶς, ἢν βουληθῇς, αὐτὴν διαλύσεις, ἐμοὶ δ’ ἀνάγκη καὶ διὰ τὸ γῆρας καὶ δι’ ἄλλα πολλὰ στέργειν τοῖς παροῦσιν.
但现状是,如果你愿意,你并不难消除它,而对我来说,无论是由于年迈还是许多其他原因,我都不得不屈从于现状。
οὐκ οἶδ’ ὅ τι δεῖ πλείω λέγειν πλὴν τοσοῦτον, ὅτι καλόν ἐστι τὴν βασιλείαν καὶ τὴν εὐδαιμονίαν τὴν ὑπάρχουσαν ὑμῖν παρακαταθέσθαι τῇ τῶν Ἑλλήνων εὐνοίᾳ.
我不知道还需要再多说什么,除了这一点:将你们现有的王权和幸福寄托于希腊人的好意,是一件美好的事情。