§35ὅ τι ἂν ἀκριβῶσαι βουληθῇς ὧν ἐπίστασθαι προσήκει τοὺς βασιλεῖς, ἐμπειρίᾳ μέτιθι καὶ φιλοσοφίᾳ·
君が、王たちに知ることがふさわしい事柄のうち、正確に習得したいと望むものは何であれ、経験と知恵の探究によって追い求めなさい。
τὸ μὲν γὰρ φιλοσοφεῖν τὰς ὁδούς σοι δείξει, τὸ δʼ ἐπʼ αὐτῶν τῶν ἔργων γυμνάζεσθαι δύνασθαί σε χρῆσθαι τοῖς πράγμασι ποιήσει.
というのも、知恵を求めることは君にその道を示すだろうし、実際の仕事そのものにおいて自らを鍛えることは、君が事態を処理できるようになるようにするだろうからである。
θεώρει τὰ γιγνόμενα καὶ τὰ συμπίπτοντα καὶ τοῖς ἰδιώταις καὶ τοῖς τυράννοις·
一般市民と僭主の双方に起こることや生じる出来事を観察しなさい。
ἂν γὰρ τὰ παρεληλυθότα μνημονεύῃς, ἄμεινον περὶ τῶν μελλόντων βουλεύσει.
もし君が過去のことを記憶しているなら、未来のことについてより良く計画できるだろうから。
§36δεινὸν ἡγοῦ τῶν μὲν ἰδιωτῶν τινας ἐθέλειν ἀποθνήσκειν, ἵνα τελευτήσαντες ἐπαινεθῶσι, τοὺς δὲ βασιλεῖς μὴ τολμᾶν χρῆσθαι τοῖς ἐπιτηδεύμασι τούτοις, ἐξ ὧν ζῶντες εὐδοκιμήσουσιν.
一般市民の中のある人々が、死後に称賛されるために死を望む一方で、王たちが、生きている間に名声を得られるような、そうした行動を実践する勇気を持たないことは、恥ずべきことと考えなさい。
βούλου τὰς εἰκόνας τῆς ἀρετῆς ὑπόμνημα μᾶλλον ἢ τοῦ σώματος καταλιπεῖν.
身体の肖像よりも、徳の肖像を記念として残すことを望みなさい。
μάλιστα μὲν πειρῶ τὴν ἀσφάλειαν καὶ σαυτῷ καὶ τῇ πόλει διαφυλάττειν·
何よりも君自身と国家の双方のために安全を守り抜くよう努めなさい。
ἐὰν δʼ ἀναγκασθῇς κινδυνεύειν, αἱροῦ καλῶς τεθνάναι μᾶλλον ἢ ζῆν αἰσχρῶς.
しかし、もし危険に直面することを強いられたなら、恥辱のうちに生きるよりも見事に死ぬことを選びなさい。
§37ἐν πᾶσι τοῖς ἔργοις μέμνησο τῆς βασιλείας, καὶ φρόντιζε ὅπως μηδὲν ἀνάξιον τῆς τιμῆς ταύτης πράξεις.
すべての行いにおいて自らの王位を念頭に置き、この名誉にふさわしくないことを何も行わないように心がけなさい。
Μὴ περιίδῃς τὴν σαυτοῦ φύσιν ἅπασαν ἅμα διαλυθεῖσαν·
君自身の存在すべてが一度に消滅してしまうのを放置してはならない。
ἀλλʼ ἐπειδὴ θνητοῦ σώματος ἔτυχες, πειρῶ τῆς ψυχῆς ἀθάνατον τὴν μνήμην καταλιπεῖν.
むしろ、君は死すべき身体を授かったのだから、魂の不滅の記憶を残すよう努めなさい。
§38μελέτα περὶ καλῶν ἐπιτηδευμάτων λέγειν, ἵνα συνεθισθῇς ὅμοια τοῖς εἰρημένοις φρονεῖν.
美しき習慣について語ることを練習しなさい、語られたことと同様のことを考えるのに慣れるために。
ἅττʼ ἄν σοι λογιζομένῳ φαίνηται βέλτιστα, ταῦτα τοῖς ἔργοις ἐπιτέλει.
熟考する君にとって最善と思われることは何であれ、それらを実行に移しなさい。
ὧν τὰς δόξας ζηλοῖς, μιμοῦ τὰς πράξεις.
君がその名声を羨む人々の、その行動を模倣しなさい。
ἃ τοῖς αὑτοῦ παισὶν ἂν συμβουλεύσειας, τούτοις αὐτὸς ἐμμένειν ἀξίου.
君が自らの子供たちに勧めるであろうことに、君自身が従い続けるようにしなさい。
χρῶ τοῖς εἰρημένοις ἢ ζήτει βελτίω τούτων.
これまで述べられたことを用いなさい、あるいは、これらより優れたものを探し求めなさい。
§39σοφοὺς νόμιζε μὴ τοὺς ἀκριβῶς περὶ μικρῶν ἐρίζοντας, ἀλλὰ τοὺς εὖ περὶ τῶν μεγίστων λέγοντας, μηδὲ τοὺς τοῖς μὲν ἄλλοις εὐδαιμονίαν ὑπισχνουμένους, αὐτοὺς δʼ ἐν πολλαῖς ἀπορίαις ὄντας, ἀλλὰ τοὺς μέτρια μὲν περὶ αὑτῶν λέγοντας, ὁμιλεῖν δὲ καὶ τοῖς πράγμασι καὶ τοῖς ἀνθρώποις δυναμένους, καὶ μὴ διαταραττομένους ἐν ταῖς τοῦ βίου μεταβολαῖς, ἀλλὰ καλῶς καὶ μετρίως καὶ τὰς συμφορὰς καὶ τὰς εὐτυχίας φέρειν ἐπισταμένους.
賢者とは、些細なことについて厳密に論争する者たちではなく、最も重大な事柄について見事に語る者たちであると考えなさい。 また、他者には幸福を約束しながら、自分自身は多くの窮乏の中にいる者たちでもなく、むしろ、自らについては控えめに語りながら、実務にも人々にも対処することができる者たちであり、人生の転変において取り乱すことなく、不運も幸運も美しくかつ節度を持って耐え忍ぶことを心得ている者たちであると考えなさい。
§40καὶ μὴ θαυμάσῃς, εἰ πολλὰ τῶν λεγομένων ἐστὶν ἃ καὶ σὺ γιγνώσκεις·
そして、語られていることの多くが、君もすでに知っていることであるとしても、驚いてはならない。
οὐδὲ γὰρ ἐμὲ τοῦτο παρέλαθεν, ἀλλʼ ἠπιστάμην ὅτι τοσούτων ὄντων τὸ πλῆθος καὶ τῶν ἄλλων καὶ τῶν ἀρχόντων οἱ μέν τι τούτων εἰρήκασιν, οἱ δʼ ἀκηκόασιν, οἱ δʼ ἑτέρους ποιοῦντας ἑωράκασιν, οἱ δʼ αὐτοὶ τυγχάνουσιν ἐπιτηδεύοντες.
なぜなら、私にとってもこのことは見過ごされていたわけではなく、一般の人々も支配者たちもその数が非常に多いので、ある者はこれらのいくつかのことを語り、ある者は聞き、ある者は他人がそれを行っているのを見て、ある者は自分自身で実際にそれを行っているということを、私は知っていたからである。
§41ἀλλὰ γὰρ οὐκ ἐν τοῖς λόγοις χρὴ τούτοις ζητεῖν τὰς καινότητας, ἐν οἷς οὔτε παράδοξον οὔτʼ ἄπιστον οὔτʼ ἔξω τῶν νομιζομένων οὐδὲν ἔξεστιν εἰπεῖν, ἀλλʼ ἡγεῖσθαι τοῦτον χαριέστατον, ὃς ἂν τῶν διεσπαρμένων ἐν ταῖς τῶν ἄλλων διανοίαις ἀθροῖσαι τὰ πλεῖστα δυνηθῇ καὶ φράσαι κάλλιστα περὶ αὐτῶν.
しかしながら、このような言論において新奇さを求めるべきではない。 そこでは、反常識的なことも、信じがたいことも、世の習慣から外れたことも、何も語ることは許されないからである。 むしろ、他者の心の中に分散しているものを最も多く集め、それらについて最も美しく表現できる者を、最も優れた者と見なべきである。
§42ἐπεὶ κἀκεῖνό μοι πρόδηλον ἦν, ὅτι τὰ συμβουλεύοντα καὶ τῶν ποιημάτων καὶ τῶν συγγραμμάτων μάτων χρησιμώτατα μὲν ἅπαντες νομίζουσιν, οὐ μὴν ἥδιστά γʼ αὐτῶν ἀκούουσιν, ἀλλὰ πεπόνθασιν ὅπερ πρὸς τοὺς νουθετοῦντας·
というのも、私にとって次のことも極めて明らかであったからだ。 すなわち、詩や散文の中でも勧告を与えるものが最も有益であると誰もが考えているものの、それらを最も快く聴くわけではなく、むしろ訓戒を与える人々に対して抱くのとまさに同じ感情を抱いている。
καὶ γὰρ ἐκείνους ἐπαινοῦσι μέν, πλησιάζειν δὲ βούλονται τοῖς συνεξαμαρτάνουσιν ἀλλʼ οὐ τοῖς ἀποτρέπουσιν.
実際、彼らはそのような人々を称賛はするものの、自らを思いとどまらせる者たちではなく、共に過ちを犯す者たちに近づくことを望むのである。
§43σημεῖον δʼ ἄν τις ποιήσαιτο τὴν Ἡσιόδου καὶ Θεόγνιδος καὶ Φωκυλίδου ποίησιν·
人は、ヘシオドスやテオグニス、フォキュリデスの詩を、その証拠とすることができるだろう。
καὶ γὰρ τούτους φασὶ μὲν ἀρίστους γεγενῆσθαι συμβούλους τῶ βίῳ τῷ τῶν ἀνθρώπων, ταῦτα δὲ λέγοντες αἱροῦνται συνδιατρίβειν ταῖς ἀλλήλων ἀνοίαις μᾶλλον ἢ ταῖς ἐκείνων ὑποθήκαις.
なぜなら、人々は彼らが人間の生にとって最高の助言者であったと言うものの、そう言いながらも、彼らの訓戒に従うよりも、互いの愚行と共に過ごすことを好むからである。
§44ἔτι δʼ εἴ τις ἐκλέξειε τῶν προεχόντων ποιητῶν τὰς καλουμένας γνώμας, ἐφʼ αἷς ἐκεῖνοι μάλιστʼ ἐσπούδασαν, ὁμοίως ἂν καὶ πρὸς ταύτας διατεθεῖεν·
さらに、もし誰かが優れた詩人たちの、いわゆる金言――彼らが最も心血を注いだもの――を選び出したとしても、人々はそれらに対しても同様の態度をとるだろう。
ἥδιον γὰρ ἂν κωμῳδίας τῆς φαυλοτάτης ἢ τῶν οὕτω τεχνικῶς πεποιημένων ἀκούσαιεν.
なぜなら、彼らはそのように技巧的に作られたものを聴くよりも、最もくだらない喜劇を聴く方を好むだろうからである。
καὶ τί δεῖ καθʼ ἓν ἕκαστον λέγοντα διατρίβειν;
それなのに、なぜ私は一々挙げて時間を費やす必要があるだろうか。
§45ὅλως γὰρ εἰ ʼθέλοιμεν σκοπεῖν τὰς φύσεις τὰς τῶν ἀνθρώπων, εὑρήσομεν τοὺς πολλοὺς αὐτῶν οὔτε τῶν σιτίων χαίροντας τοῖς ὑγιεινοτάτοις οὔτε τῶν ἐπιτηδευμάτων τοῖς καλλίστοις οὔτε τῶν πραγμάτων τοῖς βελτίστοις οὔτε τῶν θρεμμάτων τοῖς ὠφελιμωτάτοις, ἀλλὰ παντάπασιν ἐναντίας τῷ συμφέροντι τὰς ἡδονὰς ἔχοντας, καὶ δοκοῦντας καρτερικοὺς καὶ φιλοπόνους εἶναι τοὺς τῶν δεόντων τι ποιοῦντας·
要するに、もし私たちが人間の本性を観察しようとするなら、その大半は、食べ物においても最も健康的なものを喜ばず、生き方の習慣においても最も美しいものを、事柄においても最善のものを、飼育するものにおいても最も有益なものを喜ばず、むしろ、己の利益とは完全に相反する快楽を抱いており、なすべきことを少しでも行う者を忍耐強く勤勉な者と見なしているのを見出すことになるだろうからである。