§46ὥστε πῶς ἄν τις τοῖς τοιούτοις ἢ παραινῶν ἢ διδάσκων ἢ χρήσιμόν τι λέγων ἀρέσειεν;
したがって、このような人々に対して、勧告したり教えたり、何か有益なことを語ったりして、一体どうして気に入られることができようか。
οἳ πρὸς τοῖς εἰρημένοις φθονοῦσι μὲν τοῖς εὖ φρονοῦσιν, ἁπλοῦς δʼ ἡγοῦνται τοὺς νοῦν οὐκ ἔχοντας, οὕτω δὲ τὰς ἀληθείας τῶν πραγμάτων φεύγουσιν, ὥστʼ οὐδὲ τὰ σφέτερʼ αὐτῶν ἴσασιν, ἀλλὰ λυποῦνται μὲν περὶ τῶν ἰδίων λογιζόμενοι, χαίρουσι δὲ περὶ τῶν ἀλλοτρίων διαλεγόμενοι, βούλοιντο δʼ ἂν τῷ σώματι κακοπαθῆσαι μᾶλλον ἢ τῇ ψυχῇ πονῆσαι καὶ σκέψασθαι περί τινος τῶν ἀναγκαίων.
彼らは前述のことに加えて、思慮深い人々を羨む一方で、分別のない人々を単純な者と考え、また、事物の真実からあまりにも逃避しているので、自分自身の状況すら知らず、自らの私事について考えると嘆き、他人のことについて語り合うと喜び、不可欠な事柄の何かについて思索したり努力したりするよりは、肉体的に苦労することを望むほどである。
§47εὕροι δʼ ἄν τις αὐτοὺς ἐν μὲν ταῖς πρὸς ἀλλήλους συνουσίαις ἢ λοιδοροῦντας ἢ λοιδορουμένους, ἐν δὲ ταῖς ἐρημίαις οὐ βουλευομένους ἀλλʼ εὐχομένους.
人は彼らが、互いの集まりにおいては罵り合うか罵られるかしており、独りの時には計画するのではなく祈っているのを見出すだろう。
λέγω δʼ οὐ καθʼ ἁπάντων, ἀλλὰ κατὰ τῶν ἐνόχων τοῖς εἰρημένοις ὄντων.
しかし、私はすべての人について言っているのではなく、今述べたことに該当する人々について言っているのである。
§48ἐκεῖνο δʼ οὖν φανερόν, ὅτι δεῖ τοὺς βουλομένους ἢ ποιεῖν ἢ γράφειν τι κεχαρισμένον τοῖς πολλοῖς μὴ τοὺς ὠφελιμωτάτους τῶν λόγων ζητεῖν, ἀλλὰ τοὺς μυθωδεστάτους·
いずれにせよ次のことは明らかである。 すなわち、大衆に気に入られるような何かを作ったり書いたりしたいと望む人々は、言論の中で最も有益なものではなく、最も神話的なものを探すべきである。
ἀκούοντες μὲν γὰρ τῶν τοιούτων χαίρουσι, θεωροῦντες δὲ τοὺς ἀγῶνας καὶ τὰς ἁμίλλας.
なぜなら、彼らはそのようなものを聴くことを喜び、また競技や競い合いを観ることを喜ぶからである。
διὸ καὶ τὴν Ὁμήρου ποίησιν καὶ τοὺς πρώτους εὑρόντας τραγῳδίαν ἄξιον θαυμάζειν, ὅτι κατιδόντες τὴν φύσιν τὴν τῶν ἀνθρώπων ἀμφοτέραις ταῖς ἰδέαις ταύταις κατεχρήσαντο πρὸς τὴν ποίησιν.
それゆえ、ホメロスの詩や、最初に悲劇を発明した人々は称賛に値するのである。 彼らは人間の本性を見抜き、これら二つの形式の両方を詩作に十分に活用したからである。
§49ὁ μὲν γὰρ τοὺς ἀγῶνας καὶ τοὺς πολέμους τοὺς τῶν ἡμιθέων ἐμυθολόγησεν, οἱ δὲ τοὺς μύθους εἰς ἀγῶνας καὶ πράξεις κατέστησαν, ὥστε μὴ μόνον ἀκουστοὺς ἡμῖν ἀλλὰ καὶ θεατοὺς γενέσθαι.
というのも、一方は半神たちの戦いや戦争を物語にし、他方はそれらの物語を競技や行動へと仕立て上げ、それによって私たちに聞かれるだけでなく観られるようにもしたからである。
τοιούτων οὖν παραδειγμάτων ὑπαρχόντων, δέδεικται τοῖς ἐπιθυμοῦσι τοὺς ἀκροωμένους ψυχαγωγεῖν, ὅτι τοῦ μὲν νουθετεῖν καὶ συμβουλεύειν βουλεύειν ἀφεκτέον, τὰ δὲ τοιαῦτα λεκτέον οἷς ὁρῶσι τοὺς ὄχλους μάλιστα χαίροντας.
したがって、このような手本が存在する以上、聴衆の心を引きつけたいと切望する人々にとって、訓戒や勧告は避けるべきであり、大衆が最も喜ぶのを彼らが見るような、そうした事柄を語るべきであるということが示されている。
§50ταῦτα δὲ διῆλθον ἡγούμενος σὲ δεῖν, τὸν οὐχ ἕνα τῶν πολλῶν ἀλλὰ πολλῶν βασιλεύοντα, μὴ τὴν αὐτὴν γνώμην ἔχειν τοῖς ἄλλοις, μηδὲ τὰ σπουδαῖα τῶν πραγμάτων μηδὲ τοὺς εὖ φρονοῦντας τῶν ἀνθρώπων ταῖς ἡδοναῖς κρίνειν, ἀλλʼ ἐπὶ τῶν πράξεων τῶν χρησίμων αὐτοὺς δοκιμάζειν, §51ἄλλως τʼ ἐπειδὴ περὶ μὲν τῶν γυμνασίων τῶν τῆς ψυχῆς ἀμφισβητοῦσιν οἱ περὶ τὴν φιλοσοφίαν ὄντες, καί φασιν οἱ μὲν διὰ τῶν ἐριστικῶν λόγων οἱ δὲ διὰ τῶν πολιτικῶν οἱ δὲ διʼ ἄλλων τινῶν φρονιμωτέρους ἔσεσθαι τοὺς αὐτοῖς πλησιάζοντας, ἐκεῖνο δὲ πάντες ὁμολογοῦσιν, ὅτι δεῖ τὸν καλῶς πεπαιδευμένον ἐξ ἑκάστου τούτων φαίνεσθαι βουλεύεσθαι δυνάμενον.
私がこれらのことを詳しく述べたのは、大衆の一人ではなく、多くの人々を支配する王である君が、他の人々と同じ考えを持ってはならず、重大な事柄や、人々のうちで思慮深い人々を、快楽によって判断するのではなく、有益な行動に基づいて彼らを見極めるべきであると考えたからである、とりわけ、魂の訓練について、哲学に携わる者たちが議論を戦わせており、ある者は論争的言論を通じて、またある者は政治的言論を通じて、またある者は何か他の方法を通じて、自分たちに近づく人々がより賢明になるだろうと主張しているが、次のこと、すなわち、よく教育された人はこれらの各々から生じて、思慮強く決定することができるように見えなければならないということは、誰もが合意しているからである。
§52χρὴ τοίνυν ἀφέμενον τῶν ἀμφισβητουμένων ἐπὶ τοῦ συνομολογουμένου λαμβάνειν αὐτῶν τὸν ἔλεγχον, καὶ μάλιστα μὲν ἐπὶ τῶν καιρῶν θεωρεῖν συμβουλεύοντας, εἰ δὲ μή, καὶ καθʼ ὅλων τῶν πραγμάτων λέγοντας.
それゆえ、合意のない事柄を脇に置いて、合意されている事柄に基づいて彼らの吟味を行うべきであり、とりわけ実際の好機において彼らが助言するのを観察すべきであり、それが叶わなければ、事柄全般について彼らが語る際にもそうすべきである。
καὶ τοὺς μὲν μηδὲν γιγνώσκοντας τῶν δεόντων ἀποδοκίμαζε (δῆλον γὰρ ὡς ὁ μηδὲν ὢν αὐτὸς χρήσιμος οὐδʼ ἄν ἄλλον φρόνιμον ποιήσειεν), §53τοὺς δὲ νοῦν ἔχοντας καὶ δυναμένους ὁρᾶν πλέον τι τῶν ἄλλων περὶ πολλοῦ ποιοῦ καὶ θεράπευε, γιγνώσκων ὅτι σύμβουλος ἀγαθὸς χρησιμώτατον καὶ τυραννικώτατον ἁπάντων τῶν κτημάτων ἐστίν.
そして、なすべきことを何も知らない人々を退けなさい(なぜなら、自分自身が何も役に立たない者が、他者を賢明にすることはできないことは明らかだからである)、一方で、分別があり、他者より多くのことを見通すことができる人々を重んじ、大切にしなさい。 優れた助言者は、あらゆる所有物の中で最も有益であり、最も王位にふさわしいものであることをわきまえて。
ἡγοῦ δὲ τούτους μεγίστην σοι ποιεῖν τὴν βασιλείαν, οἵ τινες ἂν τὴν διάνοιαν τὴν σὴν πλεῖστʼ ὠφελῆσαι δυνηθῶσιν.
そして、君の知性を最も助けることができる人々こそが、君のために最大の王国を作り上げているのだと考えなさい。
§54ἐγὼ μὲν οὖν ἅ τε γιγνώσκω παρῄνεκα, καὶ τιμῶ σε τούτοις οἷς τυγχάνω δυνάμενος·
さて、私としては、自分が知っていることを勧告したし、自分がたまたまできることをもって君に敬意を表した。
βούλου δὲ καὶ τοὺς ἄλλους, ὅπερ εἶπον ἀρχόμενος, μὴ τὰς εἰθισμένας ἄγειν σοι δωρεάς, ἃς ὑμεῖς πολὺ πλείονος ἀγοράζετε παρὰ τῶν διδόντων ἢ παρὰ τῶν πωλούντων, ἀλλὰ τοιαύτας, αἷς κἂν σφόδρα χρῇ καὶ μηδεμίαν ἡμέραν διαλείπῃς, οὐ κατατρίψεις, ἀλλὰ μείζους καὶ πλείονος ἀξίας ποιήσεις.
君もまた、他の人々に対して、私が最初に述べたように、彼らが君にもたらすいつもの贈り物を君に持ってこないことを望みなさい。 それらの贈り物は、君たちが売る人からよりも、与える人から、はるかに高い値段で買い取っているものなのだ。 むしろ、いくら使っても、一日も欠かさず用いたとしても、すり減ることなく、かえってより大きく、より価値のあるものとなるような、そうした贈り物を望みなさい。