Humanitext Reader

イソクラテス · デモニコスに与う §1-9

美徳の価値と父ヒッポニコスの模範

1 / 6 箇所 · ギリシア語

要旨

筆者がデモニコスに対し、優れた人物と劣った人物の交際や生き方の違いを説き、美徳の価値を強調しながら、彼の亡き父ヒッポニコスの立派な生涯を模範として提示する。

§1ἐν πολλοῖς μέν, ὦ Δημόνικε, πολὺ διεστώσας εὑρήσομεν τάς τε τῶν σπουδαίων γνώμας καὶ τὰς τῶν φαύλων διανοίας·
デモニコスよ、多くの点において、優れた人々の考え方と劣った人々の心のあり方とが大きく隔たっているのを私たちは見出すであろう。
πολὺ δὲ μεγίστην διαφορὰν εἰλήφασιν ἐν ταῖς πρὸς ἀλλήλους συνηθείαις·
とりわけ彼らの互いの交際においては、極めて大きな違いが生じている。
οἱ μὲν γὰρ τοὺς φίλους παρόντας μόνον τιμῶσιν, οἱ δὲ καὶ μακρὰν ἀπόντας ἀγαπῶσι·
一方は、友人がそばにいるときだけ敬うが、他方は、遠く離れていても愛する。
καὶ τὰς μὲν τῶν φαύλων συνηθείας ὀλίγος χρόνος διέλυσε, τὰς δὲ τῶν σπουδαίων φιλίας οὐδʼ ἂν ὁ πᾶς αἰὼν ἐξαλείψειεν.
そして、劣った人々の交際をばわずかな時間が損なうが、優れた人々の友情は、たとえすべての時間であっても消し去ることはできないだろう。
§2ἡγούμενος οὖν πρέπειν τοὺς δόξης ὀρεγομένους καὶ παιδείας ἀντιποιουμένους τῶν σπουδαίων ἀλλὰ μὴ τῶν φαύλων εἶναι μιμητάς, ἀπέσταλκά σοι τόνδε τὸν λόγον δῶρον, τεκμήριον μὲν τῆς πρὸς ὑμᾶς εὐνοίας, σημεῖον δὲ τῆς πρὸς Ἱππόνικον συνηθείας·
それゆえ、名声を求め教養を追い求める人々は、優れた人々を模倣する者となるべきであり、劣った人々のそれとなるべきではないと考えて、私はあなたへの好意の証、そしてヒッポニコスとの親交の印として、この言論を贈り物として送った。
πρέπει γὰρ τοὺς παῖδας, ὥσπερ τῆς οὐσίας, οὕτω καὶ τῆς φιλίας τῆς πατρικῆς κληρονομεῖν.
子供たちが父親の財産だけでなく、その友情をも相続するのはふさわしいことだからである。
§3ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν συλλαμβάνουσαν καὶ τὸν παρόντα καιρὸν συναγωνιζόμενον·
私はまた、運命が私たちを助け、現在の機会がともに奮闘してくれているのを見ている。
σὺ μὲν γὰρ παιδείας ἐπιθυμεῖς, ἐγὼ δὲ παιδεύειν ἄλλους ἐπιχειρῶ, καὶ σοὶ μὲν ἀκμὴ φιλοσοφεῖν, ἐγὼ δὲ τοὺς φιλοσοφοῦντας ἐπανορθῶ.
あなたは教養を望んでおり、私は他者を教育しようと試みており、あなたにとっては知を愛する全盛期であり、私はそれを実践する人々を導いているからである。
ὅσοι μὲν οὖν πρὸς τοὺς ἑαυτῶν φίλους τοὺς προτρεπτικοὺς λόγους συγγράφουσι, καλὸν μὲν ἔργον ἐπιχειροῦσιν,
さて、自らの友人たちに勧告の言論を執筆する人々は、立派な企てに手を染めているのではあるが、決して哲学の最も優れた部分に携わっているわけではない。
§4οὐ μὴν περί γε τὸ κράτιστον τῆς φιλοσοφίας διατρίβουσιν· ὅσοι δὲ τοῖς νεωτέροις εἰσηγοῦνται μὴ διʼ ὧν τὴν δεινότητα τὴν ἐν τοῖς λόγοις ἀσκήσουσιν, ἀλλʼ ὅπως τὰ τῶν τρόπων ἤθη σπουδαῖοι πεφυκέναι δόξουσι, τοσούτῳ μᾶλλον ἐκείνων τοὺς ἀκούοντας ὠφελοῦσιν, ὅσον οἱ μὲν ἐπὶ λόγον παρακαλοῦσιν, οἱ δὲ τὸν τρόπον αὐτῶν ἐπανορθοῦσι.
これに対し、若者たちに向かって、言論の巧妙さを訓練する手段によってではなく、いかにして自らの品性において優れた者として知られるようになるかを勧める人々は、前者よりもそれだけ多く聞き手を益している。 前者は言論へと促すのに対し、後者は彼らの品性を正すからである。
§5διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες ἀλλὰ παραίνεσιν γράψαντες, μέλλομέν σοι συμβουλεύειν ὧν χρὴ τοὺς νεωτέρους ὀρέγεσθαι καὶ τίνων ἔργων ἀπέχεσθαι καὶ ποίοις τισὶν ἀνθρώποις ὁμιλεῖν καὶ πῶς τὸν ἑαυτῶν βίον οἰκονομεῖν.
それゆえ私たちは、単なる促しではなく、勧告を書き記して、若者が何を求めるべきか、いかなる行為を避けるべきか、いかなる人々と交わるべきか、そしてどのように自らの生活を管理すべきかを、あなたに助言しようとしている。
ὅσοι γὰρ τοῦ βίου ταύτην τὴν ὁδὸν ἐπορεύθησαν, οὗτοι μόνοι τῆς ἀρετῆς ἐφικέσθαι γνησίως ἠδυνήθησαν, ἧς οὐδὲν κτῆμα σεμνότερον οὐδὲ βεβαιότερόν ἐστι.
人生のこの道を歩んだ人々、この人々だけが徳に真に到達することができたのであり、徳以上に尊く、また確かな所有物は存在しない。
§6κάλλος μὲν γὰρ ἢ χρόνος ἀνήλωσεν ἢ νόσος ἐμάρανε· πλοῦτος δὲ κακίας μᾶλλον ἢ καλοκαγαθίας ὑπηρέτης ἐστίν, ἐξουσίαν μὲν τῇ ῥᾳθυμίᾳ παρασκευάζων, ἐπὶ δὲ τὰς ἡδονὰς τοὺς νέους παρακαλῶν·
美は時間が消費し尽くすか病が枯らすものであり、富は美徳よりもむしろ悪徳の従僕であって、怠惰に気ままな力を与え、若者を快楽へと誘うものである。
ῥώμη δὲ μετὰ μὲν φρονήσεως ὠφέλησεν, ἄνευ δὲ ταύτης πλείω τοὺς ἔχοντας ἔβλαψε, καὶ τὰ μὲν σώματα τῶν ἀσκούντων ἐκόσμησε, ταῖς δὲ τῆς ψυχῆς ἐπιμελείαις ἐπεσκότησεν.
また、強さは思慮を伴えば有益であるが、これを欠けばそれを持つ者をより大きく害し、鍛える人々の体を美しく飾るものの、魂の配慮を曇らせてしまう。
§7ἡ δὲ τῆς ἀρετῆς κτῆσις, οἷς ἂν ἀκιβδήλως ταῖς διανοίαις συναυξηθῇ, μόνη μὲν συγγηράσκει, πλούτου δὲ κρείττων, χρησιμωτέρα δὲ εὐγενείας ἐστί, τὰ μὲν τοῖς ἄλλοις ἀδύνατα δυνατὰ καθιστᾶσα, τὰ δὲ τῷ πλήθει φοβερὰ θαρσαλέως ὑπομένουσα, καὶ τὸν μὲν ὄκνον ψόγον, τὸν δὲ πόνον ἔπαινον ἡγουμένη.
これに対し、徳の獲得は、その精神において偽りなくともに成長した人々にとって、唯一ともに老いるものであり、富よりも優れ、高貴な生まれよりも有益であって、他の人々には不可能なことを可能にし、多くの人々には恐ろしいとされることを勇敢に耐え忍び、怠惰を非難、労苦を称賛と見なすものである。
§8ῥᾴδιον δὲ τοῦτο καταμαθεῖν ἐστιν ἔκ τε τῶν Ἡρακλέους ἄθλων καὶ τῶν Θησέως ἔργων, οἷς ἡ τῶν τρόπων ἀρετὴ τηλικοῦτον εὐδοξίας χαρακτῆρα τοῖς ἔργοις ἐπέβαλεν, ὥστε μηδὲ τὸν ἅπαντα χρόνον δύνασθαι λήθην ἐμποιῆσαι τῶν ἐκείνοις πεπραγμένων.
このことを理解するのは、ヘラクレスの難業やテセウスの業績からも容易である。 彼らにあっては、その品性の徳が彼らの行為にこれほど大きな名声の刻印を押したため、すべての時間であっても、彼らの成し遂げたことへの忘却を生み出すことはできないほどである。
§9οὐ μὴν ἀλλὰ καὶ τὰς τοῦ πατρὸς προαιρέσεις ἀναμνησθεὶς οἰκεῖον καὶ καλὸν ἕξεις παράδειγμα τῶν ὑπʼ ἐμοῦ σοι λεγομένων.
しかしそれだけでなく、あなたの父親の志を思い起こすなら、あなたは私が語っていることの、身近で立派な模範を得るだろう。
οὐ γὰρ ὀλιγωρῶν τῆς ἀρετῆς οὐδὲ ῥᾳθυμῶν διετέλεσε τὸν βίον, ἀλλὰ τὸ μὲν σῶμα τοῖς πόνοις ἐγύμναζε, τῇ δὲ ψυχῇ τοὺς κινδύνους ὑπέμενεν.
彼は徳を軽視することも怠惰に過ごすこともなく生涯を送り、体は労苦によって鍛え、魂は危険に耐え忍んだからである。
οὐδὲ τὸν πλοῦτον παρακαίρως ἠγάπα, ἀλλʼ ἀπέλαυε μὲν τῶν παρόντων ἀγαθῶν ὡς θνητός, ἐπεμελεῖτο δὲ τῶν ὑπαρχόντων ὡς ἀθάνατος.
また、不当に富を愛することなく、死すべき者として目の前にある善きものを享受し、一方で不死なる者として既存の財産を管理した。

語釈・文法注

  1. §1ὀλίγος χρόνος διέλυσε — アオリスト `διέλυσε` は一般的・真理的事実を表す「格言的アオリスト(gnomic aorist)」であり、現在の事実(「滅ぼす」)として理解される。続く接続法過去(+`指示詞/小辞 ἂν`)の `ἐξαλείψειεν`(「消し去ることはできないだろう」)という潜在のニュアンスとの対比に注意。
  2. §2τοὺς δόξης ὀρεγομένους καὶ παιδείας ἀντιποιουμένους τῶν σπουδαίων ἀλλὰ μὴ τῶν φαύλων εἶναι μιμητάς — 非人称動詞 `πρέπει`(〜にふさわしい)に導かれる対格不定詞構文。`εἶναι` の意味上の主語が対格の `τοὺς ὀρεγομένους...`(分詞句)であり、補語(述語名詞)が `μιμητάς` である。属格の `τῶν σπουδαίων...` は `μιμητάς` に係る(「優れた人々の模倣者」)。
  3. §4μὴ διʼ ὧν τὴν δεινότητα τὴν ἐν τοῖς λόγοις ἀσκήσουσιν, ἀλλʼ ὅπως τὰ τῶν τρόπων ἤθη σπουδαῖοι πεφυκέναι δόξουσι — 動詞 `εἰσηγοῦνται`(勧める)の内容を示す二つの対置された表現。前半の `διʼ ὧν` は関係代名詞 `ὧν` が先行詞を内包し、「それらによって言論の妙を鍛えることになる手段(によってではなく)」を表す。後半の `ὅπως` は「いかにして〜(となるか)」という方法・努力を示す従属節を導く。
  4. §7οἷς ἂν ἀκιβδήλως ταῖς διανοίαις συναυξηθῇ — 関係代名詞 `οἷς`(与格・複数)は、主節の `ἡ τῆς ἀρετῆς κτῆσις` を主語とする動詞 `συναυξηθῇ` とともに用いられ、「〜(の人々)において(ともに成長する)」という関与・所有の与格である。`ἂν` + 接続法は一般的・普遍的な条件を表す。

この箇所を引用する

イソクラテス, デモニコスに与う §1-9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg007.humanitext-grc2:1-9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。