§44οἶμαι γὰρ ἂν αὐτὸν πάντων γενέσθαι ταύτῃ χαλεπώτατον δικαστήν, εἴπερ αἴσθοιτο, οἵα περὶ τοὺς παῖδας αὐτοῦ γεγένηται.
というのも、彼が、自らの子供たちに対してこの女がどのような態度を取ってきたかを知るならば、彼女に対して誰よりも厳しい裁判官になるだろうと私は思うからです。
πολλοῦ γʼ ἂν δεήσειεν ἀχθεσθῆναι κατὰ τοὺς νόμους ὑμῶν ψηφισαμένων, ἀλλὰ πολὺ ἂν μᾶλλον, εἰ τὰς τῶν παίδων διαθήκας ἀκύρους ἴδοι γενομένας.
あなた方が法に従って判決を下すことに彼が不満を抱くことなど決してないでしょう。 むしろ、自分の子供たちの遺言が無効にされるのを見る方が、はるかに大きな不満となるはずです。
καὶ γὰρ εἰ μὲν εἰς τὸν οἶκον τὸν ἐμὸν δεδωκὼς ἦν Θρασύλοχος τὴν οὐσίαν, τοῦτʼ ἂν ἐπιτιμᾶν εἶχον αὐτῷ·
もしトラシュロコスが私の家に自らの財産を与えていたのだとしたら、彼らは彼を非難することができたでしょう。
νῦν δʼ εἰς τὸν αὐτῶν μʼ εἰσεποιήσατο, ὥστʼ οὐκ ἐλάττω τυγχάνουσιν εἰληφότες ὧν δεδώκασιν.
しかし実際には、彼は私を彼ら自身の家に養子として迎えたのです。 ですから、彼らは与えたものより少ないものを受け取っているわけではありません。
χωρὶς δὲ τούτων, §45οὐδένα μᾶλλον εἰκός ἐστιν ἢ Θράσυλλον εὔνουν εἶναι τοῖς κατὰ δόσιν ἀμφισβητοῦσιν·
そして、これらとは別に、遺贈によって遺産を争う人々に対して、トラシュロス以上に好意を寄せるのが自然な者は他に誰もいません。
καὶ γὰρ αὐτὸς καὶ τὴν τέχνην ἔμαθε παρὰ Πολεμαινέτου τοῦ μάντεως καὶ τὰ χρήματʼ ἔλαβεν οὐ κατὰ γένος ἀλλὰ διʼ ἀρετήν, ὥστʼ οὐκ ἂν δήπου φθονήσειεν, εἴ τις περὶ τοὺς παῖδας αὐτοῦ χρηστὸς γενόμενος τῆς αὐτῆς δωρεᾶς ἧσπερ ἐκεῖνος ἠξιώθη.
というのも、彼自身、預言者ポレマイネトスから術を学び、その財産を血縁によってではなく徳のゆえに受け取ったからです。 ですから、彼の子供たちに親切を尽くした者が、彼自身が認められたのと同じ贈り物を[受ける]としても、彼が嫉妬することなど決してないでしょう。
μεμνῆσθαι δὲ χρὴ καὶ τῶν ἐν ἀρχῇ ῥηθέντων.
また、冒頭で述べられたことも記憶に留めておく必要があります。
§46ἐπέδειξα γὰρ ὑμῖν αὐτὸν οὕτω περὶ πολλοῦ τὴν ἡμετέραν οἰκειότητα ποιησάμενον ὥστε γῆμαι καὶ τὴν ἀδελφὴν τὴν τοῦ πατρὸς καὶ τὴν ἀνεψιάν.
というのも、彼が私たちとの親戚関係をいかに重んじていたか、私の父の姉妹と従姉妹の双方を妻に迎えたほどであったことを、私はあなた方に示しました。
καίτοι τίσιν ἂν θᾶττον τὴν αὑτοῦ θυγατέρʼ ἐξέδωκεν ἢ τούτοις παρʼ ὧνπερ αὐτὸς λαμβάνειν ἠξίωσεν;
それにしても、彼自身が妻を娶ることを望んだ相手である彼ら以上に、誰に対して自らの娘を喜んで嫁がせたでしょうか。
ἐκ ποίας δʼ ἂν οἰκίας ἥδιον εἶδεν υἱὸν αὑτῷ κατὰ τοὺς νόμους εἰσποιηθέντα μᾶλλον ἢ ταύτης, ἐξ ἧσπερ καὶ φύσει παῖδας ἐζήτησεν αὑτῷ γενέσθαι;
また、自らの血を引く子供が生まれることを望んだまさにその家以上に、どの家から法律に従って自らの養子が迎えられることをより快く思ったでしょうか。
§47ὥστʼ ἂν μὲν ἐμοὶ ψηφίσησθε τὸν κλῆρον, καὶ πρὸς ἐκεῖνον ὑμῖν καλῶς ἕξει καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οἷς προσήκει τι τούτων τῶν πραγμάτων·
ですから、もし私に遺産を与える判決を下してくださるなら、あなた方の決定は彼に対しても、またこれらの事柄に関わりのある他のすべての人々に対しても、正しいものとなるでしょう。
ἂν δʼ ὑπὸ ταύτης πεισθέντες ἐξαπατηθῆτε, οὐ μόνον ἔμʼ ἀδικήσετε ἀλλὰ καὶ Θρασύλοχον τὸν τὴν διαθήκην καταλιπόντα καὶ Σώπολιν καὶ τὴν ἀδελφὴν τὴν ἐκείνων, ἣ νῦν ἐμοὶ συνοικεῖ, καὶ τὴν μητέρʼ αὐτῶν, ἣ πασῶν ἂν εἴη δυστυχεστάτη γυναικῶν, εἰ μὴ μόνον ἐξαρκέσειεν αὐτῇ στέρεσθαι τῶν παίδων, ἀλλὰ καὶ τοῦτʼ αὐτῇ προσγένοιτο, ὥστʼ ἐπιδεῖν ἄκυρον μὲν τὴν ἐκείνων γνώμην οὖσαν, ἔρημον δὲ τὸν οἶκον γιγνόμενον,
しかし、もしこの女に説得されて騙されるなら、私を不当に扱うだけでなく、遺言を遺したトラシュロコス、ソーポリス、そして現在私と同居している彼らの妹、さらには彼らの母親をも不当に扱うことになります。 この母親は、自らの子供たちを奪われるだけで事足れりとせず、さらに彼らの意思が無効にされ、家が断絶するのを目にするという苦しみが加わるならば、すべての女性の中で最も不幸な者となるでしょう。
§48καὶ τὴν μὲν ἐπιχαίρουσαν τοῖς αὑτῆς κακοῖς ἐπιδικαζομένην τῶν χρημάτων, ἐμὲ δὲ μηδενὸς δυνάμενον τῶν δικαίων τυχεῖν, ὃς τοιαῦτʼ ἔπραξα περὶ τοὺς ἐκείνης, ὥστʼ εἴ τίς με σκοποῖτο μὴ πρὸς ταύτην ἀλλὰ πρὸς τοὺς πώποτε κατὰ δόσιν ἀμφισβητήσαντας, εὑρεθείην ἂν οὐδενὸς χείρων αὐτῶν περὶ τοὺς φίλους γεγενημένος.
そして、自らの家族の不幸を喜んでいたあの女が財産を要求し、彼らのためにあのような尽力をした私の方が何一つ正当な扱いを受けられないのを目にするならば。 その結果、もし誰かが私をこの女とではなく、これまで遺贈によって遺産を争ったすべての人々と比較するなら、私は友人たちに対する態度において、彼らの誰に対しても劣っていないことが明らかになるでしょう。
καίτοι χρὴ τοὺς τοιούτους τιμᾶν καὶ περὶ πολλοῦ ποιεῖσθαι πολὺ μᾶλλον ἢ τὰς ὑφʼ ἑτέρων δεδομένας δωρεὰς ἀφαιρεῖσθαι.
しかしながら、そのような人々は尊重され、重んじられるべきであり、他者から与えられた贈り物を奪い取られるべきでは到底ありません。
§49ἄξιον δʼ ἐστὶ καὶ τῷ νόμῳ βοηθεῖν καθʼ ὃν ἔξεστιν ἡμῖν καὶ παῖδας εἰσποιήσασθαι καὶ βουλεύσασθαι περὶ τῶν ἡμετέρων αὐτῶν, ἐνθυμηθέντας ὅτι τοῖς ἐρήμοις τῶν ἀνθρώπων ἀντὶ παίδων οὗτός ἐστιν·
また、私たちが養子を迎え、自らの財産について処分を決定することを可能にしている法律を擁護することも価値があります。 この法律が、身寄りのない人々にとって、子供の代わりとなるものであることを考慮に入れるなら。
διὰ γὰρ τοῦτον καὶ οἱ συγγενεῖς καὶ οἱ μηδὲν προσήκοντες μᾶλλον ἀλλήλων ἐπιμελοῦνται.
実際、この法律があるからこそ、親族も、また何の血縁もない人々も、互いにより親身になって世話をするのです。
§50ἵνα δὲ παύσωμαι λέγων καὶ μηκέτι πλείω χρόνον διατρίβω, σκέψασθʼ ὡς μεγάλα καὶ δίκαιʼ ἥκω πρὸς ὑμᾶς ἔχων, πρῶτον μὲν φιλίαν πρὸς τοὺς καταλιπόντας τὸν κλῆρον παλαιὰν καὶ πατρικὴν καὶ πάντα τὸν χρόνον διατελέσασαν, ἔπειτʼ εὐεργεσίας πολλὰς καὶ μεγάλας καὶ περὶ δυστυχοῦντας ἐκείνους γεγενημένας, πρὸς δὲ τούτοις διαθήκας παρʼ αὐτῶν τῶν ἀντιδίκων ὁμολογουμένας, ἔτι δὲ νόμον ταύταις βοηθοῦντα, ὃς δοκεῖ τοῖς Ἕλλησιν ἅπασι καλῶς κεῖσθαι.
さて、弁論を終え、これ以上時間を引き延ばさないために、私がいかに重大で正当な根拠を持ってあなた方の前に臨んでいるかを考えてみてください。 第一に、遺産を遺した人々との、古くから父親の代より受け継がれ、終始一貫して途絶えることのなかった友情。 第二に、彼らが不幸な状況にあったときに施された、多くの重大な恩義。 さらにこれらに加えて、相手方自身によって認められている遺言。 そして最後に、これ(遺言)を支持する法律であり、これはすべてのギリシア人によって見事に制定されたと認められているものです。
§51τεκμήριον δὲ μέγιστον·
このことの最大の証拠があります。
περὶ γὰρ ἄλλων πολλῶν διαφερόμενοι περὶ τούτου ταὐτὰ γιγνώσκουσιν.
彼らは他の多くの事柄で意見を異にしながらも、この件に関しては同じ見解を持っているのです。
δέομαι οὖν ὑμῶν καὶ τούτων μεμνημένους καὶ τῶν ἄλλων τῶν εἰρημένων τὰ δίκαια ψηφίσασθαι, καὶ τοιούτους μοι γενέσθαι δικαστάς, οἵων περ ἂν αὐτοὶ τυχεῖν ἀξιώσαιτε.
それゆえ私は、これらすべてを、そしてこれまで述べられた他の事柄を記憶に留めて、正義にかなう判決を下してくださるようあなた方にお願いいたします。 そして、もしご自身が裁判の当事者となったならば出会いたいと望むような、そのような裁判官に私のためにあっていただけますように。