Humanitext Reader

伊索克拉底 · 埃吉纳人 §44-51

收养的合法性与追求公正裁决的结语

第 6 段,共 6 段 · 希腊语

内容简介

发言人通过回顾特拉叙罗斯生前的意图和财产获得的背景,强调了遗赠和收养法的重要性。在辩论的最后,他列举了自己与死者的深厚友谊、过去的恩惠、双方承认的遗嘱以及法律的支持,恳请陪审员做出公正的判决。

§44οἶμαι γὰρ ἂν αὐτὸν πάντων γενέσθαι ταύτῃ χαλεπώτατον δικαστήν, εἴπερ αἴσθοιτο, οἵα περὶ τοὺς παῖδας αὐτοῦ γεγένηται.
因为我认为,如果他得知这个女人对他的孩子们做过什么,他会成为对她最严厉的裁判官。
πολλοῦ γʼ ἂν δεήσειεν ἀχθεσθῆναι κατὰ τοὺς νόμους ὑμῶν ψηφισαμένων, ἀλλὰ πολὺ ἂν μᾶλλον, εἰ τὰς τῶν παίδων διαθήκας ἀκύρους ἴδοι γενομένας.
如果你们依法投票,他绝不会感到不满;相反,如果他看到自己孩子们的遗嘱被判无效,他会感到更加不满。
καὶ γὰρ εἰ μὲν εἰς τὸν οἶκον τὸν ἐμὸν δεδωκὼς ἦν Θρασύλοχος τὴν οὐσίαν, τοῦτʼ ἂν ἐπιτιμᾶν εἶχον αὐτῷ· νῦν δʼ εἰς τὸν αὐτῶν μʼ εἰσεποιήσατο, ὥστʼ οὐκ ἐλάττω τυγχάνουσιν εἰληφότες ὧν δεδώκασιν.
因为,如果特拉叙洛科斯把财产赠予了我的家族,他们尚可对此非难;但如今他把我收为他们自己家族的养子,因此他们得到的东西并不比他们给予的少。
χωρὶς δὲ τούτων, §45οὐδένα μᾶλλον εἰκός ἐστιν ἢ Θράσυλλον εὔνουν εἶναι τοῖς κατὰ δόσιν ἀμφισβητοῦσιν· καὶ γὰρ αὐτὸς καὶ τὴν τέχνην ἔμαθε παρὰ Πολεμαινέτου τοῦ μάντεως καὶ τὰ χρήματʼ ἔλαβεν οὐ κατὰ γένος ἀλλὰ διʼ ἀρετήν, ὥστʼ οὐκ ἂν δήπου φθονήσειεν, εἴ τις περὶ τοὺς παῖδας αὐτοῦ χρηστὸς γενόμενος τῆς αὐτῆς δωρεᾶς ἧσπερ ἐκεῖνος ἠξιώθη.
此外,没有任何人比特拉叙罗斯更理所当然地同情那些根据遗赠主张权利的人;因为他自己也是向预言家波勒迈内托斯学习了术艺,并由于自己的美德而非通过血缘继承了其财产,因此,如果有人因对他的孩子们行善,而[获得]了他自己曾被赋予的同样的赠礼,他绝不会对此心生嫉妒。
μεμνῆσθαι δὲ χρὴ καὶ τῶν ἐν ἀρχῇ ῥηθέντων.
此外,还必须记住开头所说的话。
§46ἐπέδειξα γὰρ ὑμῖν αὐτὸν οὕτω περὶ πολλοῦ τὴν ἡμετέραν οἰκειότητα ποιησάμενον ὥστε γῆμαι καὶ τὴν ἀδελφὴν τὴν τοῦ πατρὸς καὶ τὴν ἀνεψιάν.
因为我已经向你们证明,他非常看重我们之间的亲属关系,甚至娶了我父亲的姐妹和堂姐妹。
καίτοι τίσιν ἂν θᾶττον τὴν αὑτοῦ θυγατέρʼ ἐξέδωκεν ἢ τούτοις παρʼ ὧνπερ αὐτὸς λαμβάνειν ἠξίωσεν;
然而,比起他自己渴望娶妻的那些人,他会更乐意把自己的女儿嫁给谁呢?
ἐκ ποίας δʼ ἂν οἰκίας ἥδιον εἶδεν υἱὸν αὑτῷ κατὰ τοὺς νόμους εἰσποιηθέντα μᾶλλον ἢ ταύτης, ἐξ ἧσπερ καὶ φύσει παῖδας ἐζήτησεν αὑτῷ γενέσθαι;
此外,比起他曾渴望能诞生亲生骨肉的那个家族,他更乐于见到从哪个家族中依法收养一个儿子呢?
§47ὥστʼ ἂν μὲν ἐμοὶ ψηφίσησθε τὸν κλῆρον, καὶ πρὸς ἐκεῖνον ὑμῖν καλῶς ἕξει καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οἷς προσήκει τι τούτων τῶν πραγμάτων· ἂν δʼ ὑπὸ ταύτης πεισθέντες ἐξαπατηθῆτε, οὐ μόνον ἔμʼ ἀδικήσετε ἀλλὰ καὶ Θρασύλοχον τὸν τὴν διαθήκην καταλιπόντα καὶ Σώπολιν καὶ τὴν ἀδελφὴν τὴν ἐκείνων, ἣ νῦν ἐμοὶ συνοικεῖ, καὶ τὴν μητέρʼ αὐτῶν, ἣ πασῶν ἂν εἴη δυστυχεστάτη γυναικῶν, εἰ μὴ μόνον ἐξαρκέσειεν αὐτῇ στέρεσθαι τῶν παίδων, ἀλλὰ καὶ τοῦτʼ αὐτῇ προσγένοιτο, ὥστʼ ἐπιδεῖν ἄκυρον μὲν τὴν ἐκείνων γνώμην οὖσαν, ἔρημον δὲ τὸν οἶκον γιγνόμενον,
因此,如果你们把遗产判给我,你们的做法不仅对他是公正的,而且对所有与这些事务相关的人也是公正的;但如果你们被这个女人说服而受骗,你们不仅会伤害我,还会伤害留下遗嘱的特拉叙洛科斯、索波利斯、他们如今与我同居的妹妹,以及他们的母亲,这位母亲将成为所有女性中最不幸的人,如果她不仅要承受失去孩子们的痛苦,而且还要承受这样的厄运:亲眼看到他们的意愿被废除,家族绝嗣,并且[亲眼看到]那个幸灾乐祸于自家人不幸的女人来索要财产,而对他们竭尽全力的我却无法获得任何公正的对待。
§48καὶ τὴν μὲν ἐπιχαίρουσαν τοῖς αὑτῆς κακοῖς ἐπιδικαζομένην τῶν χρημάτων, ἐμὲ δὲ μηδενὸς δυνάμενον τῶν δικαίων τυχεῖν, ὃς τοιαῦτʼ ἔπραξα περὶ τοὺς ἐκείνης, ὥστʼ εἴ τίς με σκοποῖτο μὴ πρὸς ταύτην ἀλλὰ πρὸς τοὺς πώποτε κατὰ δόσιν ἀμφισβητήσαντας, εὑρεθείην ἂν οὐδενὸς χείρων αὐτῶν περὶ τοὺς φίλους γεγενημένος.
以至于如果有人拿我与那些曾在遗赠案中争夺继承权的所有人——而不是与这个女人——进行对比,就会发现我在对待朋友的友谊上绝不亚于他们中的任何人。
καίτοι χρὴ τοὺς τοιούτους τιμᾶν καὶ περὶ πολλοῦ ποιεῖσθαι πολὺ μᾶλλον ἢ τὰς ὑφʼ ἑτέρων δεδομένας δωρεὰς ἀφαιρεῖσθαι.
然而,你们应该尊重并高度器重这样的人,而不是夺走别人赠予他们的礼品。
§49ἄξιον δʼ ἐστὶ καὶ τῷ νόμῳ βοηθεῖν καθʼ ὃν ἔξεστιν ἡμῖν καὶ παῖδας εἰσποιήσασθαι καὶ βουλεύσασθαι περὶ τῶν ἡμετέρων αὐτῶν, ἐνθυμηθέντας ὅτι τοῖς ἐρήμοις τῶν ἀνθρώπων ἀντὶ παίδων οὗτός ἐστιν· διὰ γὰρ τοῦτον καὶ οἱ συγγενεῖς καὶ οἱ μηδὲν προσήκοντες μᾶλλον ἀλλήλων ἐπιμελοῦνται.
同样,我们也应当捍卫这条允许我们收养子女并处置自己财产的法律,因为我们要考虑到,对于那些孤立无援的人来说,这条法律就如同他们的子女;正是因为有了这条法律,亲属以及毫无血缘关系的人才会更加用心地互相照顾。
§50ἵνα δὲ παύσωμαι λέγων καὶ μηκέτι πλείω χρόνον διατρίβω, σκέψασθʼ ὡς μεγάλα καὶ δίκαιʼ ἥκω πρὸς ὑμᾶς ἔχων, πρῶτον μὲν φιλίαν πρὸς τοὺς καταλιπόντας τὸν κλῆρον παλαιὰν καὶ πατρικὴν καὶ πάντα τὸν χρόνον διατελέσασαν, ἔπειτʼ εὐεργεσίας πολλὰς καὶ μεγάλας καὶ περὶ δυστυχοῦντας ἐκείνους γεγενημένας, πρὸς δὲ τούτοις διαθήκας παρʼ αὐτῶν τῶν ἀντιδίκων ὁμολογουμένας, ἔτι δὲ νόμον ταύταις βοηθοῦντα, ὃς δοκεῖ τοῖς Ἕλλησιν ἅπασι καλῶς κεῖσθαι.
为了结束发言,不再拖延时间,请看我带着多么重大且正当的理由来到你们面前:首先,与留下遗产者的友情不仅古老、承袭自父辈,而且自始至终未曾中断;其次,在他们遭遇不幸时,我对他们所施予的众多且重大的恩惠;此外,还有一份连对手自己都承认的遗嘱;最后,还有支持该遗嘱的法律,该法律被所有希腊人公认为制造得非常合理。
§51τεκμήριον δὲ μέγιστον· περὶ γὰρ ἄλλων πολλῶν διαφερόμενοι περὶ τούτου ταὐτὰ γιγνώσκουσιν.
这就是最大的证据:因为他们在许多其他事情上意见不一,唯独在这件事上持相同的见解。
δέομαι οὖν ὑμῶν καὶ τούτων μεμνημένους καὶ τῶν ἄλλων τῶν εἰρημένων τὰ δίκαια ψηφίσασθαι, καὶ τοιούτους μοι γενέσθαι δικαστάς, οἵων περ ἂν αὐτοὶ τυχεῖν ἀξιώσαιτε.
因此,我请求你们记住这些以及前面所说的一切,做出公正的判决,并希望你们成为我心目中的裁判官,正如你们自己在需要时所渴望遇到的那样。

词汇与语法注释

  1. §44πολλοῦ γʼ ἂν δεήσειεν — 无人称动词 δεῖ 的潜在希求法(带 ἄν)形式,字面意思是“还差得很远”,在此作为强烈的否定惯用语,修饰不定式 ἀχθεσθῆναι,意为“他绝不会感到不满”。
  2. §45εἴ τις ... τῆς αὐτῆς δωρεᾶς — 在 εἰ 引导的条件从句中省略了谓语动词(如 τυγχάνοι 或 ἄξιος γένοιτο)。根据上下文以及与后半句 ἧσπερ ἐκεῖνος ἠξιώθη(“他自己曾被赋予的[同样的赠礼]”)的对应关系,此处需补出表示“获得”或“配得上”的动词。
  3. §48καὶ τὴν μὲν ἐπιχαίρουσαν ... ἐμὲ δὲ μηδενὸς δυνάμενον — 这些宾格分词短语(τὴν μὲν ἐπιχαίρουσαν... ἐμὲ δὲ... δυνάμενον)在句法上作为前一节(§47)中不定式 ὥστʼ ἐπιδεῖν(“以至于亲眼看到”)的宾语,形成“宾格主语+分词”的结构。
  4. §49ἐνθυμηθέντας — 阳性复数宾格分词。由于它修饰的是非人称表达 ἄξιον δʼ ἐστὶ(“……是值得的”)中不定式所隐含的主语(即陪审员或一般大众,常以宾格形式出现),因此在性、数、格上与其保持一致。

引用这一段

伊索克拉底, 埃吉纳人 §44-51. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg006.humanitext-grc2:44-51

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。