§27τοιαῦτα δʼ ἔπασχεν ὥσθʼ ἡμᾶς μηδεμίαν ἡμέραν ἀδακρύτους διάγειν, ἀλλὰ θρηνοῦντες διετελοῦμεν καὶ τοὺς πόνους τοὺς ἀλλήλων καὶ τὴν φυγὴν καὶ τὴν ἐρημίαν τὴν ἡμετέραν αὐτῶν.
彼はそのような苦痛に苛まれていたので、私たちは一日たりとも涙を流さずに過ごすことはなく、お互いの苦労や、追放、そして自分たちの孤独を嘆き悲しみ続けていました。
καὶ ταῦτʼ οὐδένα χρόνον διέλειπεν·
そして、こうした状態は一瞬たりとも止むことがありませんでした。
οὐδὲ γὰρ ἀπελθεῖν οἷόν τʼ ἦν ἢ δοκεῖν ἀμελεῖν, ὅ μοι πολὺ δεινότερον ἦν τῶν κακῶν τῶν παρόντων.
というのも、立ち去ることもできず、立ち去れば無視していると思われるからであり、それは私にとって、目の前の災難よりもはるかに恐ろしいことだったからです。
§28ἠβουλόμην δʼ ἂν ὑμῖν οἷός τʼ εἶναι ποιῆσαι φανερὸν οἷος περὶ αὐτὸν ἐγενόμην·
私は、自分が彼に対してどのような態度をとったのかを、皆様に明らかにすることができればと切に願います。
οἶμαι γὰρ οὐδʼ ἂν τὴν φωνὴν ὑμᾶς ἀνασχέσθαι τῶν ἀντιδίκων.
そうすれば、皆様は相手方の声を聞くことさえ我慢できなくなるだろうと思うからです。
νῦν δὲ τὰ χαλεπώτατα τῶν ἐν τῇ θεραπείᾳ καὶ δυσχερέστατα καὶ πόνους ἀηδεστάτους ἔχοντα καὶ πλείστης ἐπιμελείας δεηθέντʼ οὐκ εὐδιήγητʼ ἐστίν.
しかし今、看護における最も困難で気分の滅入るようなこと、最も不快な労苦を伴い、最も細心の配慮を必要とした事柄を語り尽くすのは容易なことではありません。
ἀλλʼ ὑμεῖς αὐτοὶ σκοπεῖτε, μετὰ πόσων ἄν τις ἀγρυπνιῶν καὶ ταλαιπωριῶν τοιοῦτον νόσημα τοσοῦτον χρόνον θεραπεύσειεν.
しかし皆様ご自身で、これほど長い間、どれほどの不眠と辛苦を伴って、このような病気の看病をしなければならないかを考えてみてください。
§29ἐγὼ μὲν γὰρ οὕτω κακῶς διετέθην, ὥσθʼ ὅσοι περ εἰσῆλθον τῶν φίλων, ἔφασαν δεδιέναι, μὴ κἀγὼ προσαπόλωμαι, καὶ συνεβούλευόν μοι φυλάττεσθαι, λέγοντες ὡς οἱ πλεῖστοι τῶν θεραπευσάντων ταύτην τὴν νόσον αὐτοὶ προσδιεφθάρησαν.
実際、私は体調が極めて悪化し、お見舞いに来た友人は皆、私までもが共に死んでしまうのではないかと恐れていると言い、用心するよう私に勧めました。 この病気を看病した人のほとんどが自分自身も共に亡くなっていると言って。
πρὸς οὓς ἐγὼ τοιαῦτʼ ἀπεκρινάμην ὅτι πολὺ ἂν θᾶττον ἑλοίμην ἀποθανεῖν ἢ ʼκεῖνον περιιδεῖν διʼ ἔνδειαν τοῦ θεραπεύσοντος πρὸ μοίρας τελευτήσαντα.
彼らに対して私は、看病する人がいないために彼が運命に先立って死ぬのを見過ごすくらいなら、はるかに喜んで死を選ぶ、と答えました。
§30καὶ τοιούτῳ μοι γεγενημένῳ τετόλμηκεν ἀμφισβητεῖν τῶν χρημάτων ἡ μηδʼ ἐπισκέψασθαι πώποτʼ αὐτὸν ἀξιώσασα, τοσοῦτον μὲν χρόνον ἀσθενήσαντα, πυνθανομένη δὲ καθʼ ἑκάστην τὴν ἡμέραν, ὡς διέκειτο, ῥᾳδίας δʼ οὔσης αὐτῇ τῆς πορείας.
そして、私がこれほどのことをしたというのに、彼がこれほど長い間病気に苦しみ、毎日彼がどのような状態にあるかを尋ね知っていたにもかかわらず(しかも行くのは容易であったのに)、一度も見舞うことさえしなかった女が、財産を巡って争おうと大胆にも乗り出してきたのです。
εἶτα νῦν αὐτὸν ἀδελφίζειν ἐπιχειρήσουσιν, ὥσπερ οὐχ ὅσῳ περ ἂν οἰκειότερον προσείπωσι τὸν τεθνεῶτα, τοσούτῳ δόξουσαν αὐτὴν μείζω καὶ δεινότερʼ ἐξαμαρτεῖν·
その上、今や彼らは彼を「兄弟」と呼ぼうとしています。 亡くなった者を親しく呼べば呼ぶほど、彼女が犯した過ちがいっそう大きく、恐ろしいものであると思われるようになるだけであるのに。
§31ἥτις οὐδʼ ἐπειδὴ τελευτᾶν ἤμελλε τὸν βίον, ὁρῶσα τοὺς πολίτας τοὺς ἡμετέρους, ὅσοι περ ἦσαν ἐν Τροιζῆνι, διαπλέοντας εἰς Αἴγιναν, ἵνʼ αὐτὸν συγκαταθάψειαν, οὐδʼ εἰς τοῦτον τὸν καιρὸν ἀπήντησεν, ἀλλʼ οὕτως ὠμῶς καὶ σχετλίως εἶχεν, ὥστʼ ἐπὶ μὲν τὸ κῆδος οὐκ ἠξίωσεν ἀφικέσθαι, τῶν δὲ καταλειφθέντων οὐδὲ δέχʼ ἡμέρας διαλιποῦσʼ ἦλθεν ἀμφισβητοῦσα, ὥσπερ τῶν χρημάτων ἀλλʼ οὐκ ἐκείνου συγγενὴς οὖσα.
彼女は、彼が命を終えようとするときにさえ、トロイゼンにいた私たちの市民の誰もが、彼の埋葬を共にするためにアイギナ島へ船で渡っていくのを目にしながら、この機会にさえ駆けつけませんでした。 それどころか、あまりにも冷酷で無情であったため、葬儀には参列しようともしなかったのに、遺された財産については十日も経たないうちに争いを求めてやって来ました。 まるで彼の親族ではなく、財産の親族であるかのように。
§32καὶ εἰ μὲν ὁμολογήσει τοσαύτην ἔχθραν ὑπάρχειν αὑτῇ πρὸς ἐκεῖνον ὥστʼ εἰκότως ταῦτα ποιεῖν, οὐκ ἂν κακῶς εἴη βεβουλευμένος, εἰ τοῖς φίλοις ἠβουλήθη μᾶλλον ἢ ταύτῃ τὴν οὐσίαν καταλιπεῖν·
そして、もし彼女が、彼に対してこれほどの敵意があったためにこのような行動をとったのも当然だと認めるならば、彼がこの女にではなく、むしろ友人たちに財産を遺したいと望んだことも、誤った判断ではなかったことになります。
εἰ δὲ μηδεμιᾶς διαφορᾶς οὔσης οὕτως ἀμελὴς καὶ κακὴ περὶ αὐτὸν ἐγένετο, πολὺ ἂν δήπου δικαιότερον στερηθείη τῶν αὑτῆς ἢ τῶν ἐκείνου κληρονόμος γίγνοιτο.
また、何の不和もなかったのにこれほど無関心で彼に対して酷い態度をとったのだとすれば、彼女は彼の財産を相続するどころか、自分自身の財産さえ奪われる方がはるかに正当なはずです。
§33ἐνθυμεῖσθε δʼ ὅτι τὸ μὲν ταύτης μέρος οὔτʼ ἐν τῇ νόσῳ θεραπείας ἔτυχεν οὔτʼ ἀποθανὼν τῶν νομιζομένων ἠξιώθη, διʼ ἐμὲ δʼ ἀμφότερα ταῦτʼ αὐτῷ γεγένηται.
また、彼女の側からは、彼は病気において何の看病も受けず、死後も慣例の葬儀を執り行ってもらえなかったのに対し、私のおかげでこの両方が彼に対してなされたのだということを心に留めてください。
καίτοι δίκαιόν ἐστιν ὑμᾶς τὴν ψῆφον φέρειν, οὐκ εἴ τινες γένει μέν φασι προσήκειν, ἐν δὲ τοῖς ἔργοις ὅμοιοι τοῖς ἐχθροῖς γεγόνασιν, ἀλλὰ πολὺ μᾶλλον ὅσοι μηδὲν ὄνομα συγγενείας ἔχοντες οἰκειοτέρους σφᾶς αὐτοὺς ἐν ταῖς συμφοραῖς τῶν ἀναγκαίων παρέσχον.
しかし、あなた方が票を投じるにあたって重んじるべきなのは、生まれの上では親族だと主張しながらもその行いにおいては敵と同じであった者たちではなく、親族という名を持たずとも、災難の際にあって、最も近い血縁者たちよりも親身に尽くした者たちであるべきです。
§34λέγουσι δʼ ὡς τὰς μὲν διαθήκας οὐκ ἀπιστοῦσι Θρασύλοχον καταλιπεῖν, οὐ μέντοι καλῶς οὐδʼ ὀρθῶς φασὶν αὐτὰς ἔχειν.
そして彼らは、トラシュロコスが遺言書を遺したこと自体は疑わないものの、それが適切でも正しくもないと言っています。
καίτοι, ὦ ἄνδρες Αἰγινῆται, πῶς ἄν τις ἄμεινον ἢ μᾶλλον συμφερόντως περὶ τῶν αὑτοῦ πραγμάτων ἐβουλεύσατο;
しかし、アイギナの皆さん、自分の事柄について、これ以上に優れ、また有益な形で誰が計画を立てられたでしょうか。
ὃς οὔτʼ ἔρημον τὸν οἶκον κατέλιπε τοῖς τε φίλοις χάριν ἀπέδωκεν, ἔτι δὲ τὴν μητέρα καὶ τὴν ἀδελφὴν οὐ μόνον τῶν αὑτοῦ κυρίας ἀλλὰ καὶ τῶν ἐμῶν κατέστησε, τὴν μὲν ἐμοὶ συνοικίσας, τῇ δʼ υἱόν μʼ εἰσποιήσας;
彼は家を絶やすことなく残し、友人たちには恩を返し、さらに私の母と妹を自らの財産だけでなく私の財産の支配者(管理者)ともしたのです。 すなわち、妹を私と結婚させ、母には私を養子に入れたことによってです。