§27τοιαῦτα δʼ ἔπασχεν ὥσθʼ ἡμᾶς μηδεμίαν ἡμέραν ἀδακρύτους διάγειν, ἀλλὰ θρηνοῦντες διετελοῦμεν καὶ τοὺς πόνους τοὺς ἀλλήλων καὶ τὴν φυγὴν καὶ τὴν ἐρημίαν τὴν ἡμετέραν αὐτῶν.
He suffered in such a way that we did not pass a single day without tears, but continued to lament both one another's hardships and our exile and our loneliness.
καὶ ταῦτʼ οὐδένα χρόνον διέλειπεν· οὐδὲ γὰρ ἀπελθεῖν οἷόν τʼ ἦν ἢ δοκεῖν ἀμελεῖν, ὅ μοι πολὺ δεινότερον ἦν τῶν κακῶν τῶν παρόντων.
And this state of things never ceased for any time; for it was not possible even to go away, or else to seem to neglect him, which was to me far more terrible than the present miseries.
§28ἠβουλόμην δʼ ἂν ὑμῖν οἷός τʼ εἶναι ποιῆσαι φανερὸν οἷος περὶ αὐτὸν ἐγενόμην· οἶμαι γὰρ οὐδʼ ἂν τὴν φωνὴν ὑμᾶς ἀνασχέσθαι τῶν ἀντιδίκων.
I could wish that I were able to make clear to you what kind of person I proved to be toward him; for I think you would not even endure the voice of my opponents.
νῦν δὲ τὰ χαλεπώτατα τῶν ἐν τῇ θεραπείᾳ καὶ δυσχερέστατα καὶ πόνους ἀηδεστάτους ἔχοντα καὶ πλείστης ἐπιμελείας δεηθέντʼ οὐκ εὐδιήγητʼ ἐστίν.
But as it is, the most difficult and disagreeable aspects of nursing, which involve the most unpleasant tasks and required the greatest care, are not easy to describe in detail.
ἀλλʼ ὑμεῖς αὐτοὶ σκοπεῖτε, μετὰ πόσων ἄν τις ἀγρυπνιῶν καὶ ταλαιπωριῶν τοιοῦτον νόσημα τοσοῦτον χρόνον θεραπεύσειεν.
But do you yourselves consider with how many sleepless nights and hardships one would have to nurse such a disease for so long a time.
§29ἐγὼ μὲν γὰρ οὕτω κακῶς διετέθην, ὥσθʼ ὅσοι περ εἰσῆλθον τῶν φίλων, ἔφασαν δεδιέναι, μὴ κἀγὼ προσαπόλωμαι, καὶ συνεβούλευόν μοι φυλάττεσθαι, λέγοντες ὡς οἱ πλεῖστοι τῶν θεραπευσάντων ταύτην τὴν νόσον αὐτοὶ προσδιεφθάρησαν.
For I myself became so ill that all of my friends who came to visit me said they feared that I too might perish besides, and advised me to be on my guard, saying that most of those who nursed this disease had themselves perished with it.
πρὸς οὓς ἐγὼ τοιαῦτʼ ἀπεκρινάμην ὅτι πολὺ ἂν θᾶττον ἑλοίμην ἀποθανεῖν ἢ ʼκεῖνον περιιδεῖν διʼ ἔνδειαν τοῦ θεραπεύσοντος πρὸ μοίρας τελευτήσαντα.
To them I replied that I would much sooner choose to die than to stand by and see him perish before his allotted time for want of someone to care for him.
§30καὶ τοιούτῳ μοι γεγενημένῳ τετόλμηκεν ἀμφισβητεῖν τῶν χρημάτων ἡ μηδʼ ἐπισκέψασθαι πώποτʼ αὐτὸν ἀξιώσασα, τοσοῦτον μὲν χρόνον ἀσθενήσαντα, πυνθανομένη δὲ καθʼ ἑκάστην τὴν ἡμέραν, ὡς διέκειτο, ῥᾳδίας δʼ οὔσης αὐτῇ τῆς πορείας.
And despite my having acted in this way, she has dared to dispute for the money, she who never once saw fit to visit him during all the time he was ill, though she inquired every day how he was doing, and although the journey was easy for her.
εἶτα νῦν αὐτὸν ἀδελφίζειν ἐπιχειρήσουσιν, ὥσπερ οὐχ ὅσῳ περ ἂν οἰκειότερον προσείπωσι τὸν τεθνεῶτα, τοσούτῳ δόξουσαν αὐτὴν μείζω καὶ δεινότερʼ ἐξαμαρτεῖν·
And then they will now attempt to call him "brother," as if she would not appear to have committed a greater and more terrible offense the more closely they address the deceased as a relative.
§31ἥτις οὐδʼ ἐπειδὴ τελευτᾶν ἤμελλε τὸν βίον, ὁρῶσα τοὺς πολίτας τοὺς ἡμετέρους, ὅσοι περ ἦσαν ἐν Τροιζῆνι, διαπλέοντας εἰς Αἴγιναν, ἵνʼ αὐτὸν συγκαταθάψειαν, οὐδʼ εἰς τοῦτον τὸν καιρὸν ἀπήντησεν, ἀλλʼ οὕτως ὠμῶς καὶ σχετλίως εἶχεν, ὥστʼ ἐπὶ μὲν τὸ κῆδος οὐκ ἠξίωσεν ἀφικέσθαι, τῶν δὲ καταλειφθέντων οὐδὲ δέχʼ ἡμέρας διαλιποῦσʼ ἦλθεν ἀμφισβητοῦσα, ὥσπερ τῶν χρημάτων ἀλλʼ οὐκ ἐκείνου συγγενὴς οὖσα.
She did not even when he was about to end his life, though she saw those of our citizens who were in Troezen sailing across to Aegina in order to join in burying him, make her appearance even at this moment; instead, she was so cruel and heartless that she did not deign to arrive for the funeral, yet before ten days had elapsed from what was left behind, she came to dispute, as if she were a relative of the money and not of him.
§32καὶ εἰ μὲν ὁμολογήσει τοσαύτην ἔχθραν ὑπάρχειν αὑτῇ πρὸς ἐκεῖνον ὥστʼ εἰκότως ταῦτα ποιεῖν, οὐκ ἂν κακῶς εἴη βεβουλευμένος, εἰ τοῖς φίλοις ἠβουλήθη μᾶλλον ἢ ταύτῃ τὴν οὐσίαν καταλιπεῖν· εἰ δὲ μηδεμιᾶς διαφορᾶς οὔσης οὕτως ἀμελὴς καὶ κακὴ περὶ αὐτὸν ἐγένετο, πολὺ ἂν δήπου δικαιότερον στερηθείη τῶν αὑτῆς ἢ τῶν ἐκείνου κληρονόμος γίγνοιτο.
And if she will confess that there existed so great a hostility on her part toward him that she naturally acted in this way, he would not have planned badly in wishing to leave his property to his friends rather than to her; but if, when there was no quarrel, she proved so negligent and bad toward him, she would surely be much more justly deprived of her own possessions than become the heir to his.
§33ἐνθυμεῖσθε δʼ ὅτι τὸ μὲν ταύτης μέρος οὔτʼ ἐν τῇ νόσῳ θεραπείας ἔτυχεν οὔτʼ ἀποθανὼν τῶν νομιζομένων ἠξιώθη, διʼ ἐμὲ δʼ ἀμφότερα ταῦτʼ αὐτῷ γεγένηται.
And bear in mind that, so far as she was concerned, he received no care in his illness nor, when he died, was he deemed worthy of the customary rites, but through me both of these things have been done for him.
καίτοι δίκαιόν ἐστιν ὑμᾶς τὴν ψῆφον φέρειν, οὐκ εἴ τινες γένει μέν φασι προσήκειν, ἐν δὲ τοῖς ἔργοις ὅμοιοι τοῖς ἐχθροῖς γεγόνασιν, ἀλλὰ πολὺ μᾶλλον ὅσοι μηδὲν ὄνομα συγγενείας ἔχοντες οἰκειοτέρους σφᾶς αὐτοὺς ἐν ταῖς συμφοραῖς τῶν ἀναγκαίων παρέσχον.
And yet, it is just for you to cast your vote, not for those who say they are related by birth but in their deeds have become like enemies, but much rather for those who, having no claim to the name of kinship, showed themselves closer than near relatives in times of misfortune.
§34λέγουσι δʼ ὡς τὰς μὲν διαθήκας οὐκ ἀπιστοῦσι Θρασύλοχον καταλιπεῖν, οὐ μέντοι καλῶς οὐδʼ ὀρθῶς φασὶν αὐτὰς ἔχειν.
And they say that while they do not doubt that Thrasylochus left the will, they assert that it is not well or rightly made.
καίτοι, ὦ ἄνδρες Αἰγινῆται, πῶς ἄν τις ἄμεινον ἢ μᾶλλον συμφερόντως περὶ τῶν αὑτοῦ πραγμάτων ἐβουλεύσατο;
And yet, men of Aegina, how could anyone have planned better or more advantageously concerning his own affairs?
ὃς οὔτʼ ἔρημον τὸν οἶκον κατέλιπε τοῖς τε φίλοις χάριν ἀπέδωκεν, ἔτι δὲ τὴν μητέρα καὶ τὴν ἀδελφὴν οὐ μόνον τῶν αὑτοῦ κυρίας ἀλλὰ καὶ τῶν ἐμῶν κατέστησε, τὴν μὲν ἐμοὶ συνοικίσας, τῇ δʼ υἱόν μʼ εἰσποιήσας;
He did not leave his house desolate, and he repaid his friends with gratitude, and furthermore, he established his mother and sister as mistresses not only of his own property but also of mine, by marrying the sister to me and making me the adopted son of the mother.