Humanitext Reader

イソクラテス · 競技戦車の四頭馬について §1-9

テイシアスの中傷への反論と父の追放の経緯

1 / 6 箇所 · ギリシア語

要旨

テイシアスによる父アルキビアデスの中傷に対し、話し手は馬の所有の正当性を主張し、若者のために父がアテナイの政敵たちの陰謀によって追放され、スパルタに逃亡せざるを得なくなった経緯を語り始める。

§1περὶ μὲν οὖν τοῦ ζεύγους τῶν ἵππων, ὡς οὐκ ἀφελόμενος ὁ πατὴρ Τεισίαν εἶχεν, ἀλλὰ πριάμενος παρὰ τῆς πόλεως τῆς Ἀργείων, τῶν τε πρέσβεων τῶν ἐκεῖθεν ἡκόντων καὶ τῶν ἄλλων τῶν εἰδότων ἀκηκόατε μαρτυρούντων·
さて、問題の二頭立ての馬について、父がテイシアスから強奪して所有していたのではなく、アルゴスの国家から買い取ったのだということについては、現地からやって来た使節たちや、その他の事情を知る人々が証言しているのを、あなた方はお聞きになりました。
τὸν αὐτὸν δὲ τρόπον ἅπαντές εἰσιν εἰθισμένοι με συκοφαντεῖν.
しかし、これと全く同じやり方で、誰もが私を中傷することに慣れてしまっているのです。
§2τὰς μὲν γὰρ δίκας ὑπὲρ τῶν ἰδίων ἐγκλημάτων λαγχάνουσι, τὰς δὲ κατηγορίας ὑπὲρ τῶν τῆς πόλεως πραγμάτων ποιοῦνται, καὶ πλείω χρόνον διατρίβουσι τὸν πατέρα μου διαβάλλοντες ἢ περὶ ὧν ἀντώμοσαν διδάσκοντες, καὶ τοσοῦτον καταφρονοῦσι τῶν νόμων ὥστε περὶ ὧν ὑμᾶς ὑπʼ ἐκείνου φασὶν ἠδικῆσθαι, τούτων αὐτοὶ δίκην παρʼ ἐμοῦ λαβεῖν ἀξιοῦσιν.
というのは、彼らは私的な告発について訴訟を起こしておきながら、その告発を国家の国事に関することとして行い、自分たちが宣誓した事柄について陪審員を教導することよりも、私の父を誹謗することに多くの時間を費やし、法律をこれほどまでに軽んじているため、父によってあなた方が不義を被ったと彼らが主張するその事柄について、自分たち自身が私から賠償を取るのが当然だと考えているのです。
§3ἐγὼ δʼ ἡγοῦμαι μὲν οὐδὲν προσήκειν τὰς κοινὰς αἰτίας τοῖς ἰδίοις ἀγῶσιν·
私は、公的な非難は私的な訴訟には何の関係もないと考えております。
ἐπειδὴ δὲ Τεισίας πολλάκις ὀνειδίζει μοι τὴν φυγὴν τὴν τοῦ πατρὸς καὶ μᾶλλον ὑπὲρ τῶν ὑμετέρων ἢ τῶν αὑτοῦ σπουδάζει πραγμάτων, ἀνάγκη πρὸς ταῦτα τὴν ἀπολογίαν ποιεῖσθαι·
しかし、テイシアスがたびたび私に対して父の追放を難詰し、自分自身の事柄よりもあなた方の事柄に熱心になっている以上、これらに対して弁明を行うことは避けられません。
καὶ γὰρ ἂν αἰσχυνοίμην, εἴ τῳ δόξαιμι τῶν πολιτῶν ἧττον φροντίζειν τῆς ἐκείνου δόξης ἢ τῶν ἐμαυτοῦ κινδύνων.
というのも、市民の誰かに対して、私が自分の危険よりも父の名誉を気にかけていないと思われるようなことがあれば、恥ずかしく思うからです。
§4πρὸς μὲν οὖν τοὺς πρεσβυτέρους βραχὺς ἂν ἐξήρκει λόγος·
さて、年長者に対してであれば、短い言葉で十分であったでしょう。
ἅπαντες γὰρ ἴσασιν ὅτι διὰ τοὺς αὐτοὺς ἄνδρας ἥ τε δημοκρατία κατελύθη κἀκεῖνος ἐκ τῆς πόλεως ἐξέπεσεν·
というのも、同じ人々によって、民主政が覆され、また父が国から追放されたことを、彼らは皆知っているからです。
τῶν δὲ νεωτέρων ἕνεκα, οἳ τῶν μὲν πραγμάτων ὕστεροι γεγόνασι τῶν δὲ διαβαλλόντων πολλάκις ἀκηκόασι, πορρωτέρωθεν ἄρξομαι διδάσκειν.
しかし、当時の出来事より後に生まれ、中傷する人々の言葉をしばしば聞いてきた若い人々のために、私はより古い出来事から話を始めて説明することにいたします。
§5οἱ γὰρ τὸ πρῶτον ἐπιβουλεύσαντες τῷ δήμῳ καὶ καταστήσαντες τοὺς τετρακοσίους, ἐπειδὴ παρακαλούμενος ὁ πατὴρ οὐκ ἤθελε γενέσθαι μετʼ αὐτῶν, ὁρῶντες αὐτὸν καὶ πρὸς τὰς πράξεις ἐρρωμένως ἔχοντα καὶ πρὸς τὸ πλῆθος πιστῶς διακείμενον, οὐχ ἡγοῦντʼ οὐδὲν οἷοί τʼ εἶναι κινεῖν τῶν καθεστώτων, πρὶν ἐκποδὼν ἐκεῖνος αὐτοῖς γένοιτο.
民衆に対して最初に陰謀を企てて四百人政権を樹立した者たちは、私の父が、彼らから誘いを受けたものの、一味になることを拒んだとき、彼が行動力に富み、また民衆に対して忠実であることを目の当たりにして、彼が自分たちの邪魔にならないところへ去るまでは、既存の体制を何一つ動かすことはできないと考えました。
§6εἰδότες δὲ τὴν πόλιν τῶν μὲν περὶ τοὺς θεοὺς μάλιστʼ ἂν ὀργισθεῖσαν, εἴ τις εἰς τὰ μυστήρια φαίνοιτʼ ἐξαμαρτάνων, τῶν δʼ ἄλλων εἴ τις τὴν δημοκρατίαν τολμῴη καταλύειν, ἀμφοτέρας ταύτας συνθέντες τὰς αἰτίας εἰσήγγελλον εἰς τὴν βουλήν, λέγοντες ὡς ὁ πατὴρ μὲν συνάγοι τὴν ἑταιρείαν ἐπὶ νεωτέροις πράγμασιν, οὗτοι δʼ ἐν τῇ Πουλυτίωνος οἰκίᾳ συνδειπνοῦντες τὰ μυστήρια ποιήσειαν.
そして、国家が、神々に関することについては、もし誰かが秘儀に対して罪を犯していると明らかになれば最も怒り、他の事柄については、もし誰かが民主政を覆そうと企てるなら最も怒るであろうということを知っていたので、これら二つの容疑を組み合わせて評議会に告発し、父が国家変革のために結社を組織しており、彼らがプリュティオンの家で共に会食しながら、秘儀を執り行ったと主張したのです。
§7ὀρθῆς δὲ τῆς πόλεως γενομένης διὰ τὸ μέγεθος τῶν αἰτιῶν καὶ διὰ ταχέων συλλεγείσης ἐκκλησίας οὕτω σαφῶς ἐπέδειξεν αὐτοὺς ψευδομένους, ὥστε παρὰ μὲν τῶν κατηγόρων ἡδέως ἂν ὁ δῆμος δίκην ἔλαβε, τὸν δʼ εἰς Σικελίαν στρατηγὸν ἐχειροτόνησεν.
告発の重大さのために国家が騒然となり、ただちに民会が招集されたとき、父は告訴人たちが嘘をついていることを非常に明白に証明したので、民衆は告訴人たちから喜んで罰を取りたいと望んだほどであり、父をシケリアへの将軍に選出したのです。
μετὰ δὲ ταῦθʼ ὁ μὲν ἐξέπλευσεν ὡς ἀπηλλαγμένος ἤδη τῆς διαβολῆς, οἱ δὲ συστήσαντες τὴν βουλὴν καὶ τοὺς ῥήτορας ὑφʼ αὑτοῖς ποιησάμενοι πάλιν ἤγειρον τὸ πρᾶγμα καὶ μηνυτὰς εἰσέπεμπον.
この後、父はすでに中傷から解放されたものとして出帆しましたが、彼ら(政敵)は評議会を組織し、弁論家たちを自分たちの配下に置いて、再びその事件を蒸し返し、密告者を送り込みました。
§8καὶ τί δεῖ μακρολογεῖν;
そして、長々と語る必要がどこにありましょう。
οὐ γὰρ πρότερον ἐπαύσαντο, πρὶν τόν τε πατέρʼ ἐκ τοῦ στρατοπέδου μετεπέμψαντο, καὶ τῶν φίλων αὐτοῦ τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐκ τῆς πόλεως ἐξέβαλον.
というのも、彼らは、父を陣営から召喚するまでは攻撃をやめず、父の友人たちのうち一部を死刑にし、他の者たちを国から追放したのです。
πυθόμενος δὲ τήν τε τῶν ἐχθρῶν δύναμιν καὶ τὰς τῶν ἐπιτηδείων συμφοράς, καὶ νομίζων δεινὰ πάσχειν ὅτι παρόντα μὲν αὐτὸν οὐκ ἔκρινον, ἀπόντος δὲ κατεγίγνωσκον, οὐδʼ ὣς ἀπελθεῖν ἠξίωσεν εἰς τοὺς πολεμίους·
父は、敵たちの勢力と、親しい人々の不幸を知り、自分が在国していたときには裁判にかけず、不在の間に有罪判決を下したことについて、不当な扱いを受けていると考えましたが、それでもなお、敵のところへ身を寄せるべきだとは考えませんでした。
§9ἀλλʼ ἐκεῖνος μὲν τοσαύτην πρόνοιαν ἔσχεν ὑπὲρ τοῦ μηδὲ φεύγων μηδὲν ἐξαμαρτεῖν εἰς τὴν πόλιν, ὥστʼ εἰς Ἄργος ἐλθὼν ἡσυχίαν εἶχεν, οἱ δʼ εἰς τοσοῦτον ὕβρεως ἦλθον, ὥστʼ ἔπεισαν ὑμᾶς ἐλαύνειν αὐτὸν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ στηλίτην ἀναγράφειν καὶ πρέσβεις πέμποντας ἐξαιτεῖν παρʼ Ἀργείων.
むしろ、父は追放の身となっても国家に対して一切の罪を犯さないようにと、これほどの配慮を払い、アルゴスへ赴いて平穏に暮らしていました。 しかし、彼らはこれほどまでの不遜に及び、あなた方を説得して、彼を全ギリシアから追放させ、彼を裏切り者として石柱に刻字させ、そして使節を送ってアルゴス人から彼の引き渡しを要求させたのです。
ἀπορῶν δʼ ὅ τι χρήσαιτο τοῖς παροῦσι κακοῖς καὶ πανταχόθεν εἰργόμενος καὶ σωτηρίας οὐδεμιᾶς ἄλλης αὐτῷ φαινομένης τελευτῶν ἐπὶ Λακεδαιμονίους ἠναγκάσθη καταφυγεῖν.
目の前にある災いにどう対処すべきか途方に暮れ、四方から締め出され、他に生存の道が全く見えなくなったため、父はついにラケダイモン人のもとへと避難することを余儀なくされたのです。

語釈・文法注

  1. 1ὡς οὐκ ἀφελόμενος ὁ πατὴρ Τεισίαν εἶχεν — ὡς 節は、主節の動詞 ἀκηκόατε(または分詞 μαρτυрующих の目的語)に導かれる間接事実を示す名詞節を構成し、父が馬を奪ったのではなく購入したという内容を説明する。分詞 ἀφελόμενος は所有を表す εἶχεν にかかり、「奪い取ることで所有した(奪い取って持っていた)」という意味になる。
  2. 2διατρίβουσι τὸν πατέρα μου διαβάλλοντες ἢ περὶ ὧν ἀντώμοσαν διδάσκοντες — 動詞 διατρίβουσι(時間を費やす)は、分詞 διαβάλλοντες(中傷することに)および διδάσκοντες(教えることに)を伴う。比較級 πλείω に対応する接続詞 ἤ が二つの分詞句を繋いでおり、「〜を教えることよりも、私の父を誹謗することに、より多くの時間を費やす」という意味になる。ὧν は関係代名詞の引き込み(attraction)により、先行詞を含んで τούτων ἃ の役割を果たす。
  3. 6τὴν πόλιν τῶν μὲν περὶ τοὺς θεοὺς μάλιστʼ ἂν ὀργισθεῖσαν, εἴ τις εἰς τὰ μυστήρια φαίνοιτʼ ἐξαμαρτάνων — 分詞 εἰδότες(知っていて)の目的語となる対格不定詞に代わる構文で、名詞 τὴν πόλιν と 接続辞 ἄν を伴う未来/潜在を表す分詞 ὀργισθεῖσαν(怒るであろうこと)が対格・分詞構文を形成している。条件節 εἴ τις ... φαίνοιτο(もし〜と明らかになるなら)は、過去の一般的・潜在的条件(希求法)を表し、主節の ἂν ὀργισθεῖσαν(希求法過去+ ἄν に相当する分詞)と呼応する。
  4. 8νομίζων δεινὰ πάσχειν ὅτι παρόντα μὲν αὐτὸν οὐκ ἔκρινον, ἀπόντος δὲ κατεγίγνωσκον — δεινὰ πάσχειν(ひどい扱いを受けている)の内容を ὅτι 節が説明している。παρόντα(彼がアテナイにいたとき)と ἀπόντος(彼がいないとき、属格独立格)という対照的な状況を表す分詞表現が、それぞれ動詞 οὐκ ἔκρινον(裁判にかけなかった)および κατεγίγνωσκον(有罪判決を下した)と対比的に用いられている。

この箇所を引用する

イソクラテス, 競技戦車の四頭馬について §1-9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg004.humanitext-grc2:1-9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。