Humanitext Reader

イソクラテス · カリマコスを駁す §1-9

抗弁に関する法律の解説と事件の発端

1 / 7 箇所 · ギリシア語

要旨

被告である語り手は、原告カリマコスによる訴訟が和解条約に違反していると主張し、まず抗弁手続き(パラグラペー)に関する法律を説明した上で、訴訟の原因となった財産没収をめぐる過去の経緯を語り始める。

§1εἰ μὲν καὶ ἄλλοι τινὲς ἦσαν ἠγωνισμένοι τοιαύτην παραγραφήν, ἀπʼ αὐτοῦ τοῦ πράγματος ἠρχόμην ἂν τοὺς λόγους ποιεῖσθαι·
もし他の誰かがこのような抗弁で争ったことがあるならば、私は事件そのものから話し始めたであろう。
νῦν δʼ ἀνάγκη περὶ τοῦ νόμου πρῶτον εἰπεῖν καθʼ ὃν εἰσεληλύθαμεν, ἵνʼ ἐπιστάμενοι περὶ ὧν ἀμφισβητοῦμεν, τὴν ψῆφον φέρητε, καὶ μηδεὶς ὑμῶν θαυμάσῃ διότι φεύγων τὴν δίκην πρότερος λέγω τοῦ διώκοντος.
しかし、今はまず、我々が法廷に入る根拠となった法律について語らざるを得ない。 皆さんが我々の係争点について理解した上で投票できるように、また、皆さんの中で、被告である私が原告よりも先に発言することに不審を抱く者がいないようにするためである。
§2ἐπειδὴ γὰρ ἐκ Πειραιέως κατελθόντες ἐνίους ἑωρᾶτε τῶν πολιτῶν συκοφαντεῖν ὡρμημένους καὶ τὰς συνθήκας λύειν ἐπιχειροῦντας, βουλόμενοι τούτους τε παῦσαι καὶ τοῖς ἄλλοις ἐπιδεῖξαι ὅτι οὐκ ἀναγκασθέντες ἐποιήσασθʼ αὐτὰς ἀλλʼ ἡγούμενοι τῇ πόλει συμφέρειν, εἰπόντος Ἀρχίνου νόμον ἔθεσθε, ἄν τις δικάζηται παρὰ τοὺς ὅρκους, ἐξεῖναι τῷ φεύγοντι παραγράψασθαι, τοὺς δʼ ἄρχοντας περὶ τούτου πρῶτον εἰσάγειν, λέγειν δὲ πρότερον τὸν παραγραψάμενον,
というのも、皆さんは、ピレウスから帰還したのち、市民の何人かが告発に狂奔し、条約を破ろうと企てているのを見て、これらを制止し、また他の人々には、皆さんが強制されてではなく、国家に有益であると考えてその協定を結んだのだということを示したいと望み、アルキノスが提案したときに法律を制定したからである。 すなわち、もし誓約に反して誰かが訴訟を起こした場合、被告は抗弁を提出することができ、役人たちはこの件についてまず法廷に導入し、抗弁を提出した者が先に発言すること、そして敗訴した側はオボロス連帯金を支払うこと。
§3ὁπότερος δʼ ἂν ἡττηθῇ, τὴν ἐπωβελίαν ὀφείλειν, ἵνʼ οἱ τολμῶντες μνησικακεῖν μὴ μόνον ἐπιορκοῦντες ἐξελέγχοιντο μηδὲ τὴν παρὰ τῶν θεῶν τιμωρίαν ὑπομένοιεν ἀλλὰ καὶ παραχρῆμα ζημιοῖντο.
これは、かつての悪事をあえて蒸し返そうとする者たちが、偽誓を暴かれるだけでなく、神々からの罰を被るだけでなく、ただちにその場で財政的にも処罰されるようにするためである。
δεινὸν οὖν ἡγησάμην, εἰ τῶν νόμων οὕτως ἐχόντων ἐγὼ περιόψομαι τὸν μὲν συκοφάντην ἐν τριάκοντα δραχμαῖς κινδυνεύοντα, ἐμαυτὸν δὲ περὶ τῆς οὐσίας ἁπάσης ἀγωνιζόμενον.
したがって、法律がこのように定められているのに、私は、告訴人がわずか30ドラクマの危険に直面しているだけで、私自身が全財産をかけて争っているのを、ただ傍観しているなどということは耐え難いことだと考えたのである。
§4ἀποδείξω δὲ Καλλίμαχον οὐ μόνον παρὰ τὰς συνθήκας δικαζόμενον, ἀλλὰ καὶ περὶ τῶν ἐγκλημάτων ψευδόμενον, καὶ προσέτι δίαιταν ἡμῖν γεγενημένην περὶ αὐτῶν.
私は、カリマコスが条約に反して訴訟を起こしているだけでなく、その告訴内容についても嘘をついており、さらに、これらについて我々の間で調停がすでに成立していたことを証明しよう。
βούλομαι δʼ ἐξ ἀρχῆς ὑμῖν διηγήσασθαι τὰ πραχθέντα·
私は最初から皆さんに事実の顛末を説明したい。
ἂν γὰρ τοῦτο μάθητε ὡς οὐδὲν ὑπʼ ἐμοῦ κακὸν πέπονθεν, ἡγοῦμαι ταῖς τε συνθήκαις ὑμᾶς ἥδιον βοηθήσειν καὶ τούτῳ μᾶλλον ὀργιεῖσθαι.
もし、彼が私からいかなる害も被っていないことを皆さんがお知りになれば、皆さんはより快く条約を擁護し、彼に対してより憤りを覚えてくださると思うからである。
§5ἦρχον μὲν γὰρ οἱ δέκα οἱ μετὰ τοὺς τριάκοντα καταστάντες, ὄντος δέ μοι Πατροκλέους ἐπιτηδείου, τοῦ τότε βασιλεύοντος, ἔτυχον μετʼ αὐτοῦ βαδίζων.
というのも、三十人政権の後に設置された十人委員会が支配していたとき、当時のバシレウスであり私の親しい友人であったパトロクレスと一緒に、私はたまたま歩いていた。
ἐκεῖνος δʼ ἐχθρὸς ὢν Καλλιμάχῳ τῷ νῦν ἐμὲ διώκοντι τὴν δίκην, ἀπήντησεν ἀργύριον φέροντι.
彼は、今私に対してこの訴訟を起こしているカリマコスと敵対関係にあったが、金銭を運んでいる彼に遭遇した。
λαβόμενος δʼ αὐτοῦ Πάμφιλον ἔφασκεν αὐτὸ καταλιπεῖν καὶ δημόσιον γίγνεσθαι·
そして彼を捕まえ、パンフィロスがそれを残したものであり、それは国庫に帰属すべき公有財産であると主張した。
ἐκεῖνον γὰρ εἶναι τῶν ἐν Πειραιεῖ.
というのも、彼(パンフィロス)はピレウスにいた人々の一人であったからである。
§6ἀμφισβητοῦντος δὲ τούτου καὶ λοιδορίας αὐτοῖς γενομένης ἄλλοι τε πολλοὶ συνέδραμον, καὶ κατὰ τύχην Ῥίνων εἷς τῶν δέκα γενόμενος προσῆλθεν.
彼がこれに異議を唱え、彼らの間で口論が生じたので、他の多くの人々も集まってきたが、偶然、十人委員会の一員であったリノンが近づいてきた。
εὐθὺς οὖν πρὸς αὐτὸν τὴν φάσιν τῶν χρημάτων ὁ Πατροκλῆς ἐποιεῖτο· ὁ δʼ ὡς τοὺς συνάρχοντας ἦγεν ἀμφοτέρους.
そこでパトロクレスはただちに彼に対してその金銭の告発を行い、彼は二人を同僚の委員会メンバーのところへ連れて行った。
ἐκεῖνοι δʼ εἰς τὴν βουλὴν περὶ αὐτῶν ἀπέδοσαν· κρίσεως δὲ γενομένης ἔδοξε τὰ χρήματα δημόσιʼ εἶναι.
彼らはそれを評議会に付託し、裁判の結果、その金銭は公有財産であると決定された。
μετὰ δὲ ταῦτʼ, §7ἐπειδὴ κατῆλθον οἱ φεύγοντες ἐκ Πειραιέως, οὗτος ἐνεκάλει τῷ Πατροκλεῖ καὶ δίκας ἐλάγχανεν ὡς αἰτίῳ τῆς συμφορᾶς γεγενημένῳ·
そののち、ピレウスから亡命者たちが帰還したとき、この男はパトロクレスを非難し、彼をその災難の原因であるとして訴訟を起こした。
διαλλαγεὶς δὲ πρὸς ἐκεῖνον καὶ πραξάμενος αὐτὸν δέκα μνᾶς ἀργυρίου Λυσίμαχον ἐσυκοφάντει·
そして彼と和解して、彼から10ミナの銀をせしめたのち、リュシマコスを告訴した。
λαβὼν δὲ καὶ παρὰ τούτου διακοσίας δραχμὰς ἐμοὶ πράγματα παρεῖχεν.
そして彼からも200ドラクマを受け取ったのち、私に難癖をつけ始めた。
καὶ τὸ μὲν πρῶτον ἐνεκάλει φάσκων με συμπράττειν ἐκείνοις, τελευτῶν δʼ εἰς τοῦτʼ ἀναιδείας ἦλθεν ὥσθʼ ἁπάντων με τῶν γεγενημένων ᾐτιᾶτο·
最初は私が彼らと共謀したと言って非難していたが、最後には、起きたことすべてを私のせいにするほどの厚顔無恥さに至った。
ἅπερ ἴσως καὶ νῦν τολμήσει κατηγορεῖν.
おそらく今も同じようにあえて非難することであろう。
§8ἐγὼ δʼ ὑμῖν παρέξομαι μάρτυρας πρῶτον μὲν τοὺς ἐξ ἀρχῆς παραγενομένους, ὡς οὔτʼ ἐπελαβόμην οὔτʼ ἐφηψάμην τῶν χρημάτων, ἔπειτα Ῥίνωνα καὶ τοὺς συνάρχοντας, ὡς οὐκ ἐγὼ τὴν φάσιν ἀλλὰ Πατροκλῆς ἐποιήσατο πρὸς αὐτούς, ἔτι δὲ τοὺς βουλευτάς, ὡς ἐκεῖνος ἦν ὁ κατηγορῶν.
私は皆さんに、まず最初にその場に居合わせた人々を証人として提出し、私がその金銭を奪いもしなければ手も触れなかったことを、次にリノンとその同僚たちを証人として提出し、私が告発を行ったのではなく、パトロクレスが彼らに対してそれを行ったことを、さらに評議員たちを証人として、彼が告発者であったことを示そう。
καί μοι κάλει τούτων μάρτυρας.
これらの証人たちを呼んでくれ。
"" §9οὕτω τοίνυν πολλῶν παραγενομένων τοῖς πραχθεῖσιν, ὥσπερ οὐδενὸς συνειδότος αὐτὸς μὲν οὗτος ἐφιστάμενος εἰς τοὺς ὄχλους καὶ καθίζων ἐπὶ τοῖς ἐργαστηρίοις λόγους ἐποιεῖτο ὡς δεινὰ πεπονθὼς ὑπʼ ἐμοῦ καὶ τῶν χρημάτων ἀπεστερημένος, τῶν δὲ χρωμένων τινὲς τούτῳ προσιόντες μοι συνεβούλευον ἀπαλλάττεσθαι τῆς πρὸς τοῦτον διαφορᾶς καὶ μὴ βούλεσθαι κακῶς ἀκούειν μηδὲ κινδυνεύειν περὶ πολλῶν χρημάτων, μηδʼ εἰ σφόδρα πιστεύω τῷ πράγματι, λέγοντες ὡς πολλὰ παρὰ γνώμην ἐν τοῖς δικαστηρίοις ἀποβαίνει,
このように多くの人々がその事実に立ち会っていたのに、まるで誰も知る者がいないかのように、この男自身は群衆の中に立ち、仕事場に座り込んで、私からひどい目にあわされ、金銭を奪われたという話をあちこちでふれ回った。 彼の知人たちの一部は私のところへやってきて、彼との紛争を解決し、悪評を立てられたり、多くの金銭をかけた危険を冒したりすることを望まない方がよい、たとえ自分が正しいと強く信じているとしても、と私に助言した。 彼らは、法廷では多くのことが予想に反して起こるものだと言った。

語釈・文法注

  1. §2εἰπόντος Ἀρχίνου — 属格独立構文(genitive absolute)であり、法案の提案行為を付帯状況または原因として示す。「アルキノスの提案のもとで」という意味を担う。
  2. §5ἔτυχον μετʼ αὐτοῦ βαδίζων — 動詞 `τυγχάνω` が分詞 `βαδίζων` を伴って、「たまたま〜していた」という偶然の動作を表す構文。
  3. §9ὥσπερ οὐδενὸς συνειδότος — 接続詞 `ὥσπερ` が属格独立構文 `οὐδενὸς συνειδότος` を伴い、話者の主観に基づく事実への対比や仮定を導いている。「まるで誰も知る者がいないかのように」の意。

この箇所を引用する

イソクラテス, カリマコスを駁す §1-9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg002.humanitext-grc2:1-9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。