§11ὃ δὲ μέγιστον τεκμήριον καὶ πρὸς ἅπαντα ἱκανόν·
そして、これが最大の証拠であり、あらゆる点において十分なものです。
ὅτε γὰρ τὸ ἔγκλημα ἐγένετο, ὀλιγαρχία καθειστήκει, ἐν ᾗ οὕτως ἑκάτερος αὐτῶν διέκειτο, ὥστε Νικίας μέν, εἰ καὶ τὸν ἄλλον χρόνον εἴθιστο συκοφαντεῖν, τότʼ ἂν ἐπαύσατο, Εὐθύνους δέ, καὶ εἰ μηδὲ πώποτε διενοήθη ἀδικεῖν,
というのも、告発がなされたとき、寡頭政が確立されており、その中では彼ら二人のそれぞれが次のような状況に置かれていたため、ニキアスは、たとえ他の時期には不当に告訴することに慣れていたとしても、そのときにはやめたであろうし、他方エウテュノスは、たとえそれまで一度も悪事を働こうと考えたことさえなかったとしても、そのときにはそそられたであろうからです。
§12τότʼ ἂν ἐπήρθη. ὁ μὲν γὰρ διὰ τὰ ἁμαρτήματα ἐτιμᾶτο, ὁ δὲ διὰ τὰ χρήματα ἐπεβουλεύετο.
というのも、一方はその悪行のゆえに重んじられ、他方はその財産のゆえに命を狙われていたからです。
πάντες γὰρ ἐπίστασθε, ὅτι ἐν ἐκείνῳ τῷ χρόνῳ δεινότερον ἦν πλουτεῖν ἢ ἀδικεῖν·
皆さんは誰もが、当時の情勢において、不法を働くことよりも富んでいることの方がはるかに危険であったことを知っています。
οἱ μὲν γὰρ τὰ ἀλλότρια ἐλάμβανον, οἱ δὲ τὰ σφέτερʼ αὐτῶν ἀπώλλυον.
なぜなら、ある人々は他人の財産を奪い、他の人々は自分自身の財産を失っていたからです。
ἐφʼ οἷς γὰρ ἦν ἡ πόλις, οὐ τοὺς ἁμαρτάνοντας ἐτιμωροῦντο, ἀλλὰ τοὺς ἔχοντας ἀφῃροῦντο, καὶ ἡγοῦντο τοὺς μὲν ἀδικοῦντας πιστούς, τοὺς δὲ πλουτοῦντας ἐχθρούς.
実際、市を支配していた者たちは、罪を犯した者たちを罰するのではなく、財産を持つ者たちから奪い取り、不法を働く者たちを忠実な味方とみなし、富める者たちを敵とみなしていたのです。
§13ὥστε μὴ περὶ τοῦτʼ εἶναι Νικίᾳ ὅπως συκοφαντῶν τἀλλότρια λήψοιτο, ἀλλʼ ὅπως μὴ οὐδὲν ἀδικῶν κακόν τι πείσοιτο.
それゆえニキアスにとっては、いかにして不当に告訴して他人の財産を手に入れるかということではなく、いかにして何ら不義を働いていないのに何らかの害を被らないようにするかということこそが関心事でした。
τῷ μὲν γὰρ ὅσον Εὐθύνους δυναμένῳ ἐξῆν ἅ τʼ ἔλαβεν ἀποστερεῖν καὶ οἷς μὴ συνέβαλεν ἐγκαλεῖν· οἱ δʼ ὥσπερ Νικίας διακείμενοι ἠναγκάζοντο τοῖς τʼ ὀφείλουσι τὰ χρέα ἀφιέναι καὶ τοῖς συκοφαντοῦσι τὰ αὑτῶν διδόναι.
実際、エウテュノスほどの力を持つ者には、受け取ったものを横領することも、何の取引もなかった者たちを告訴することも許されていましたが、ニキアスのような状況に置かれた人々は、債務者に対しては債務を免除し、不当に告訴する者たちに対しては自分たちの財産を与えることを余儀なくされていたのです。
§14καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω αὐτὸς ἂν ὑμῖν Εὐθύνους μαρτυρήσειεν·
そして、私が真実を述べていることは、エウテュノス自身が皆さんに証言してくれるでしょう。
ἐπίσταται γὰρ ὅτι Τιμόδημος τουτονὶ τριάκοντα μνᾶς ἐπράξατο, οὐ χρέος ἐγκαλῶν ἀλλʼ ἀπάξειν ἀπειλῶν.
なぜなら、ティモデモスがここにいる彼から30ミナを脅し取ったことを、彼は知っているからです。 それは債務を口実に告訴したのではなく、連行すると脅迫したことによるものでした。
καίτοι πῶς εἰκὸς Νικίαν εἰς τοῦτʼ ἀνοίας ἐλθεῖν, ὥστʼ αὐτὸν περὶ τοῦ σώματος κινδυνεύοντα ἑτέρους συκοφαντεῖν, §15καὶ μὴ δυνάμενον τὰ αὑτοῦ σῴζειν τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν, καὶ πρὸς τοῖς ὑπάρχουσιν ἐχθροῖς ἑτέρους διαφόρους ποιεῖσθαι, καὶ τούτοις ἀδίκως ἐγκαλεῖν παρʼ ὧν οὐδʼ ὁμολογούντων ἀποστερεῖν οἷός τʼ ἂν ἦν δίκην λαβεῖν, καὶ τότε πλέον ἔχειν ζητεῖν, ὅτε οὐδὲ ἴσον ἐξῆν αὐτῷ, καὶ ὅτε ἃ οὐκ ἔλαβεν ἀποτίνειν ἠναγκάζετο, τότε καὶ ἃ μὴ συνέβαλεν ἐλπίζειν πράξασθαι;
それにしても、ニキアスがこれほどの愚行に及び、自分自身が身の危険にさらされているときに、他者を不当に告訴し、自分の財産を守ることもできないのに他人の財産を狙い、すでに抱えている敵に加えてさらに新たな敵を作り、彼らが横領を認めたとしても正当な賠償を受け取ることさえできないような相手を不当に告訴し、自分に不当な扱いを受ける権利さえなかったときに、より多くを要求しようとし、また自分が受け取ってもいないものを支払わされているときに、預けてもいないものを回収することを期待する、などということがどうしてあり得たでしょうか。
§16περὶ μὲν οὖν τούτων ἱκανὰ τὰ εἰρημένα.
さて、これらのことについてはこれで十分でしょう。
ἴσως δʼ Εὐθύνους ἐρεῖ, ἃ καὶ πρότερον ἤδη, ὅτι οὐκ ἄν ποτʼ ἀδικεῖν ἐπιχειρῶν τὰ μὲν δύο μέρη τῆς παρακαταθήκης ἀπέδωκε, τὸ δὲ τρίτον μέρος ἀπεστέρησεν, ἀλλʼ εἴτε ἀδικεῖν ἐπεθύμει εἴτε δίκαιος ἐβούλετο εἶναι, περὶ ἁπάντων ἂν τὴν αὐτὴν γνώμην ἔσχεν.
しかしおそらくエウテュノスは、以前にも既に述べたように、もし不法を働こうと企てていたなら、預かり金の三分の二を返還し、残りの三分の一を横領するようなことは決してしなかったはずであり、悪事を働こうと望むにせよ、正義を行おうと望むにせよ、全体に対して同じ考えを抱いたはずだ、と言うでしょう。
§17ἐγὼ δʼ ἡγοῦμαι πάντας ὑμᾶς εἰδέναι ὅτι πάντες ἄνθρωποι, ὅταν περ ἀδικεῖν ἐπιχειρῶσιν, ἅμα καὶ τὴν ἀπολογίαν σκοποῦνται·
しかし私は、すべての人間が、悪事を働こうと企てるときには、同時にその弁明をも考慮するものだということを、皆さんがご存じであると考えます。
ὥστʼ οὐκ ἄξιον θαυμάζειν, εἰ τούτων ἕνεκα τῶν λόγων οὕτως Εὐθύνους ἠδίκησεν.
したがって、こうした言い訳をするために、エウテュノスがこのように不法を働いたとしても、驚くには及びません。
ἔτι δʼ ἔχοιμʼ ἂν ἐπιδεῖξαι καὶ ἑτέρους, οἳ χρήματα λαβόντες τὰ μὲν πλεῖστʼ ἀπέδοσαν, ὀλίγα δʼ ἀπεστέρησαν, καὶ ἐν μικροῖς μὲν συμβολαίοις ἀδικήσαντας, ἐν μεγάλοις δὲ δικαίους γενομένους·
さらに私は、金を受け取りながらその大部分を返還し、わずかな部分を横領した者や、小さな取引においては不法を働き、大きな取引においては誠実であった他の人々を指摘することもできます。
§18ὥστʼ οὐ μόνος οὐδὲ πρῶτος Εὐθύνους τοιαῦτα πεποίηκεν.
ですから、エウテュノスだけが、あるいは彼が初めて、このようなことを行ったわけではありません。
ἐνθυμεῖσθαι δὲ χρή, εἰ ἀποδέξεσθε τῶν τὰ τοιαῦτα λεγόντων, ὅτι νόμον θήσετε, πῶς χρὴ ἀδικεῖν·
しかし、もし皆さんがそのようなことを言う者たちの主張を受け入れるなら、いかにして不法を働くべきかという法則を確立することになる、という点を心に留めねばなりません。
ὥστε τοῦ λοιποῦ χρόνου τὰ μὲν ἀποδώσουσι, τὰ δʼ ὑπολείψονται.
すなわち、今後は一部を返還し、一部を手元に残すようになるでしょう。
λυσιτελήσει γὰρ αὐτοῖς, εἰ μέλλουσιν, οἷς ἂν ἀποδῶσι τεκμηρίοις χρώμενοι, ὧν ἂν ἀποστερῶσι μὴ δώσειν δίκην.
なぜなら、一部を返還したことを証拠として用いることで、横領したことに対する罰を免れることができるとすれば、彼らにとって都合が良いからです。
§19σκέψασθε δὲ καί, ὡς ὑπὲρ Νικίου ῥᾴδιον εἰπεῖν ὅμοια τῇ Εὐθύνου ἀπολογίᾳ.
また、ニキアスの側にとっても、エウテュノスの弁明と同様のことを主張するのはいかに容易であるか、考えてみてください。
ὅτε γὰρ ἀπελάμβανε τὰ δύο τάλαντα, οὐδεὶς αὐτῷ παρεγένετο·
なぜなら、彼が二タラントを受け取ったとき、誰も立ち会っていなかったからです。
ὥστʼ εἴπερ καὶ ἐβούλετο καὶ ἐδόκει αὐτῷ συκοφαντεῖν, δῆλον ὅτι οὐδʼ ἂν ταῦτα ὡμολόγει κεκομίσθαι, ἀλλὰ περὶ ἁπάντων ἂν τοὺς αὐτοὺς λόγους ἐποιεῖτο, καὶ περὶ πλειόνων τε χρημάτων Εὐθύνους ἂν ἐκινδύνευεν, καὶ ἅμα οὐκ ἂν εἶχεν οἷσπερ νυνὶ τεκμηρίοις χρῆσθαι.
したがって、もし彼が不当に告訴することを望み、またそれが得策だと考えていたなら、これらを受け取ったことさえ認めず、全体の額について同じ主張をしたはずであり、エウテュノスはより多額の資金をめぐって危険にさらされ、同時に彼が現在使っているまさにその証拠を用いることもできなかったはずだからです。
§20καὶ μὲν δὴ καὶ Νικίαν μὲν οὐδʼ ἂν εἷς δύναιτο ἀποδεῖξαι, διʼ ἥντινά διʼ ἥντινά ποτε αἰτίαν ἐνεκάλεσεν, Εὐθύνουν δὲ ῥᾴδιον γνῶναι, ὧν ἕνεκα τοῦτον τὸν τρόπον ἠδίκησεν.
その上さらに、ニキアスがいかなる理由で告訴したのかを証明できる者は一人もいないでしょうが、エウテュノスがどのような理由でこのように不法を働いたのかを知ることは容易です。
ὅτε γὰρ Νικίας ἦν ἐν ταῖς συμφοραῖς, πάντες οἱ συγγενεῖς καὶ οἱ ἐπιτήδειοι ἀκηκοότες ἦσαν ὅτι τὸ ἀργύριον, ὃ ἦν αὐτῷ, τούτῳ παρακατέθετο.
というのも、ニキアスが不幸な状況にあったとき、親族や知人たちは皆、彼が持っていた金をこの男に預けたということを聞いていたからです。
§21ἐγίγνωσκεν οὖν Εὐθύνους, ὅτι μὲν ἔκειτο τὰ χρήματα παρʼ αὐτῷ, πολλοὺς ᾐσθημένους, ὁπόσα δὲ οὐδένα πεπυσμένον.
したがってエウテュノスは、金が自分のところに預けられていることは多くの者が知っているが、その額がいくらであるかは誰も耳にしていない、ということを知っていました。
ὥσθʼ ἡγεῖτο ἀπὸ μὲν τοῦ ἀριθμοῦ ἀφαιρῶν οὐ γνωσθήσεσθαι, πάντα δʼ ἀποστερῶν καταφανὴς γενήσεσθαι.
それゆえ彼は、その金額から一部を差し引くだけなら発覚しないが、すべてを横領すれば露見することになると考えました。
ἐβούλετο οὖν ἱκανὰ λαβὼν ἀπολογίαν ὑπολείπεσθαι μᾶλλον ἢ μηδὲν ἀποδοὺς μηδʼ ἀρνηθῆναι δύνασθαι.
したがって彼は、何も返さずに否定することさえできなくなるよりは、十分な額を手に入れて、弁明の余地を残しておくことを望んだのです。