§11ὃ δὲ μέγιστον τεκμήριον καὶ πρὸς ἅπαντα ἱκανόν·
而这是最大且对一切论点都足够充分的证据。
ὅτε γὰρ τὸ ἔγκλημα ἐγένετο, ὀλιγαρχία καθειστήκει, ἐν ᾗ οὕτως ἑκάτερος αὐτῶν διέκειτο, ὥστε Νικίας μέν, εἰ καὶ τὸν ἄλλον χρόνον εἴθιστο συκοφαντεῖν, τότʼ ἂν ἐπαύσατο, Εὐθύνους δέ, καὶ εἰ μηδὲ πώποτε διενοήθη ἀδικεῖν,
因为在提出指控时,寡头政权已经建立,在那个政权中,他们两人的处境各不相同,以至于尼基阿斯即使在其他时候习惯于诬告,那时也会停止,而尤堤诺斯即使在任何时候都从未想过作恶,那时也会被唆使去作恶。
§12τότʼ ἂν ἐπήρθη. ὁ μὲν γὰρ διὰ τὰ ἁμαρτήματα ἐτιμᾶτο, ὁ δὲ διὰ τὰ χρήματα ἐπεβουλεύετο.
因为前者因其恶行而受到器重,而后者因其财富而遭到图谋。
πάντες γὰρ ἐπίστασθε, ὅτι ἐν ἐκείνῳ τῷ χρόνῳ δεινότερον ἦν πλουτεῖν ἢ ἀδικεῖν· οἱ μὲν γὰρ τὰ ἀλλότρια ἐλάμβανον, οἱ δὲ τὰ σφέτερʼ αὐτῶν ἀπώλλυον.
因为你们大家都知道,在那个时期,富有比作恶更加危险;因为一些人夺取他人的财产,而另一些人则失去自己的财产。
ἐφʼ οἷς γὰρ ἦν ἡ πόλις, οὐ τοὺς ἁμαρτάνοντας ἐτιμωροῦντο, ἀλλὰ τοὺς ἔχοντας ἀφῃροῦντο, καὶ ἡγοῦντο τοὺς μὲν ἀδικοῦντας πιστούς, τοὺς δὲ πλουτοῦντας ἐχθρούς.
实际上,掌握城邦权力的人并不惩罚作恶者,而是掠夺拥有财产的人,并认为作恶者是忠诚的,而富有者是敌人。
§13ὥστε μὴ περὶ τοῦτʼ εἶναι Νικίᾳ ὅπως συκοφαντῶν τἀλλότρια λήψοιτο, ἀλλʼ ὅπως μὴ οὐδὲν ἀδικῶν κακόν τι πείσοιτο.
因此,尼基阿斯所关心的并不是如何通过诬告夺取他人的财产,而是如何做到在没有任何过错的情况下不遭受伤害。
τῷ μὲν γὰρ ὅσον Εὐθύνους δυναμένῳ ἐξῆν ἅ τʼ ἔλαβεν ἀποστερεῖν καὶ οἷς μὴ συνέβαλεν ἐγκαλεῖν· οἱ δʼ ὥσπερ Νικίας διακείμενοι ἠναγκάζοντο τοῖς τʼ ὀφείλουσι τὰ χρέα ἀφιέναι καὶ τοῖς συκοφαντοῦσι τὰ αὑτῶν διδόναι.
因为对于像尤堤诺斯这样有权势的人来说,侵吞收到的财物和指控与他毫无交易的人都是被允许的;而处于尼基阿斯这种境遇的人,则不得不免除债务人的债务,并将自己的财产拱手让给诬告他们的人。
§14καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω αὐτὸς ἂν ὑμῖν Εὐθύνους μαρτυρήσειεν· ἐπίσταται γὰρ ὅτι Τιμόδημος τουτονὶ τριάκοντα μνᾶς ἐπράξατο, οὐ χρέος ἐγκαλῶν ἀλλʼ ἀπάξειν ἀπειλῶν.
关于我说的是真话,尤堤诺斯自己也可以向你们证实;因为他知道蒂莫德莫斯从这里的这位身上勒索了三十个米纳,这并不是以债务为借口进行控告,而是威胁要将他强行抓走。
καίτοι πῶς εἰκὸς Νικίαν εἰς τοῦτʼ ἀνοίας ἐλθεῖν, ὥστʼ αὐτὸν περὶ τοῦ σώματος κινδυνεύοντα ἑτέρους συκοφαντεῖν, §15καὶ μὴ δυνάμενον τὰ αὑτοῦ σῴζειν τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν, καὶ πρὸς τοῖς ὑπάρχουσιν ἐχθροῖς ἑτέρους διαφόρους ποιεῖσθαι, καὶ τούτοις ἀδίκως ἐγκαλεῖν παρʼ ὧν οὐδʼ ὁμολογούντων ἀποστερεῖν οἷός τʼ ἂν ἦν δίκην λαβεῖν, καὶ τότε πλέον ἔχειν ζητεῖν, ὅτε οὐδὲ ἴσον ἐξῆν αὐτῷ, καὶ ὅτε ἃ οὐκ ἔλαβεν ἀποτίνειν ἠναγκάζετο, τότε καὶ ἃ μὴ συνέβαλεν ἐλπίζειν πράξασθαι;
然而,尼基阿斯怎么可能愚蠢到这种地步,以至于在自己面临生命危险的时候去诬告他人,在无法保护自己财产的时候去图谋他人的财产,在已有的仇敌之外再增加新的对头,并去无理控告那些即使承认侵吞也无法从他们那里获得赔偿的人,在自己连平等的权利都没有的时候企图获得更多,并且在被迫偿还自己未曾收到的东西时,还指望收回自己未曾寄存的财产呢?
§16περὶ μὲν οὖν τούτων ἱκανὰ τὰ εἰρημένα.
那么,关于这些事情,所说的话已经足够了。
ἴσως δʼ Εὐθύνους ἐρεῖ, ἃ καὶ πρότερον ἤδη, ὅτι οὐκ ἄν ποτʼ ἀδικεῖν ἐπιχειρῶν τὰ μὲν δύο μέρη τῆς παρακαταθήκης ἀπέδωκε, τὸ δὲ τρίτον μέρος ἀπεστέρησεν, ἀλλʼ εἴτε ἀδικεῖν ἐπεθύμει εἴτε δίκαιος ἐβούλετο εἶναι, περὶ ἁπάντων ἂν τὴν αὐτὴν γνώμην ἔσχεν.
但是尤堤诺斯也许会像他以前已经说过的那样说,如果他企图作恶,他就绝不会归还寄存物的三分之二而侵吞三分之一,而是无论他想作恶还是想保持正直,他对整体都会抱持同样的态度。
§17ἐγὼ δʼ ἡγοῦμαι πάντας ὑμᾶς εἰδέναι ὅτι πάντες ἄνθρωποι, ὅταν περ ἀδικεῖν ἐπιχειρῶσιν, ἅμα καὶ τὴν ἀπολογίαν σκοποῦνται· ὥστʼ οὐκ ἄξιον θαυμάζειν, εἰ τούτων ἕνεκα τῶν λόγων οὕτως Εὐθύνους ἠδίκησεν.
但我认为你们大家都知道,所有人在企图作恶时,都会同时考虑自己的辩解;因此,为了这些借口,尤堤诺斯以这种方式作恶,这并不值得奇怪。
ἔτι δʼ ἔχοιμʼ ἂν ἐπιδεῖξαι καὶ ἑτέρους, οἳ χρήματα λαβόντες τὰ μὲν πλεῖστʼ ἀπέδοσαν, ὀλίγα δʼ ἀπεστέρησαν, καὶ ἐν μικροῖς μὲν συμβολαίοις ἀδικήσαντας, ἐν μεγάλοις δὲ δικαίους γενομένους· §18ὥστʼ οὐ μόνος οὐδὲ πρῶτος Εὐθύνους τοιαῦτα πεποίηκεν.
此外,我还可以指出其他人,他们在收到钱后归还了绝大部分而侵吞了少部分,或者在小额交易中作恶,在大额交易中却保持正直;因此,尤堤诺斯既不是唯一一个,也不是第一个做这种事的人。
ἐνθυμεῖσθαι δὲ χρή, εἰ ἀποδέξεσθε τῶν τὰ τοιαῦτα λεγόντων, ὅτι νόμον θήσετε, πῶς χρὴ ἀδικεῖν· ὥστε τοῦ λοιποῦ χρόνου τὰ μὲν ἀποδώσουσι, τὰ δʼ ὑπολείψονται.
但是,如果你们接受那些说这种话的人的论调,你们就必须记住,你们将确立一条关于如何作恶的法则;这样一来,在未来的日子里,他们将归还一部分,而保留另一部分。
λυσιτελήσει γὰρ αὐτοῖς, εἰ μέλλουσιν, οἷς ἂν ἀποδῶσι τεκμηρίοις χρώμενοι, ὧν ἂν ἀποστερῶσι μὴ δώσειν δίκην.
因为如果他们企图利用归还的部分作为证据,来逃避侵吞部分的惩罚,这显然对他们是有利的。
§19σκέψασθε δὲ καί, ὡς ὑπὲρ Νικίου ῥᾴδιον εἰπεῖν ὅμοια τῇ Εὐθύνου ἀπολογίᾳ.
你们也请想一想,要在尼基阿斯这一边提出类似于尤堤诺斯辩护的论点是多么容易。
ὅτε γὰρ ἀπελάμβανε τὰ δύο τάλαντα, οὐδεὶς αὐτῷ παρεγένετο· ὥστʼ εἴπερ καὶ ἐβούλετο καὶ ἐδόκει αὐτῷ συκοφαντεῖν, δῆλον ὅτι οὐδʼ ἂν ταῦτα ὡμολόγει κεκομίσθαι, ἀλλὰ περὶ ἁπάντων ἂν τοὺς αὐτοὺς λόγους ἐποιεῖτο, καὶ περὶ πλειόνων τε χρημάτων Εὐθύνους ἂν ἐκινδύνευεν, καὶ ἅμα οὐκ ἂν εἶχεν οἷσπερ νυνὶ τεκμηρίοις χρῆσθαι.
因为在他收回两塔兰同的时候,没有任何人在场;因此,如果他真的想诬告并且认为这对自己有利,显而易见他甚至不会承认收回了这些钱,而是会针对整个金额提出同样的论调,这样尤堤诺斯将面临涉及更多资金的危险,同时他也无法使用他现在所拥有的那些证据。
§20καὶ μὲν δὴ καὶ Νικίαν μὲν οὐδʼ ἂν εἷς δύναιτο ἀποδεῖξαι, διʼ ἥντινά διʼ ἥντινά ποτε αἰτίαν ἐνεκάλεσεν, Εὐθύνουν δὲ ῥᾴδιον γνῶναι, ὧν ἕνεκα τοῦτον τὸν τρόπον ἠδίκησεν.
而且,绝对没有任何人能够证明尼基阿斯是出于什么原因提出控告的,而要了解尤堤诺斯为何以这种方式作恶却很容易。
ὅτε γὰρ Νικίας ἦν ἐν ταῖς συμφοραῖς, πάντες οἱ συγγενεῖς καὶ οἱ ἐπιτήδειοι ἀκηκοότες ἦσαν ὅτι τὸ ἀργύριον, ὃ ἦν αὐτῷ, τούτῳ παρακατέθετο.
因为当尼基阿斯处于不幸之中时,他所有的亲戚和朋友都听说过,他把自己的钱寄存给了这个人。
§21ἐγίγνωσκεν οὖν Εὐθύνους, ὅτι μὲν ἔκειτο τὰ χρήματα παρʼ αὐτῷ, πολλοὺς ᾐσθημένους, ὁπόσα δὲ οὐδένα πεπυσμένον.
尤堤诺斯因此知道,有许多人察觉到钱存在他那里,但没有人打听到具体有多少。
ὥσθʼ ἡγεῖτο ἀπὸ μὲν τοῦ ἀριθμοῦ ἀφαιρῶν οὐ γνωσθήσεσθαι, πάντα δʼ ἀποστερῶν καταφανὴς γενήσεσθαι.
因此他认为,如果仅从总额中扣除一部分,就不会被发觉,而如果侵吞全部,就会败露。
ἐβούλετο οὖν ἱκανὰ λαβὼν ἀπολογίαν ὑπολείπεσθαι μᾶλλον ἢ μηδὲν ἀποδοὺς μηδʼ ἀρνηθῆναι δύνασθαι.
所以他希望通过拿走足够的份额来给自己留下辩解的余地,而不是一文不还从而连否认的机会都没有。