§1διὰ τί τὸ θαλάττιον ὕδωρ οὐ τρέφει τὰ δένδρα;
なぜ海水は木を養わないのか?
πότερον διʼ ἢν αἰτίαν οῦδὲ τῶν ζᾠων τὰ χερσαῖα;
陸上動物が海水で養われないのと同じ理由からだろうか。
ζῷον γὰρ ἔγγειον τὸ φυτὸν εἶναι, οἱ περὶ Πλάτωνα καὶ Ἀναξαγόραν καὶ Δημόκριτον οἴονται·
プラトンやアナクサゴラス、デモクリトスの学派は、植物を地中の動物であると考えている。
οὐ γὰρ διότι τοῖς ἐναλίοις φυτοῖς τρόφιμόν ἐστι καὶ πότιμον ὥσπερ τοῖς ἰχθύσιν, ἤδη καὶ τὰ ἐν τῇ χέρσῳ φυτά τε καὶ δένδρα τρέφει·
なぜなら、海水が魚たちにとってそうであるように、海生植物にとって養分であり飲料であるからといって、すでに陸上の植物や木をも養うということにはならないからである。
οὔτε γὰρ ἐνδύεται ταῖς ῥίζαις ὑπὸ πάχους οὔτʼ ἀναφέρεται ὑπὸ βάρους·
海水は、その濃さのために根に浸入せず、またその重さのために上昇もしない。
ὅτι δʼ ἐμβριθές ἐστι καὶ γεῶδες, ἄλλοις τε πολλοῖς ἀποδείκνυται καὶ τῷ μᾶλλον ἀνέχειν καὶ ὑπερείδειν τὰ πλοῖα καὶ τοὺς κολυμβῶντας·
それが重く土っぽいことは、他の多くのことによって、また船や泳ぐ者をよりよく支えて持ち上げるということによって証明されている。
ἢ μάλιστα μὲν βλάπτεται ξηρότητι τὰ δένδρα ξηραντικὸν δὲ τὸ θαλάττιον;
あるいは、木は乾燥によって最も害されるが、海水は乾燥させる性質があるからだろうか。
ὅθεν πρός γε τὰς σήψεις οἱ ἅλες βοηθοῦσι, καὶ τὰ σώματα τῶν λουσαμένων ἐν θαλάττῃ ξηρὰν εὐθὺς ἴσχει καὶ τραχεῖαν τὴν ἐπιφάνειαν.
それゆえ、塩は腐敗に対して助けになり、海水で浴した人々の体はすぐに乾燥して表面がざらざらになる。
ἢ τὸ μὲν ἔλαιον τοῖς φυτοῖς πολέμιον καὶ φθείρει τὰ προσαλειφόμενα;
あるいは、油は植物にとって敵であり、塗られたものを損なうが、海は多くの油分を含んでいるからだろうか。
μετέχει δὲ πολλῆς ἡ θάλαττα λιπαρότητος· διὸ συνεξάπτει, καὶ παραινοῦμεν εἰς τὰς φλόγας μὴ ἐμβάλλειν θαλάττιον ὕδωρ.
だからこそ海水をかけると炎がさらに燃え上がるのであり、我々は炎の中に海水を投げ入れないように勧めるのである。
ἢ γέγονεν ἄποτον καὶ πικρὸν τὸ ὕδωρ, ὡς Ἀριστοτέλης φησίν, ἀναμίξει κατακεκαυμένης γῆς;
あるいは、アリストテレスが言うように、焼けた土が混ざることによって、水は飲めず苦いものとなったからだろうか。
καὶ γὰρ ἡ κονία γίγνεται, γλυκέος ὕδατος εἰς τέφραν ἐμπεσόντος, ἡ δὲ διάλυσις ἐξίστησι καὶ φθείρει τὸ χρηστὸν καὶ πότιμον, ὡς ἐν ἡμῖν οἱ πυρετοὶ τὸ ὑγρὸν εἰς χολὴν τρέπουσιν.
実際、甘水が灰の中に落ちると灰汁ができるが、その溶解は、我々の体内の熱病が水分を胆汁に変えるように、有用で飲用可能な性質を失わせ、損なってしまうのである。
ἃ δʼ ἱστοροῦσιν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ βλαστάνειν ὑλήματα καὶ φυτά, καρπὸν μὲν οὐδένα φέρει τρέφεται δὲ τοῖς ποταμοῖς πολλὴν ἐμβάλλουσιν ἰλύν·
なお、紅海で茂みや植物が芽吹くと言われていることについては、それらは果実を全く結ばず、多くの泥土を運び込む河川によって養われている。
ὅθεν οὐ πρόσω τῆς γῆς ἀλλὰ πλησίον ἔχει τὴν γένεσιν.
それゆえ、陸から遠く離れてではなく、その近くに発生するのである。
§2διὰ τί μᾶλλον ὑπὸ τῶν ὑετίων ἢ τῶν ἐπιρρύτων ὑδάτων τὰ δένδρα καὶ τὰ σπέρματα πέφυκε τρέφεσθαι;
なぜ樹木や種子は、流水よりも雨水によってよりよく育つように生まれついているのか?
πότερον, ὡς Λαῖτος ἔλεγε, τῇ πληγῇ τὰ ὄμβρια διιστάντα τὴν γῆν πόρους ποιεῖ καὶ διαδύεται μᾶλλον εἰς τὴν ῥίζαν ἢ τοῦτο μὲν οὐκ ἀληθές, ἀλλʼ ἔλαθε τὸν Λαῖτον ὅτι καὶ τὰ λιμναῖα φυτά, τύφη καὶ φλέως καὶ θρύον, ἀναυξῆ καὶ ἀβλαστῆ μένει, μὴ γενομένων ὄμβρων καθʼ ὥραν τὸ δὲ τοῦ Ἀριστοτέλους ἀληθές, ὅτι πρόσφατόν ἐστι καὶ νέον ὕδωρ τὸ ὑόμενον ἕωλον δὲ καὶ παλαιὸν τὸ λιμναῖον;
レトスが言ったように、雨水はその衝撃によって土壌を裂き、孔を作って、より根に浸透しやすいからだろうか。 あるいはこれは真実ではなく、レトスが見落としていたのは、沼地の植物である蒲や葦やイも、季節にふさわしい時期に雨が降らなければ、成長せず発芽もしないということだろうか。 それとも、アリストテレスの言う「降る雨は新鮮で新しい水であり、沼の水は古びて古い水である」ということが真実なのだろうか。
ἢ καὶ τοῦτο πιθανὸν μᾶλλον ἢ ἀληθές ἐστι;
あるいは、これも真実というよりは説得力があるだけなのだろうか。
τὰ γὰρ πηγαῖα καὶ ποτάμια νάματα πρόσφατα μέν ἐστι καὶ νεογενῆ·
というのも、泉や川の流れも新鮮で新しく生まれたものであるからだ。
ποταμοῖς γὰρ δὶς τοῖς αὐτοῖς οὐκ ἂν ἐμβαίης
ὥς φησιν Ἡράκλειτος, ἕτερα ἐπιρρεῖ ὕδατα τρέφει καὶ ταῦτα τῶν χεῖρον.
「同じ川に二度入ることはできない」とヘラクレイトスが言うように、異なる水が流れ込んでいるが、これらも雨水よりは劣って植物を養う。
ἆρʼ οὖν κοῦφόν ἐστι τὸ ἐκ Διὸς ὕδωρ καὶ ἀερῶδες καὶ πνεύματι μεμιγμένον ὁδηγεῖται τε καὶ ἀναπέμπεται ταχέως εἰς τὸ φυτὸν ὑπὸ λεπτότητος, διὸ καὶ πομφόλυγας ποιεῖ τῇ ἀναμίξει τοῦ ἀέρος·
では、天からの水は軽くて空気のようであり、気と混ざり合っているため、その希薄さによって速やかに植物へと導かれ、上昇させられるからだろうか。 それゆえ、空気の混入によって泡を作るのである。
ἢ τρέφει μὲν μάλιστα κρατούμενον ὑπὸ τοῦ τρεφομένου ʽ τοῦτο γάρ ἐστι πέψις·
あるいは、養われるものに圧倒されることによって最もよく養うからだろうか。 ――これこそが「消化」である。
ἀπεψία δὲ τοὐναντίον, ὅταν ἰσχυρότερα τοῦ παθεῖν καὶ μεταβάλλον τὰ λεπτὰ καὶ ἁπλᾶ καὶ ἄχυμα μᾶλλον, οἷόν ἐστι τὸ ὄμβριον ὕδωρ;
未消化はその反対で、受動変化して変容させる側が強くて、希薄で単純で無味なものを、雨水がそうであるように変容させられないときである。
γεννώμενον γὰρ ἐν ἀέρι καὶ πνεύματι καθαρὸν καὶ ἀμιγὲς κάτεισι·
雨水は空気と気の中で生まれて純粋で混じりけなしに降るからである。
τὰ δὲ πηγαῖα καὶ τῇ γῇ καὶ τοῖς τόποις ὁμοιούμενα, διʼ ὧν ἔξεισι, πολλῶν ἀναπίμπλαται ποιοτήτων, διʼ ἃς ἧττόν ἐστιν εὔτρεπτα καὶ βράδιον αὑτὰ παρέχει τῇ πέψει μεταβάλλειν εἰς τὸ τρεφόμενον·
これに対して、泉の水は土やその通り道である場所に同化しているため、そこから出てくるときに多くの性質で満たされており、そのため変化しにくく、消化されて養われるものへと変化するのに時間がかかる。
τῶν δʼ ὀμβρίων τὸ εὔτρεπτον αἱ σήψεις κατηγοροῦσιν, εὐσηπτότερα γάρ ἐστι τῶν ποταμίων καὶ φρεατιαίων ἡ δὲ πέψις ἔοικεν εἶναι σῆψις, ὡς Ἐμπεδοκλῆς μαρτυρεῖ λέγων
"οἶνος ὑπὸ φλοιοῦ πέλεται σαπὲν ἐν ξύλῳ ὕδωρ"
ἢ πάντων ἑτοιμότατόν ἐστι καὶ ῥᾷστον αἰτιάσασθαι τὸ γλυκὺ τῶν ὀμβρίων καὶ χρηστόν, ἐκπεμπόμενον εὐθὺς ὑπὸ τοῦ πνεύματος;
雨水の変化しやすさについては、その腐敗しやすさが証拠となっている。 実際、雨水は川の水や井戸の水よりも容易に腐敗する。 そして消化とは腐敗に似ているように思われる。 エンペドクラエスが次のように証言している通りである。 「木の中で腐った水は、皮の下でワインとなる」あるいは、これらすべての中で最も用意に、かつ容易に原因とできるのは、気によってただちに送られる雨水の甘さと良質さだろうか。
διὸ καὶ τὰ θρέμματα τούτων ἀπολαύει προθυμότερον, καὶ οἱ βάτραχοι προσδοκῶντες ὄμβρον ἐπιλαμπρύνουσι τὴν φωνὴν ὑπὸ χαρᾶς, ὥσπερ ἥδυσμα τοῦ λιμναίου τὸ ὑέτιον προσδεχόμενοι καὶ σπέρμα τῆς ἐκείνων γλυκύτητος ἓν γὰρ καὶ τοῦτο ποιεῖται σημεῖον ὑετοῦ μέλλοντος Ἄρατος εἰπών
"
ἦ μάλα δείλαιαι γενεαί, ὕδροισιν ὄνειαρ,
αὐτόθεν ἐκ λίμνης πατέρες βοόωσι γυρίνων. "
それゆえ、家畜もこれらをより好んで享受し、カエルも雨を予期して、沼の水に対する雨水という調味料を待ち望み、彼らの甘さの種として、喜びのあまり声を澄ませるのである。 実際、アラトスも、雨が降ろうとするときに、「まことに哀れな世代、水蛇たちにとっての恵みよ、沼地そのものからオタマジャクシの父親たちが鳴き声を発する」と言って、これもまた雨が降る兆候の一つとしているからである。