Humanitext Reader

プルタルコス · アリストパネスとメナンドロスの比較論概要 §1-2

アリストパネスとメナンドロスの文体の比較

1 / 2 箇所 · ギリシア語

要旨

著者はアリストパネスとメナンドロスの喜劇の言葉遣いを比較し、前者の表現が一貫性を欠き登場人物の属性を無視していると批判する一方で、後者の調和的で普遍的な表現力を絶賛している。

§1ὠς μὲν κοινῶς καὶ καθόλου εἰπεῖν πολλῷ προκρίνει τὸν Μένανδρον, ὡς δʼ ἐπὶ μέρους καὶ ταῦτα προστίθησι τὸ φορτικόν φησὶν ἐν λόγοις καὶ θυμελικὸν καὶ βάναυσον ὥς ἐστιν Ἀριστοφάνει, Μενάνδρῳ δʼ οὐδαμῶς.
大まかに、また総括的に言えば、彼はメナンドロスをはるかに好んでいるが、部分的に見ても、次のようなことを付け加えている。 「アリストパネスの言葉遣いには下品で舞台的で卑俗なところがあるが、メナンドロスにはそれがない」と彼は言う。
καὶ γὰρ ὁ μὲν ἀπαίδευτος καὶ ἰδιώτης, οἷς ἐκεῖνος λέγει, ἁλίσκεται ὁ δὲ πεπαιδευμένος δυσχερανεῖ·
なぜなら、教養のない無知な者は、前者が言う言葉に魅了されるが、教養のある者は不快に思うからである。
λέγω δὲ τὰ ἀντίθετα καὶ ὁμοιόπτωτα καὶ παρωνυμίας.
私が言っているのは、対句、同格の語尾、同音の響きのことである。
τούτοις γὰρ ὁ μὲν μετὰ τοῦ προσήκοντος λόγου καὶ ὀλιγάκις χρῆται ἐπιμελείας αὐτὰ ἀξιῶν, ὁ δὲ καὶ πολλάκις καὶ οὐκ εὐκαίρως καὶ ψυχρῶς·
これらを、一方はふさわしい配慮のもとで、めったに使わず、それらに細心の注意を払っているが、他方は頻繁に、時機を失して、寒々と用いるのである。
ἐπαινεῖται γάρ φησὶν ʼ ὅτι τοὺς ταμίας ἐβάπτισεν, οὐχὶ ταμίας ἀλλὰ Λαμίας ὄντας·
なぜなら、彼(アリストパネス)は、財務官たちを沈めたが、彼らは財務官ではなくラミアであると言って褒められている、と彼は言う。
καὶ "οὗτος ἤτοι καικίας ἢ συκοφαντίας πνεῖ" καὶ "γάστριζε καὶ τοῖς ἐντέροις καὶ τοῖς κόλοις" καὶ "ὑπὸ τοῦ γέλωτος εἰς Γέλαν ἀφίξομαι" καὶ "τί δῆτα σοι δράσω, κακόδαιμον, ἀμφορεὺς ἑξοστρακισθείς; " καὶ " ἄγρια γὰρ ἡμᾶς, ὦ γυναῖκες, δρᾷ κακά, ἅτʼ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς " καὶ "ἀλλʼ ἦ τριχόβρωτες τὸν λόφον μου κατέφαγον" καὶ " φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.
そして、「この男は北東風か密告を吹かせている」とか、「腹を殴れ、腸も結腸も」とか、「笑いすぎてゲラに着いてしまうだろう」とか、「不幸な者よ、陶片追放されたアンフォラよ、お前のために私は一体何をすべきか」とか、「女たちよ、彼は私たちに手ひどい悪事を行っている、自らも野性の野菜の中で育った者だからだ」とか、「いや、毛虫たちが私の飾り毛を食い尽くしたのだろうか」とか、「ここにゴルゴンを背負った盾の輪を持ってこい。
κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον " καὶ πολλὰ τοιαῦτα.
私にはチーズを背負った焼き菓子の輪をくれ」とか、その他多くの同様の例がある。
ἔνεστι μὲν οὖν ἐν τῇ κατασκευῇ τῶν ὀνομάτων αὐτῷ τὸ τραγικὸν τὸ κωμικὸν τὸ σοβαρὸν τὸ πεζόν, ἀσάφεια κοινότης, ὄγκος καὶ δίαρμα, σπερμολογία καὶ φλυαρία ναυτιώδης.
それゆえ、彼の言葉の構成の中には、悲劇的なもの、喜劇的なもの、高慢なもの、平凡なもの、曖昧さ、陳腐さ、尊大さ、高揚、おしゃべり、胸を悪くするような戯言が含まれている。
καὶ τοσαύτας διαφορὰς ἔχουσα καὶ ἀνομοιότητας ἡ λέξις οὐδὲ τὸ πρέπον ἑκάστῃ καὶ οἰκεῖον ἀποδίδωσιν οἷον λέγω βασιλεῖ τὸν ὄγκον ῥήτορι τὴν δεινότητα γυναικὶ τὸ ἁπλοῦν ἰδιώτῃ τὸ πεζὸν ἀγοραίῳ τὸ φορτικόν·
そして、これほど多くの相違と不調和を持つその言葉遣いは、各々にふさわしく適切なものを与えてさえいない。 たとえば、王には尊大さを、弁論家には巧みさを、女性には素朴さを、一般人には平凡さを、市場の商人には野卑さを、というように。
ἀλλʼ ὥσπερ ἀπὸ κλήρου ἀπονέμει τοῖς προσώποις τὰ προστυχόντα τῶν ὀνομάτων, καὶ οὐκ ἂν διαγνοίης εἴθʼ υἱός ἐστιν εἴτε πατὴρ εἴτʼ, ἄγροικος εἴτε θεὸς εἴτε γραῦς εἴθʼ ἣρως ὁ διαλεγόμενος.
そうではなく、まるで抽選によって決めるかのように、登場人物たちに手当たり次第の言葉を割り当てるので、話しているのが息子なのか父親なのか、田舎者なのか神なのか、老婆なのか英雄なのか、見分けがつかないのである。
§2ἡ δὲ Μενάνδρου φράσις οὕτω συνέξεσται καὶ συμπέπνευκε κεκραμένη πρὸς ἑαυτήν, ὥστε διὰ πολλῶν ἀγομένη παθῶν καὶ ἠθῶν καὶ προσώποις ἐφαρμόττουσα παντοδαποῖς μία τε φαίνεσθαι καὶ τὴν ὁμοιότητα τηρεῖν ἐν τοῖς κοινοῖς καὶ συνήθεσι καὶ ὑπὸ τὴν χρείαν ὀνόμασιν·
他方、メナンドロスの文体は、それ自体と調和し、一つの息吹を共有するように結合されているので、多くの情念や性格を通じて導かれ、あらゆる種類の登場人物に適合しながらも、一つに見え、日常的で慣れ親しまれ、実用的な言葉においてその一貫性を保っている。
ἐὰν δέ τινος ἄρα ν τερατείας εἰς τὸ πρᾶγμα καὶ ψόφου δεήσῃ, καθάπερ αὐλοῦ πάντρητον ἀνασπάσας ταχὺ πάλιν καὶ πιθανῶς ἐπέβαλε καὶ κατέστησε τὴν φωνὴν εἰς τὸ οἰκεῖον.
そして、もし事柄にいくらかの誇張や大きな音が必要となるなら、まるで笛のすべての穴を開くかのように素早く、しかし説得力をもって、彼は再び声に調子を与え、それを本来の響きへと落ち着かせるのである。
πολλῶν δὲ γεγονότων εὐδοκίμων τεχνιτῶν, οὔθʼ ὑπόδημα δημιουργὸς οὔτε προσωπεῖον σκευοποιὸς οὔτε τις ἱμάτιον ἅμα ταὐτὸν ἀνδρὶ καὶ γυναικὶ καὶ μειρακίῳ καὶ γέροντι καὶ οἰκότριβι πρέπον ἐποίησεν·
多くの優れた職人がいたが、靴職人も、仮面製作者も、仕立屋も、男にも女にも、若者にも老人にも、家の中の奴隷にも同時にすべてにふさわしい靴や仮面や衣類を作ったことはない。
ἀλλὰ Μένανδρος;
だが、メナンドロスはどうだろうか。
οὕτως ἔμιξε τὴν λέξιν, ὥστε πάσῃ καὶ φύσει καὶ διαθέσει καὶ ἡλικίᾳ σύμμετρον εἶναι, καὶ ταῦτα νέος μὲν ἔτι τοῦ πράγματος ἁψάμενος, ἐν ἀκμῇ δὲ τοῦ ποιεῖν καὶ διδάσκειν τελευτήσας, ὅτε μάλιστα καὶ πλείστην ἐπίδοσιν, ὡς Ἀριστοτέλης φησί, λαμβάνει τὰ περὶ τὴν λέξιν τοῖς γράφουσιν.
彼はその言葉遣いを、あらゆる天性、気質、年齢に調和するようにブレンドした。 しかもそれを、まだ若くして詩作を始め、創作と上演の全盛期に亡くなったにもかかわらず成し遂げた。 この時期こそ、アリストテレスが言うように、文筆家において言葉遣いに関する能力が最も大きく進歩する時なのである。
εἰ οὖν πρὸς τὰ πρῶτα τῶν Μενάνδρου δραμάτων τὰ μέσα καὶ τὰ τελευταῖα παραβάλοι τις, ἐξ αὐτῶν ἐπιγνώσεται, ὅσα ἔμελλεν, εἰ ἐπεβίω, καὶ τούτοις ἕτερα προσθήσειν.
それゆえ、もし誰かがメナンドロスの劇の初期の作品を、中期の作品や後期の作品と比較するなら、彼がもし生き長らえていたならば、これらにさらにどれほどの別のものを付け加えたであろうかを、それら自体から知るであろう。

語釈・文法注

  1. 853aὡς μὲν κοινῶς καὶ καθόλου εἰπεῖν — 不定詞 εἰπεῖν は ὡς とともに用いられ、全体を修飾する制限的な絶対不定詞として機能している。
  2. 853bοἷς ἐκεῖνος λέγει — 関係代名詞 οἷς は、省略された中性複数の先行詞(「彼が言うこと」)が、主節の受動態動詞 ἁλίσκεται(「〜に捕らえられる、魅了される」)が要求する与格(手段または対象)へと同化(引き込み)したものである。
  3. 853fκαὶ ταῦτα — 分詞 ἁψάμενος および τελευτήσας にかかり、「しかも〜であるのに、〜にもかかわらず」という譲歩や付加的状況を強調する慣用的表現である。
  4. 853fὅσα ἔμελλεν, εἰ ἐπεβίω, καὶ τούτοις ἕτερα προσθήσειν — 動詞 ἔμελλεν は未来不定詞 προσθήσειν を補語として取り、過去における意図や見込み(「〜するつもりであった」)を表す。これに直説法過去の条件節 εἰ ἐπεβίω(「もし生き長らえていたならば」)が組み合わされることで、全体として過去の事実に反する反実仮想の条件文を構成している。

この箇所を引用する

プルタルコス, アリストパネスとメナンドロスの比較論概要 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg122.humanitext-grc2:1-2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。