§13.1Λυκόφρων Λυκούργου Βουτάδης ἀπεγράψατο αὑτῷ εἶναι σίτησιν ἐν πρυτανείῳ κατὰ τὴν δοθεῖσαν δωρεὰν ὑπὸ τοῦ δήμου Λυκούργῳ Βουτάδῃ.
ブーテス区のリュクルゴスの子リュコプロンは、民衆からブーテス区のリュクルゴスに与えられた恩賞に基づき、プリュタネイオンにおける食事を自らのために請求した。
ἐπὶ Ἀναξικράτους ἄρχοντος, ἐπὶ τῆς Ἀντιοχίδος ἕκτης πρυτανείας, Στρατοκλῆς Εὐθυδήμου Διομειεὺς εἶπεν.
アナクシクラテスがアルコンのとき、アンティオキス部族の第六プリュタネイア期に、ディオメイア区のエウテュデモスの子ストラトクレスが提案した。
ἐπειδὴ Λυκοῦργος Λυκόφρονος Βουτάδης παραλαβὼν παρὰ τῶν ἑαυτοῦ προγόνων οἰκείαν ἐκ παλαιοῦ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, καὶ οἱ πρόγονοι οἱ Λυκούργου, Λυκομήδης τε καὶ Λυκοῦργος, καὶ ζῶντες ἐτιμῶντο ὑπὸ τοῦ δήμου καὶ τελευτήσασιν αὐτοῖς διʼ ἀνδραγαθίαν ἔδωκεν ὁ δῆμος δημοσίας ταφὰς ἐν Κεραμεικῷ·
リュコプロンの父であるブーテス区のリュクルゴスは、自らの祖先から民衆に対する一族伝来の好意を古くから受け継いでおり、リュクルゴスの祖先であるリュコメデスやリュクルゴスも、生前は民衆によって尊ばれ、また彼らが亡くなったときには、その勇気と徳のために民衆はケラメイコスにおける公葬を与えた。
καὶ Λυκοῦργος αὐτὸς πολιτευόμενος νόμους τε πολλοὺς καὶ καλοὺς ἔθηκε τῇ πατρίδι, καὶ γενόμενος τῆς κοινῆς προσόδου ταμίας τῇ πόλει ἐπὶ τρεῖς πενταετηρίδας καὶ διανείμας ἐκ τῆς κοινῆς προσόδου μύρια καὶ ὀκτακισχίλια καὶ ἐνακόσια τάλαντα·
またリュクルゴス自身も政治に携わって祖国のために多くの優れた法律を制定し、三つの五年間期にわたり市のために公金収入の財務官となって、公金収入から1万8900タラントンを分配した。
πολλὰ δὲ τῶν ἰδιωτῶν διὰ πίστεως λαβὼν καὶ προδανείσας καὶ εἰς τοὺς τῆς πόλεως καιροὺς καὶ τοῦ δήμου τὰ πάντα ἑξακόσια καὶ πεντήκοντα τάλαντα·
また私人の多くの財産を信用によって預かり事前に融通し、市の危機や民衆のために合計650タラントンを融通した。
δόξας δὲ ἅπαντα ταῦτα δικαίως διῳκηκέναι πολλάκις ἐστεφανώθη ὑπὸ τῆς πόλεως·
これらすべてを公正に管理したと認められて、彼は市から何度も戴冠された。
ἔτι δὲ αἱρεθεὶς ὑπὸ τοῦ δήμου χρήματα πολλὰ συνήγαγεν εἰς τὴν ἀκρόπολιν, καὶ παρασκευάσας τῇ θεῷ κόσμον, Νίκας τε ὁλοχρύσους πομπεῖά τε χρυσᾶ καὶ ἀργυρᾶ καὶ κόσμον χρυσοῦν εἰς ἑκατὸν κανηφόρους χειροτονηθεὶς δὲ ἐπὶ τῆς τοῦ πολέμου παρασκευῆς ὅπλα μὲν πολλὰ καὶ βελῶν μυριάδας πέντε ἀνήνεγκεν εἰς τὴν ἀκρόπολιν, τετρακοσίας δὲ τριήρεις πλωΐμους κατεσκεύασε, τὰς μὲν ἐπισκευάσας τὰς δὲ ἐξ ἀρχῆς ναυπηγησάμενος·
さらに、民衆に選ばれて多くの資金をアクロポリスに集め、女神のための装飾品や、純金のニケ像、金銀の行列用器物、また100人のカネポロス(供物籠を担ぐ乙女)のための金の装飾品を準備した。 また軍備に選出されて、多くの兵器や5万点に及ぶ矢をアクロポリスに運び上げ、400隻の航行可能な三段櫂船を整備した。 そのうち一部は修理し、他は一から新造した。
πρὸς τε τούτοις ἡμίεργα παραλαβὼν τούς τε νεωσοίκους καὶ τὴν σκευοθήκην καὶ τὸ θέατρον τὸ Διονυσιακὸν ἐξειργάσατο, καὶ ἐπετέλεσε τό τε στάδιον τὸ Παναθηναϊκὸν καὶ τὸ γυμνάσιον τὸ κατὰ Λύκειον κατεσκεύασε, καὶ ἄλλαις πολλαῖς κατασκευαῖς ἐκόσμησε τὴν πόλιν·
これらに加えて、未完成のまま引き継いだ造船所、兵器庫、そしてディオニュソス劇場を完成させ、またパナテナイア競技場を落成させ、リュケイオンの近くの体育館を建設し、その他多くの建築物によって市を装飾した。
Ἀλεξάνδρου τε τοῦ βασιλέως ἅπασαν μὲν τὴν Ἀσίαν κατεστραμμένου, κοινῇ δὲ πᾶσι τοῖς Ἕλλησιν ἐπιτάττειν ἀξιοῦντος, ἐξαιτήσαντος Λυκοῦργον ὡς ἐναντία πράττοντα αὐτῷ, οὐκ ἐξέδωκεν ὁ δῆμος παρʼ Ἀλεξάνδρου φόβον·
またアレクサンドロス王が全アジアを征服し、全ギリシア人に共同で従うよう要求していた際、彼に反対する行動をとったとしてリュクルゴスを引き渡すよう要求したが、民衆はアレクサンドロスへの恐れにもかかわらず、彼を引き渡さなかった。
καὶ διδοὺς εὐθύνας πολλάκις τῶν πεπολιτευμένων ἐν ἐλευθέρᾳ καὶ δημοκρατουμένῃ τῇ πόλει διετέλεσεν ἀνεξέλεγκτος καὶ ἀδωροδόκητος τὸν ἅπαντα χρόνον·
そして、自由で民主政が行われている市において、自らの政治活動について何度も会計監査を受けながら、生涯を通じて一度も告発されることなく、また賄賂を受け取ることもなく過ごした。
ὅπως ἂν εἰδῶσι πάντες, διότι τοὺς προαιρουμένους ὑπὲρ τῆς δημοκρατίας καὶ τῆς ἐλευθερίας δικαίως πολιτεύεσθαι καὶ ζῶντας μὲν περὶ πλείστου ποιεῖται καὶ τελευτήσασι δὲ ἀποδίδωσι χάριτας ἀειμνήστους ἀγαθῇ τύχῃ δεδόχθαι τῷ δήμῳ ἐπαινέσαι μὲν Λυκοῦργον Λυκόφρονος Βουτάδην ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης καὶ στῆσαι αὐτοῦ τὸν δῆμον χαλκῆν εἰκόνα ἐν ἀγορᾷ, πλὴν εἴ που ὁ νόμος ἀπαγορεύει μὴ ἱστάναι;
(民衆は)これらすべての人々が、民主政と自由のために正しく政治を行う道を選ぶ者を、生前は極めて重んじ、亡くなった後には永遠に記憶される感謝を捧げるということを知るように、幸運を祈りつつ、民衆は決議する。 ブーテス区のリュクルゴスの子リュコプロン、いや、リュコプロンの父リュクルゴスをその徳と正義のために称賛し、民衆はアゴラに彼の青銅の像を建てること、ただし、法律が像を建てないよう禁止している場所を除く。
δοῦναι δὲ σίτησιν ἐν πρυτανείῳ τῶν ἐκγόνων ἀεὶ τῶν Λυκούργου τῷ πρεσβυτάτῳ εἰς ἅπαντα τὸν χρόνον καὶ εἶναι κύρια πάντα τὰ ψηφίσματα αὐτοῦ, ἀναθεῖναι δὲ τὸν γραμματέα τοῦ δήμου ἐν στήλαις λιθίναις καὶ στῆσαι ἐν ἀκροπόλει πλησίον τῶν ἀναθημάτων εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν δοῦναι τὸν ταμίαν τοῦ δήμου πεντήκοντα δραχμὰς ἐκ τῶν εἰς τὰ ψηφίσματα ἀναλισκομένων τῷ δήμῳ.
また、プリュタネイオンにおける食事を、リュクルゴスの子孫のうち常に最年長者に永遠に与えること。 また彼のすべての決議を有効とすること。 民衆の書記官はこれを石碑に刻んで、アクロポリスの奉納物の近くに建てること。 石碑の刻字のために、民衆の財務官は決議のために支出される公費から50ドラクマを与えること。