§3"
σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδὸν
Βερέκυντα χῶρον
"
οὗτος εἰ μὴ μόνον φιλογέωργος ἀλλὰ καὶ φιλάνθρωπος ἦν, ἣδιον ἂν ἔσπειρε τὴν τοσούτους τρέφειν δυναμένην ἢ τὸ Ἀντισθένους ἐκεῖνο χωρίδιον, ὃ μόλις Αὐτολύκῳ παλαίειν ἂν ἢρκεσε·
「私は、十二日の旅程に及ぶベレキュンテスの地を耕し、種をまく」もしこの男が、単に農業を愛するだけでなく、人間を愛する者であったなら、アンティステネスのあの小さな土地――アウトリュコスがレスリングの稽古をするのにもかろうじて足りるほどの土地――よりも、これほど多くの人々を養うことのできる土地に種をまくことを、より喜んだであろう。
εἰ δέ σε ἠρόμην τὴν οἰκουμένην ἅπασαν ἐπιστρέφειν παραιτοῦμαι.
しかし、もし私があなたに問うならば……私は全世界を引き合いに出すことは控える。
καίτοι Ἐπίκουρος τἀγαθὸν ἐν τῷ βαθυτάτῳ τῆς ἡσυχίας ὥσπερ ἐν ἀκλύστῳ λιμένι καὶ κωφῷ τιθέμενος τοῦ εὖ πάσχειν τὸ εὖ ποιεῖν οὐ μόνον κάλλιον ἀλλὰ καὶ ἥδιον εἶναί φησι.
ともあれ、エピクロスは、善を最も深い静寂(それはあたかも波の立たない静かな港のようであるが)の中に置きながらも、善いことを受けることよりも、善いことをすることの方が、単に美しいだけでなく、より快いことでもあると言っている。
χαρᾶς; γὰρ οὐδὲν οὕτω γόνιμόν ἐστιν ὡς χάρις·
なぜなら、喜びに対して、恵みほど豊かな実りをもたらすものは何もないからである。
ἀλλὰ σοφὸς ἦν ταῖς Χάρισι τὰ ὀνόματα θέμενος Ἀγλαΐην καὶ Εὐφροσύνην καὶ Θάλειαν·
カリスたちに、アグライア、ウープロシュネ、タレイアという名を与えた者は賢かった。
τὸ γὰρ ἀγαλλόμενον καὶ τὸ χαῖρον ἐν τῷ διδόντι τὴν χάριν πλεῖόν ἐστι καὶ καθαρώτερον.
なぜなら、恵みを与える者における歓喜と喜びこそが、より多く、またより純粋だからである。
διὸ τῷ πάσχειν εὖ αἰσχύνονται πολλάκις, ἀεὶ δʼ ἀγάλλονται τῷ εὖ ποιεῖν·
それゆえ、人々は善いことを受けることにはしばしば恥じらいを感じるが、善いことをすることには常に歓喜する。
εὖ δὲ ποιοῦσι πολλοὺς οἱ ποιοῦντες ἀγαθοὺς ὧν πολλοὶ δέονται καὶ τοὐναντίον, οἱ ἀεὶ διαφθείροντες ἡγεμόνας ἢ βασιλεῖς ἢ τυράννους διάβολοι καὶ συκοφάνται καὶ κόλακες ὑπὸ πάντων ἐλαύνονται καὶ κολάζονται, καθάπερ οὐκ εἰς μίαν κύλικα φάρμακον ἐμβάλλοντες θανάσιμον, ἀλλʼ εἰς πηγὴν δημοσίᾳ ῥέουσαν, ᾗ χρωμένους πάντας ὁρῶσιν.
そして、多くの人々が必要としている人々を善くする者たちは、多くの人々に善を施しているのであり、これとは逆に、指導者や王や僭主を常に堕落させる中傷者、密告者、おべっか使いたちは、すべての人々から追放され、処罰される。 それは、あたかも一つの杯に死の毒薬を入れるのではなく、すべての人がそれを利用しているのを彼らが見ている、公に流れる泉に毒を投げ入れるようなものだからである。
ὥσπερ οὖν τοὺς Καλλίου κωμῳδουμένους κόλακας γελῶσιν, οὓς
"
οὐ πῦρ οὐδὲ σίδηρος
οὐδὲ χαλκὸς ἀπείργει
μὴ φοιτᾶν ἐπὶ δεῖπνον
"
κατὰ τὸν Εὔπολιν· τοὺς δʼ Ἀπολλοδώρου τοῦ τυράννου καὶ Φαλάριδος καὶ Διονυσίου φίλους καὶ συνήθεις ἀπετυμπάνιζον, ἐστρέβλουν καὶ ἐνεπίμπρασαν, ἐναγεῖς ἐποιοῦντο καὶ καταράτους, ὡς ἐκείνων μὲν ἀδικούντων ἕνα τούτων δὲ πολλοὺς· διʼ ἑνὸς τοῦ ἄρχοντος·
したがって、カリアスのおべっか使いたちが喜劇で笑いものにされ、彼らについてエウポリスが、「火も鉄もブロンズも、夕食に通うのを妨げることはできない」と言うのを見て人々は笑うが、僭主アポロドロスやファラリスやディオニュシオスの友人や親しい者たちに対しては、棒叩きの刑に処し、拷問にかけ、火あぶりにし、忌まわしく呪われた者とした。 それは、前者の僭主たちが一人を害したのに対し、後者のおべっか使いたちは、一人の統治者を通じて多くの人々を害したからである。
οὕτως; οἱ μὲν ἰδιώταις συνόντες αὐτοὺς· ἐκείνους ποιοῦσιν ἑαυτοῖς ἀλύπους καὶ ἀβλαβεῖς καὶ προσηνεῖς, ὁ δʼ ἄρχοντος ἦθος ἀφαιρῶν μοχθηρὸν ἢ γνώμην ἐφʼ ὃ δεῖ συγκατευθύνων τρόπον τινὰ δημοσίᾳ φιλοσοφεῖ καὶ τὸ κοινὸν ἐπανορθοῦται, ᾧ πάντες διοικοῦνται.
このように、一般私人と交わる者たちは、その人々自身を自分たちにとって苦痛のない、無害で、愛想の良い者にするだけであるが、統治者の悪しき品性を除き、あるいはその志を然るべき方向へと正しく導く者は、ある意味で公的に哲学をしており、すべての人がそれによって治められている共同体を是正しているのである。
τοῖς ἱερεῦσιν αἰδῶ καὶ τιμὴν αἱ πόλεις νέμουσιν, ὅτι τἀγαθὰ παρὰ τῶν θεῶν οὐ μόνον αὑτοῖς καὶ φίλοις καὶ οἰκείοις, ἀλλὰ κοινῇ πᾶσιν αἰτοῦνται τοῖς πολίταις καίτοι τοὺς θεοὺς οἱ ἱερεῖς οὐ ποιοῦσιν ἀγαθῶν δοτῆρας, ἀλλὰ τοιούτους ὄντας παρακαλοῦσι τοὺς δʼ ἄρχοντας οἱ συνόντες τῶν φιλοσόφων δικαιοτέρους ποιοῦσι καὶ μετριωτέρους καὶ προθυμοτέρους εἰς τὸ εὖ ποιεῖν, ὥστε καὶ χαίρειν εἰκός ἐστι μᾶλλον.
諸都市が神官たちに敬意と誉れを与えるのは、彼らが神々から善きものを、自分たちや友人、身内だけでなく、市民全員のために共同で祈り求めるからである。 しかも、神官たちは神々を善きものの贈り主にするのではなく、そうである神々に懇願するだけである。 これに対し、統治者と交わる哲学者たちは、統治者をより義深く、より中庸で、善を施すことにより熱心な者にするのだから、彼らがより大きな喜びを感じるのも当然である。
§4ἐμοὶ δὲ δοκεῖ καὶ λυροποιὸς ἂν ἣδιον λύραν ἐργάσασθαι καὶ προθυμότερον, μαθὼν ὡς ὁ ταύτην κτησόμενος; τὴν λύραν μέλλει τὸ Θηβαίων ἄστυ τειχίζειν ὡς ὁ Ἀμφίων, ἢ τὴν Λακεδαιμονίων στάσιν παύειν ἐπᾴδων καὶ παραμυθούμενος ὡς Θαλῆς·
私には、竪琴製作者でさえ、もし自分が作ったその竪琴を手にする者が、アムピオンのようにテーバイの街を築こうとしているとか、あるいはタレスのように歌いなだめることでスパルタの国紛を鎮めようとしていると知ったなら、より喜び、より熱心に竪琴を作ると思われる。
καὶ τέκτων ὁμοίως πηδάλιον δημιουργῶν ἡσθῆναι, πυθόμενος ὅτι τοῦτο τὴν Θεμιστοκλέους ναυαρχίδα κυβερνήσει προπολεμοῦσαν τῆς Ἑλλάδος τὴν Πομ πηίου τὰ πειρατικὰ καταναυμαχοῦντος·
また同様に、大工も、自分が制作している舵が、ギリシアのために先頭に立って戦うテミストクレスの旗艦を、あるいは海賊を海戦で打ち破ろうとしているポンペイウスの旗艦を操縦することになると知ったなら、喜ぶであろう。
τί οὖν οἴει περὶ τοῦ λόγου τὸν φιλόσοφον διανοούμενον, ὡς ὁ τοῦτον παραλαβὼν πολιτικὸς ἀνὴρ καὶ ἡγεμονικὸς κοινὸν ὄφελος ἔσται δικαιοδοτῶν, νομοθετῶν, κολάζων τοὺς πονηρούς,· αὔξων τοὺς ἐπιεικεῖς καὶ ἀγαθούς;
それでは、自分の言論を受け取る政治的かつ指導的な人物が、裁判を行い、法律を制定し、悪人を罰し、徳高く善良な人々を励ますことによって、共同の利益となるであろうと考えるとき、哲学者はどう思うであろうか。
ἐμοὶ δὲ δοκεῖ καὶ ναυπηγὸς ἀστεῖος ἥδιον ἐργπάσασθαι πηδάλιον, πυθόμενος ὅτι τοῦτο τὴν Ἀργὼ κυβερνήσει τὴν
πᾶσι μέλουσαν·
私には、洗練された造船技師も、この舵が「すべての人に気遣われる」アルゴー船を操縦することになると知ったなら、より喜んで舵を作ると思われる。
καὶ τεκτονικὸς οὐκ ἂν οὕτω κατασκευάσαι ἄροτρον προθύμως; ἢ ἅμαξαν, ὡς τοὺς ἄξονας, οἷς ἔμελλε Σόλων τοὺς νόμους ἐγχαράξειν.
また、木工職人も、ソロンが法律を刻むことになるあの回転板を作るほどには、鋤や車を熱心には作らないであろう。
καὶ μὴν οἱ λόγοι τῶν φιλοσόφων, ἐὰν ψυχαῖς ἡγεμονικῶν καὶ πολιτικῶν ἀνδρῶν ἐγγραφῶσι βεβαίως καὶ κρατήσωσι, νόμων δύναμιν λαμβάνουσιν ᾗ καὶ Πλάτων εἰς Σικελίαν ἔπλευσεν, ἐλπίζων τὰ δόγματα νόμους καὶ ἔργα ποιήσειν ἐν τοῖς Διονυσίου πράγμασιν ἀλλʼ εὗρε Διονύσιον ὥσπερ βιβλίον παλίμψηστον ἢδη μολυσμῶν ἀνάπλεων καὶ τὴν βαφὴν οὐκ ἀνιέντα τῆς τυραννίδος, ἐν πολλῷ χρόνῳ δευσοποιὸν οὖσαν καὶ δυσέκπλυτον·
そして実に、哲学者の言論は、もし指導的かつ政治的な人物の魂にしっかりと刻まれ、定着するならば、法律の力を獲得するのである。 それゆえプラトンもシケリアへ航海した。 自分自身の教説を、ディオニュシオスの国制において法律とし、実際の行動にしようと望んで。 しかし彼は、ディオニュシオスが、すでに汚れで満ちており、長い時間の間に染み付いて洗い流しがたくなった僭主政治という染料を放そうとしない、パリンプセストのような状態であることを知った。
ἀκμαίους δ’ ὄντας ἔτι δεῖ τῶν χρηστῶν ἀντιλαμβάνεσθαι λόγων.
ゆえに、まだ若く盛りであるうちに、優れた言論を受け入れるべきなのである。