§1τῶν λόγων ἀρίστους καὶ βεβαιοτάτους ὥσπερ τῶν φίλων φασὶν εἶναι τοὺς ἐν ταῖς συμφοραῖς παρόντας ὠφελίμως καὶ βοηθοῦντας·
言葉のうち最善で最も揺るぎないものは、友人と同じように、不幸な時にそばにいて有益に助けてくれるものであると言われる。
ἐπεὶ πάρεισί γε πολλοὶ καὶ προσδιαλέγονται τοῖς ἐπταικόσιν, ἀλλʼ ἀχρήστως μᾶλλον δὲ βλαβερῶς, καθάπερ ἀκόλυμβοι πνιγομένοις ἐπιχειροῦντες βοηθεῖν περιπλεκόμενοι καὶ συγκαταδύνοντες·
なぜなら、失敗した人々のもとに多くの人が来て言葉を交わすが、無益であるばかりかむしろ有害であり、それはまるで泳げない者が、溺れている人を助けようとして抱きつき、一緒に沈んでいくかのようだからだ。
δεῖ δὲ τὸν παρὰ τῶν φίλων καὶ τῶν βοηθούντων λόγον παρηγορίαν εἶναι μὴ συνηγορίαν τοῦ λυποῦντος.
しかし、友人や助けてくれる者からの言葉は、慰めであるべきであり、苦しめるものの弁護であってはならない。
οὐ γὰρ συνδακρυόντων καὶ συνεπιθρηνούντων ὥσπερ χορῶν τραγικῶν ἐν τοῖς ἀβουλήτοις χρείαν ἔχομεν, ἀλλὰ παρρησιαζομένων καὶ διδασκόντων ὅτι τὸ λυπεῖσθαι καὶ τὸ ταπεινοῦν ἑαυτὸν ἐπὶ παντὶ μὲν ἄχρηστόν ἐστι καὶ γιγνόμενον κενῶς καὶ ἀνοήτως· ὅπου δʼ αὐτὰ τὰ πράγματα δίδωσιν ὑπὸ τοῦ λόγου ψηλαφηθέντα καὶ ἀνακαλυφθέντα πρὸς ἑαυτὸν εἰπεῖν
"οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ·
というのも、不幸な時に、悲劇の合唱隊のように一緒に涙を流し共に嘆いてくれる者を私たちは必要としているのではなく、率直に語り、いかなる事に対しても悲しみ自分をおとしめることは無益であり、虚しく愚かに行われること、しかし事柄自体が、理性によって探られ明らかにされることで、自分自身にこう言う機会を与えるときには、「お前は何も恐ろしい目には遭っていない、そう思い込みさえしなければ」と教え諭してくれる者を必要としているからだ。
"
κομιδῇ γελοῖόν ἐστι, μὴ τῆς σαρκὸς πυνθάνεσθαι τί πέπονθε, μηδὲ τῆς ψυχῆς εἰ διὰ τὸ σύμπτωμα τοῦτο χείρων γέγονεν, ἀλλὰ τοῖς ἔξωθεν συναχθομένοις καὶ συναγανακτοῦσι διδασκάλοις χρῆσθαι τῆς λύπης.
肉体に何が起きたかを尋ねることもせず、また魂がこの出来事によって悪化したかどうかを尋ねることもせずに、外側から共に悲しみ共に憤る人々を、悲しみの教師として用いるのは、まったく滑稽なことである。
§2ὅθεν αὐτοὶ καθʼ αὑτοὺς γιγνόμενοι τῶν συμπτωμάτων ὥσπερ φορτίων ἑκάστου τὸν σταθμὸν ἐξετάζωμεν, τὸ μὲν γὰρ·
それゆえ、私たちは自分自身に立ち返り、出来事の重さを、あたかも積荷の一つ一つのように量ってみよう。
σῶμα πιέζεται τῷ τοῦ βαρύνοντος ἄχθει, δὲ ψυχὴ τοῖς πράγμασι πολλάκις τὸ βάρος ἐξ αὑτῆς προστίθησιν.
というのも、肉体は重く圧迫するものの重みによって押しつぶされるが、魂は、しばしば事物に対して自ら重さを付け加えるからである。
ὁ λίθος φύσει σκληρός, ὁ κρύσταλλος φύσει ψυχρός ἐστιν, οὐκ ἔξωθεν εἰκῆ ταύτας τὰς ἀντιτυπίας ἐπιφέροντες καὶ τὰς πήξεις·
石は本性上硬く、氷は本性上冷たいのであって、それらは外部から気まぐれにその抵抗や凍結をもたらされているのではない。
φυγὰς δὲ καὶ ἀδοξίας καὶ τιμῶν ἀποβολάς, ὥσπερ αὖ τἀναντία, στεφάνους καὶ ἀρχὰς καὶ προεδρίας, οὐ τὴν αὑτῶν φύσιν ἀλλὰ τὴν ἡμετέραν κρίσιν μέτρον ἔχοντα τοῦ λυπεῖν καὶ εὐφραίνειν, ἕκαστος· ἑαυτῷ κοῦφα καὶ βαρέακαὶ ῥᾴδια φέρειν ποιεῖ, καὶ τοὐναντίον.
しかし、追放、不名誉、名誉の喪失は、逆に花冠、官職、特等席がそうであるように、それら自体の本性ではなく、私たちの判断を、苦痛と喜びの尺度として持っており、それぞれの人自身がそれらを軽かったり、重かったり、あるいは耐えやすくしたり、あるいはその逆にしたりする。
ἔξεστι δʼ ἀκούειν τοῦ μὲν Πολυνείκους ἀποκρινομένου πρὸς τὸ ἐρώτημα τοῦτο τοῦ δʼ Ἀλκμᾶνος, ὡς ὁ γράψας τοὐπιγραμμάτιον πεποίηκε,
"
Σάρδιες, ἀρχαῖος πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν
ἐτρεφόμην, κερνᾶς·
この問いに対して答える、一方のポリュネイケスと、もう一方の、碑文の作者が描いたところのアルクマンの声を聞くことができる。
ἦν τις ἂν ἢ βακέλας
χρυσοφόρος, ῥήσσων καλὰ τύμπανα·
"サルディスよ、父祖の古き故郷よ、もし私があなた方の中で育てられたなら、私は金の衣服をまとい、美しい太鼓を打ち鳴らす神殿の召使い、あるいは去勢されたバケラスになっていただろう。
νῦν δέ μοι Ἀλκμὰν
οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος,
καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων
θῆκαν Δασκύλεω κρείσσονα καὶ Γύγεω.
だが今はアルクマンが私の名であり、多くの三脚器があるスパルタの者だ、私はヘリコンのムーサたちから学んだ。 彼女らが私をダスクレウスの息子やギュゲスのような僭主たちよりも優れた者にしてくれたのだ。
"
τὸ γὰρ αὐτὸ πρᾶγμα τῷ μὲν εὔχρηστον ἡ δόξα καθάπερ νόμισμα δόκιμον, τῷ δὲ δύσχρηστον καὶ βλαβερὸν ἐποίησεν.
"同じ一つの出来事を、ある者には評判が通用する通貨のように有益なものにし、別の者には使いにくく有害なものにしたのである。
§3ἔστω δὲ δεινόν, ὥσπερ οἱ πολλοὶ λέγουσι καὶ ᾄδουσιν, ἡ φυγή.
しかし、多くの人々が語り、歌うように、追放は恐ろしいものとしておこう。
καὶ γὰρ τῶν βρωμάτων πικρὰ πολλὰ καὶ δριμέα καὶ δάκνοντα τὴν αἴσθησίν ἐστιν·
実際、食物の中にも苦く、辛く、感覚を刺すものが多くある。
ἀλλὰ μιγνύντες αὐτοῖς ἔνια τῶν γλυκέων καὶ προσηνῶν τὴν ἀηδίαν ἀφαιροῦμεν.
だが、私たちはそれらに甘いものや心地よいものを混ぜることで、その不快さを取り除く。
ἔστι δὲ καὶ χρώματα λυπηρὰ τῇ ὄψει, πρὸς ἃ γίγνεται τὸ συγχεῖσθαι καὶ μαραυγεῖν διὰ σκληρότητα καὶ βίαν ἀνίατον.
目にとって不快な色彩もあり、それらに対しては、執拗なきつさと強さのために視界が混乱し眩んでしまう。
εἰ τοίνυν ἴαμα τῆς δυσχρηστίας ἐκείνης ἐμίξαμεν τὴν σκιὰν αὐτοῖς, ἢ τὴν ὄψιν ἀπεστρέψαμεν ἐπί τι τῶν χλοερῶν καὶ προσηνῶν, τοῦτʼ ἔξεστι ποιεῖν καὶ πρὸς τὰ συμπτώματα, κεραννύντας αὐτοῖς τὰ χρήσιμα καὶ φιλάνθρωπα τῶν νυνί σοι παρόντων, εὐπορίαν φίλους ἀπραγμοσύνην τὸ μηδὲν ἐνδεῖν τῶν ἀναγκαίων πρὸς τὸν βίον.
もし私たちが、その不快さの治療薬として、それらに影を混ぜたり、あるいは視線を何か緑豊かで心地よいものに向けたりするなら、それと同じことを不運に対しても行うことができる。 すなわち、現在あなたのもとにある有益で親切なもの、つまり富、友人、平穏、生活に必要不可欠なものが何も欠けていないことを、それらに混ぜ合わせるのである。
οὐ γὰρ οἶμαι πολλοὺς εἶναι Σαρδιανῶν, οἳ μὴ τὰ σὰ πράγματα καὶ μετὰ φυγῆς μᾶλλον ἐθελήσουσιν αὑτοῖς ὑπάρχειν καὶ ἀγαπήσουσιν ἐπὶ ξένης οὕτω διάγοντες, ἤ, καθάπερ οἱ κοχλίαι τοῖς ὀστράκοις συμφυεῖς ὄντες ἄλλο δὲ μηδὲν ἀγαθὸν ἔχοντες, τῶν, οἴκοι μετέχειν ἀλύπως.
私は、サルディスの人々の中で、あなたの現在の状況が、追放を伴っていても、なお自分のものとなることを望み、異郷でそのように暮らすことを愛さない者は多くないと思う。 それは、カタツムリが貝殻と一体化しており、他に何も良いものを持たないため、故郷のものを苦痛なく分かち合うのとは異なるのである。