§3διὸ παῖδες ἰατρῶν βούλονται μὲν μὴ νοσεῖν τὸν ἄνθρωπον, νοσοῦντα δὲ μὴ ἀγνοεῖν ὅτι νοσεῖ·
それゆえ、医師の徒は、人間が病気にならないことを望むが、病気になったときには自分が病んでいることを知らずにいないことを望む。
ὃ τοῖς ψυχικοῖς πάθεσι πᾶσι συμβέβηκεν.
しかし、この知らずにいるということが、魂のすべての情念において生じているのである。
οὔτε γὰρ ἀφραίνοντες οὔτʼ ἀσελγαίνοντες οὔτʼ ἀδικοπραγοῦντες ἁμαρτάνειν δοκοῦσιν, ἀλλʼ ἔνιοι καὶ κατορθοῦν.
なぜなら、愚行を犯している者も、放蕩にふけっている者も、不正を行っている者も、自分が過ちを犯しているとは思わず、むしろ一部の者は正しく行っているとさえ思うからである。
πυρετὸν μὲν γὰρ οὐδεὶς ὑγίειαν ὠνόμασεν οὐδὲ φθίσιν εὐεξίαν οὐδὲ ποδάγραν ποδώκειαν οὐδʼ ὠχρίασιν ἐρύθημα, θυμὸν δὲ πολλοὶ καλοῦσιν ἀνδρείαν καὶ ἔρωτα φιλίαν καὶ φθόνον ἅμιλλαν καὶ δειλίαν ἀσφάλειαν.
というのも、誰も発熱を健康とは呼ばず、結核を頑健とは呼ばず、痛風を俊足とは呼ばず、青白さを血色が良いとは呼ばないが、多くの人々が怒りを勇気と呼び、情欲を愛と呼び、嫉妬を対抗心と呼び、臆病を慎重と呼ぶからである。
εἶθʼ οἱ μὲν καλοῦσι τοὺς ἰατρούς, αἰσθάνονται γὰρ ὧν δέονται πρὸς ἃ νοσοῦσιν οἱ δὲ φεύγουσι τοὺς φιλοσόφους, οἴονται γὰρ ἐπιτυγχάνειν ἐν οἷς διαμαρτάνουσιν.
さらに、前者は医師を呼ぶ。 なぜなら、自分が患っている病気に対して、何が必要であるかを自覚しているからである。 これに対して後者は哲学者から逃げ去る。 なぜなら、自分が誤っていることにおいて成功していると思っているからである。
ἐπεὶ τούτῳ γε τῷ λόγῳ χρώμενοι λέγομεν, ὅτι κουφότερόν ἐστιν ὀφθαλμία μανίας καὶ ποδάγρα φρενίτιδος.
そもそも私たちはこの論理に従って言うのである、眼病は狂気よりも軽く、痛風は脳炎よりも軽いと。
ὁ μὲν γὰρ αἰσθάνεται καὶ καλεῖ τὸν ἰατρὸν κεκραγώς καὶ παρόντι τὴν ὄψιν ἀλεῖψαι παρέχει, τὴν φλέβα τεμεῖν, τὴν κεφαλὴν θεραπεῦσαι παραδίδωσιν τῆς δὲ μαινομένης Ἀγαύης ἀκούεις ὑπὸ τοῦ πάθους τὰ φίλτατʼ ἠγνοηκυίας,
"
ἄγομεν ἐξ ὄρεος
ἕλικα νεότομον ἐπὶ μέλαθρα,
μακάριον θήραμα.
なぜなら、前者はそれを自覚して大声で叫んで医師を呼び、医師が来ると目を塗るように差し出し、血管を切るように、頭を治療するように身を委ねるからである。 しかし、狂気に陥ったアガウエーについては、情念によって自らの最も愛する者たちを認識できなくなっており、こう歌うのを聞くであろう。 "我らは山から切りたての若枝を、祝福された獲物を、宮殿へと持ち帰る。
"
Καὶ γὰρ ὁ μὲν τῷ σώματι νοσῶν εὐθὺς ἐνδοὺς καὶ καθεὶς εἰς τὸ κλινίδιον ἑαυτὸν ἡσυχίαν ἄγει θεραπευόμενος·
"実際、肉体の病にかかっている者は、すぐに降伏して小さな寝台に横たわり、治療を受けながら静かにしている。
ἂν δέ που μικρὸν ἐξᾴξῃ καὶ διασκιρτήσῃ τὸ σῶμα φλεγμονῆς προσπεσούσης, εἰπών τις τῶν παρακαθημένων πράως
"μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις"
ἐπέστησε καὶ κατέσχεν.
しかし、もし炎症が襲ってきて、体が少しばかり飛び跳ねて暴れることがあっても、傍らに座っている誰かが穏やかに「苦しむ者よ、その床に静かに留まれ」と言えば、それを制止し引き留める。
οἱ δʼ ἐν τοῖς ψυχικοῖς πάθεσιν ὄντες, τότε μάλιστα πράττουσι, τόθʼ ἥκιστα ἡσυχάζουσιν αἱ γὰρ ὁρμαὶ τῶν πράξεων ἀρχή, τὰ δὲ πάθη σφοδρότητες ὁρμῶν.
これに対して、魂の情念の中にある者たちは、まさにその時こそ最も活動し、最も静かにしていない。 なぜなら、衝動は行動の始まりであり、情念は衝動の激しさだからである。
διὸ τὴν ψυχὴν ἠρεμεῖν οὐκ ἐῶσιν, ἀλλʼ ὅτε μάλιστα δεῖται μονῆς καὶ σιωπῆς καὶ ὑποστολῆς ὁ ἄνθρωπος, τότʼ αὐτὸν εἰς ὕπαιθρον ἕλκουσι, τότʼ ἀποκαλύπτουσιν οἱ θυμοὶ αἱ φιλονεικίαι οἱ ἔρωτες αἱ λῦπαι, πολλὰ καὶ δρᾶν ἄνομα καὶ λαλεῖν ἀνάρμοστα τοῖς καιροῖς ἀναγκαζόμενον.
それゆえ、情念は魂を休ませることをせず、人間が最も静止と沈黙と引きこもりを必要としている時に、彼を屋外へと引きずり出す。 その時にこそ、怒り、競争心、情欲、悲哀が心を露わにし、彼に時宜に合わない多くの不法な行いをさせ、不調和な言葉を語らせるのである。
§4ὥσπερ γὰρ ἐπισφαλέστερος χειμὼν τοῦ πλεῖν οὐκ ἐῶντος ὁ κωλύων καθορμίσασθαι· οὕτως οἱ κατὰ ψυχὴν χειμῶνες βαρύτεροι στείλασθαι τὸν ἄνθρωπον οὐκ ἐῶντες οὐδʼ ἐπιστῆσαι τεταραγμένον τὸν λογισμόν·
というのも、航海を許さない嵐よりも、港に入るのを妨げる嵐の方が危険であるように、魂の嵐は、人間が帆を畳むことを許さず、混乱した理性を静止させることも許さないため、より重いのである。
ἀλλʼ ἀκυβέρνητος καὶ ἀνερμάτιστος ἐν ταραχῇ καὶ πλάνῃ δρόμοις ὀλεθρίοις καὶ παραφόροις διατραχηλιζόμενος εἴς τι ναυάγιον φοβερὸν ἐξέπεσε καὶ συνέτριψε τὸν ἑαυτοῦ βίον.
それどころか、舵もなく、バラスト(底荷)もないまま、混乱と彷徨の中で、破滅的で狂気じみた疾走へと首を折られんばかりに駆られ、ついには恐るべき難破へと投げ出されて、自らの人生を粉砕してしまう。
ὥστε καὶ διὰ ταῦτα καὶ τούτοις χεῖρον νοσεῖν ταῖς ψυχαῖς ἢ τοῖς σώμασιν·
したがって、これらの理由によっても、またこれらの点においても、肉体よりも魂が病むことの方がより悪いのである。
τοῖς μὲν γὰρ πάσχειν μόνον τοῖς δὲ καὶ πάσχειν καὶ ποιεῖν κακῶς συμβέβηκε.
肉体が病むことにおいてはただ受苦するだけであるのに対し、魂が病むことにおいては受苦するだけでなく悪を行うことにもなるからである。
καὶ τί δεῖ τὰ πολλὰ λέγειν τῶν παθῶν, ὧν αὐτὸς ὁ καιρὸς ὑπόμνησίς ἐστιν;
そして、多くの情念について語る必要がどこにあろうか、まさに今のこの時こそが、それを思い起こさせるものであるというのに。
ὁρᾶτε τὸν πολὺν καὶ παμμιγῆ τοῦτον τὸν ἐνταῦθα συνηραγμένον καὶ κυκώμενον ὄχλον περὶ τὸ βῆμα καὶ τὴν ἀγοράν;
あなた方は、演壇や広場の周りに押し寄せ、沸き立っている、この数多く混沌とした群衆を見ているか。
οὐ θύσοντες οὗτοι συνεληλύθασι πατρίοις θεοῖς οὐδʼ ὁμογνίων μεθέξοντες ἱερῶν ἀλλήλοις, οὐκ Ἀσκραίῳ Διὶ Λυδίων καρπῶν ἀπαρχὰς φέροντες οὐδὲ Διονύσῳ βεβακχευμένον θύσθλον ἱεραῖς νυξὶ καὶ κοινοῖς ὀργιάσοντες κώμοις·
彼らは祖先の神々に犠牲を捧げるために集まったのでもなく、一族の祭儀を互いに分かち合うためでもなく、アスクラのアニにリディアの作物の初穂を捧げるためでもなく、聖なる夜に共同の宴をもってディオニュソスに狂乱の祭具を捧げて祭るためでもない。
ἀλλʼ ὥσπερ ἐτησίοις περιόδοις ἀκμὴ νοσήματος ἐκτραχύνασα τὴν Ἀσίαν ἐπὶ δίκας καὶ ἀγῶνας ἐμπροθέσμως ἥκουσαν ἐνταῦθα συμβάλλει·
そうではなく、まるで毎年の周期のように、アジアの地を荒れ狂わせる病の絶頂期が、裁判や闘争のために定められた期限にここへと彼らを駆り集め、衝突させているのである。
καὶ πλῆθος ὥσπερ ῥευμάτων ἀθρόων εἰς μίαν ἐμπέπτωκεν ἀγορὰν καὶ φλεγμαίνει καὶ·
そして、激流が一時に流れ込むように、多数の群衆がひとつの広場へと落ち込み、炎症を起こして衝突しているのである。
συνέρρωγεν
ὀλλύντων τε καὶ ὀλλυμένων
ποίων ταῦτα πυρετῶν ἔργα ποίων δʼ ἠπιάλων;
「滅ぼす者たちと、滅ぼされる者たち」が。 これらはいかなる熱病、いかなる瘧の仕業であろうか。
τίνες ἐνστάσεις ἢ παρεμπτώσεις ἢ δυσκρασία θερμῶν ἢ ὑπέρχυσις ὑγρῶν;
いかなる阻止や浸入、あるいは熱の不調和、体液の溢出であろうか。
ἂν ἑκάστην δίκην ὥσπερ ἄνθρωπον ἀνακρίνῃς πόθεν πέφυκε πόθεν ἥκει, τὴν μὲν θυμὸς αὐθάδης γεγέννηκε τὴν δὲ μανιώδης φιλονεικία τὴν δʼ ἄδικος ἐπιθυμία.
もし個々の裁判をひとつの人間のように、それがどこから生まれ、どこから来たのかと尋問するならば、あるものは傲慢な怒りが生み出し、別のものは狂気じみた競争心が、また別のものは不義の欲望が生み出したものであることがわかるだろう。