§3διὸ παῖδες ἰατρῶν βούλονται μὲν μὴ νοσεῖν τὸν ἄνθρωπον, νοσοῦντα δὲ μὴ ἀγνοεῖν ὅτι νοσεῖ· ὃ τοῖς ψυχικοῖς πάθεσι πᾶσι συμβέβηκεν.
因此,医道之徒一方面希望人类不生病,另一方面也希望当人生病时,不要不知道自己生病了;然而,这正是所有灵魂情念的普遍特征。
οὔτε γὰρ ἀφραίνοντες οὔτʼ ἀσελγαίνοντες οὔτʼ ἀδικοπραγοῦντες ἁμαρτάνειν δοκοῦσιν, ἀλλʼ ἔνιοι καὶ κατορθοῦν.
因为,无论那些愚妄之人,还是放荡之人,或是行不义之人,都不认为自己在犯错,甚至有些人还认为自己做得很对。
πυρετὸν μὲν γὰρ οὐδεὶς ὑγίειαν ὠνόμασεν οὐδὲ φθίσιν εὐεξίαν οὐδὲ ποδάγραν ποδώκειαν οὐδʼ ὠχρίασιν ἐρύθημα, θυμὸν δὲ πολλοὶ καλοῦσιν ἀνδρείαν καὶ ἔρωτα φιλίαν καὶ φθόνον ἅμιλλαν καὶ δειλίαν ἀσφάλειαν.
因为没有人把发热称为健康,也没有人把肺结核称为强健,把痛风称为神速,把苍白称为红润;但许多人却把愤怒称为勇敢,把狂热的爱称为友谊,把嫉妒称为竞争,把懦弱称为谨慎。
εἶθʼ οἱ μὲν καλοῦσι τοὺς ἰατρούς, αἰσθάνονται γὰρ ὧν δέονται πρὸς ἃ νοσοῦσιν οἱ δὲ φεύγουσι τοὺς φιλοσόφους, οἴονται γὰρ ἐπιτυγχάνειν ἐν οἷς διαμαρτάνουσιν.
而且,前者会请医生,因为他们察觉到了自己因病所缺之物;而后者却逃避哲学家,因为他们认为自己在正犯错的事情上取得了成功。
ἐπεὶ τούτῳ γε τῷ λόγῳ χρώμενοι λέγομεν, ὅτι κουφότερόν ἐστιν ὀφθαλμία μανίας καὶ ποδάγρα φρενίτιδος.
因为正是根据这个道理,我们才说眼疾比狂乱要轻,痛风比脑炎要轻。
ὁ μὲν γὰρ αἰσθάνεται καὶ καλεῖ τὸν ἰατρὸν κεκραγώς καὶ παρόντι τὴν ὄψιν ἀλεῖψαι παρέχει, τὴν φλέβα τεμεῖν, τὴν κεφαλὴν θεραπεῦσαι παραδίδωσιν τῆς δὲ μαινομένης Ἀγαύης ἀκούεις ὑπὸ τοῦ πάθους τὰ φίλτατʼ ἠγνοηκυίας,
"
ἄγομεν ἐξ ὄρεος
ἕλικα νεότομον ἐπὶ μέλαθρα,
μακάριον θήραμα.
因为前者能察觉并大声呼喊请来医生,在医生到来时让其涂抹眼睛、切开血管,并将头部交出以便治疗;然而,你却会听到那因疯狂而受情念驱使、不认得最亲之人的阿高埃唱道: “我们从山上带回新砍下的嫩枝到宫殿,这幸福的猎物。
"
Καὶ γὰρ ὁ μὲν τῷ σώματι νοσῶν εὐθὺς ἐνδοὺς καὶ καθεὶς εἰς τὸ κλινίδιον ἑαυτὸν ἡσυχίαν ἄγει θεραπευόμενος· ἂν δέ που μικρὸν ἐξᾴξῃ καὶ διασκιρτήσῃ τὸ σῶμα φλεγμονῆς προσπεσούσης, εἰπών τις τῶν παρακαθημένων πράως
"μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις"
ἐπέστησε καὶ κατέσχεν.
” 因为事实上,肉体生病的人会立刻顺从,躺在自己的小床上,在接受治疗时保持安静;而如果因炎症发作,身体偶尔有些跳动或挣扎,身旁坐着的某个人只要温和地说: “躺着吧,不幸的人,在你的床上静静地躺着,” 就能使他安顿下来并克制他。
οἱ δʼ ἐν τοῖς ψυχικοῖς πάθεσιν ὄντες, τότε μάλιστα πράττουσι, τόθʼ ἥκιστα ἡσυχάζουσιν αἱ γὰρ ὁρμαὶ τῶν πράξεων ἀρχή, τὰ δὲ πάθη σφοδρότητες ὁρμῶν.
但那些处于灵魂情念中的人,恰恰在那个时候最活跃,最不能保持安静;因为冲动是行动的开端,而情念则是冲动的猛烈状态。
διὸ τὴν ψυχὴν ἠρεμεῖν οὐκ ἐῶσιν, ἀλλʼ ὅτε μάλιστα δεῖται μονῆς καὶ σιωπῆς καὶ ὑποστολῆς ὁ ἄνθρωπος, τότʼ αὐτὸν εἰς ὕπαιθρον ἕλκουσι, τότʼ ἀποκαλύπτουσιν οἱ θυμοὶ αἱ φιλονεικίαι οἱ ἔρωτες αἱ λῦπαι, πολλὰ καὶ δρᾶν ἄνομα καὶ λαλεῖν ἀνάρμοστα τοῖς καιροῖς ἀναγκαζόμενον.
因此,它们不让灵魂安宁,反而在人最需要停留、沉默和退隐的时候,将他拽到户外,这时愤怒、好胜、情欲、悲伤便暴露出来,迫使他做出许多不法之事,说出许多不合时宜的失调之语。
§4ὥσπερ γὰρ ἐπισφαλέστερος χειμὼν τοῦ πλεῖν οὐκ ἐῶντος ὁ κωλύων καθορμίσασθαι· οὕτως οἱ κατὰ ψυχὴν χειμῶνες βαρύτεροι στείλασθαι τὸν ἄνθρωπον οὐκ ἐῶντες οὐδʼ ἐπιστῆσαι τεταραγμένον τὸν λογισμόν· ἀλλʼ ἀκυβέρνητος καὶ ἀνερμάτιστος ἐν ταραχῇ καὶ πλάνῃ δρόμοις ὀλεθρίοις καὶ παραφόροις διατραχηλιζόμενος εἴς τι ναυάγιον φοβερὸν ἐξέπεσε καὶ συνέτριψε τὸν ἑαυτοῦ βίον.
因为,正如那阻碍船只进港的暴风雨,比那不准船只出航的暴风雨更为危险;同样,灵魂的暴风雨也更沉重,因为它们不准人收起风帆,也不准那处于混乱中的理性停息下来;而是使其在没有舵手、没有压舱石的混乱与迷茫中,以毁灭性且偏离轨道的疾驰摔断脖子般地坠入某种可怕的船难中,粉碎了自己的一生。
ὥστε καὶ διὰ ταῦτα καὶ τούτοις χεῖρον νοσεῖν ταῖς ψυχαῖς ἢ τοῖς σώμασιν· τοῖς μὲν γὰρ πάσχειν μόνον τοῖς δὲ καὶ πάσχειν καὶ ποιεῖν κακῶς συμβέβηκε.
所以,无论是因为这些原因,还是在这些方面,灵魂生病都比肉体生病更糟糕;因为对后者而言,只是受苦而已,而对前者而言,则是既受苦又作恶。
καὶ τί δεῖ τὰ πολλὰ λέγειν τῶν παθῶν, ὧν αὐτὸς ὁ καιρὸς ὑπόμνησίς ἐστιν;
而且,又何必历数这许多情念呢,这眼前的时刻本身不就是最好的提醒吗?
ὁρᾶτε τὸν πολὺν καὶ παμμιγῆ τοῦτον τὸν ἐνταῦθα συνηραγμένον καὶ κυκώμενον ὄχλον περὶ τὸ βῆμα καὶ τὴν ἀγοράν;
你们是否看见了这聚集在这里、在讲坛和广场周围沸腾的、庞大而混杂的人群?
οὐ θύσοντες οὗτοι συνεληλύθασι πατρίοις θεοῖς οὐδʼ ὁμογνίων μεθέξοντες ἱερῶν ἀλλήλοις, οὐκ Ἀσκραίῳ Διὶ Λυδίων καρπῶν ἀπαρχὰς φέροντες οὐδὲ Διονύσῳ βεβακχευμένον θύσθλον ἱεραῖς νυξὶ καὶ κοινοῖς ὀργιάσοντες κώμοις· ἀλλʼ ὥσπερ ἐτησίοις περιόδοις ἀκμὴ νοσήματος ἐκτραχύνασα τὴν Ἀσίαν ἐπὶ δίκας καὶ ἀγῶνας ἐμπροθέσμως ἥκουσαν ἐνταῦθα συμβάλλει· καὶ πλῆθος ὥσπερ ῥευμάτων ἀθρόων εἰς μίαν ἐμπέπτωκεν ἀγορὰν καὶ φλεγμαίνει καὶ· συνέρρωγεν
ὀλλύντων τε καὶ ὀλλυμένων
ποίων ταῦτα πυρετῶν ἔργα ποίων δʼ ἠπιάλων;
他们聚集于此,并非为了向祖先的神明献祭,也并非为了相互分享同族的神圣祭仪,并非为了向阿斯克拉的宙斯奉献吕底亚作物的初穗,也并非为了在神圣的夜晚通过共同的狂欢歌舞向狄奥尼索斯献上狂欢的祭具;而是像每年的周期一样,一场席卷亚洲、愈发剧烈的疾病高潮,将他们在规定的期限内驱使至此进行诉讼和争斗,使他们发生碰撞;这群人像山洪暴发一般跌入同一个广场,发炎、冲突: “毁灭者与被毁灭者”相互混杂。 这些究竟是何种发热、何种疟疾的杰作?
τίνες ἐνστάσεις ἢ παρεμπτώσεις ἢ δυσκρασία θερμῶν ἢ ὑπέρχυσις ὑγρῶν;
是何种阻滞或浸入,或是热力的失调,抑或是体液的溢流?
ἂν ἑκάστην δίκην ὥσπερ ἄνθρωπον ἀνακρίνῃς πόθεν πέφυκε πόθεν ἥκει, τὴν μὲν θυμὸς αὐθάδης γεγέννηκε τὴν δὲ μανιώδης φιλονεικία τὴν δʼ ἄδικος ἐπιθυμία.
如果你像审讯一个人一样去审讯每一桩诉讼,问它因何而生,从何而来,你就会发现,这一桩是由于傲慢的愤怒所生,那一桩是由于狂乱的好胜,而另一桩则是由于不义的欲望。