§1Πλούταρχος Πακκίῳ εὖ πράττειν.
プルタルコスからパッキオスへ、つつがなくあらんことを。
ὀψέ σου τὴν ἐπιστολὴν ἐκομισάμην, ἐν παρεκάλεις περὶ εὐθυμίας σοί τι γραφῆναι καὶ περὶ τῶν ἐν Τιμαίῳ δεομένων ἐπιμελεστέρας ἐξηγήσεως.
私はあなたからの手紙を遅まきながら受け取りました。 その中であなたは、心の平穏について、また『ティマイオス』の中でより入念な釈明を必要とする箇所について、何か書き送ってくれるよう求めておられました。
ἅμα δέ πως τὸν ἑταῖρον ἡμῶν Ἔρωτα κατελάμβανεν αἰτία τοῦ πλεῖν εὐθὺς εἰς Ῥώμην, παρὰ Φουνδάνου τοῦ κρατίστου γράμματα δεδεγμένον, οἷος ἐκεῖνος, ἐπιταχύνοντα.
そして同時にどういうわけか、私たちの友人であるエロスが、この上なく優れたフンダヌスから――彼らしいことですが――急ぎ来いと促す手紙を受け取ったため、ただちにローマへ航海せねばならぬ事情が生じました。
μήτε δὲ χρόνον ἔχων, ὡς προῃρούμην, γενέσθαι πρὸς οἷς ἐβούλου μήτε ὑπομένων κεναῖς παντάπασι τὸν ἄνδρα χερσὶν ὀφθῆναί σοι παρʼ ἡμῶν ἀφιγμένον, ἀνελεξάμην περὶ εὐθυμίας ἐκ τῶν ὑπομνημάτων ὧν ἐμαυτῷ πεποιημένος ἐτύγχανον ἡγούμενος καὶ σὲ τὸν λόγον τοῦτον οὐκ ἀκροάσεως ἕνεκα θηρωμένης καλλιγραφίαν ἀλλὰ χρείας βιωτικῆς ἐπιζητεῖν, καὶ συνηδόμενος, ὅτι καὶ φιλίας ἔχων ἡγεμονικὰς καὶ δόξαν οὐδενὸς ἐλάττονα τῶν ἐν ἀγορᾷ λεγόντων τὸ τοῦ τραγικοῦ Μέροπος οὐ πέπονθας, οὐδʼ ὡς ἐκεῖνον
"εὐδαιμονίζων ὄχλος ἐξέπληξε σε"
τῶν φυσικῶν παθῶν ἀλλὰ πολλάκις ἀκηκοὼς μνημονεύεις ὡς οὔτε ποδάγρας ἀπαλλάττει πατρίκιος οὔτε δακτύλιος πολυτελὴς παρωνυχίας οὔτε διάδημα κεφαλαλγίας.
私は、ご希望の件について望み通りに取り組む時間が取れず、さりとてこの男が私たちのもとから全くの空手であなたの前に現れるのを見過ごす気にもなれなかったため、たまたま自分のために作成しておいた覚え書きの中から、心の平穏に関する記述を拾い集めました。 あなたもまた、美文を追い求める朗読を楽しむためではなく、生きていく上での実用的な有益さを求めてこの議論を求めているのだと考えたからです。 また、支配階級との交友があり、広場で弁じる者たちの誰にも劣らぬ名声を得ていながら、悲劇のメロプスのような目に遭わずに済んでいること、すなわち彼のように「幸福を祝う群衆が、おまえを途方に暮れさせた」という事態に陥らずにいることを、私はあなたと共に喜んでいます。 自然な感情に惑わされることなく、むしろ「貴族の靴も痛風を治しはせず、高価な指輪もささくれを治さず、王冠も頭痛を治しはしない」ということを、しばしば耳にして記憶にとどめているのですから。
πόθεν γε δὴ πρὸς ἀλυπίαν ψυχῆς καὶ βίον ἀκύμονα χρημάτων ὄφελος ἢ δόξης ἢ δυνάμεως ἐν αὐλαῖς, ἂν μὴ τὸ χρώμενον εὐχάριστον ᾖ τοῖς ἔχουσι καὶ τὸ τῶν ἀπόντων μὴ δεόμενον ἀεὶ παρακολουθῇ;
実際、魂の苦痛のなさ(無憂)や波風の立たない生に対して、富や名声や宮廷における権力がいったい何の役に立つというのでしょう。 もし、それらを持つ者たちにおいて、与えられたものを喜んで用いる態度と持たないものを決して求めない心が常に伴っていないならば。
τί δὲ τοῦτʼ ἐστὶν ἄλλο ἢ λόγος εἰθισμένος καὶ μεμελετηκὼς τοῦ παθητικοῦ καὶ ἀλόγου τῆς ψυχῆς ἐξισταμένου πολλάκις ἐπιλαμβάνεσθαι ταχὺ καὶ μὴ περιορᾶν ἀπορρέον καὶ καταφερόμενον ὑπὸ τῶν παρόντων;
そして、これ(そうした態度)は、魂の情念的で理性のない部分がしばしば制御を失って逸脱するときに、素早くそれを引き止め、目前の出来事によって流され押し流されていくのを放置しないように慣らされ、訓練された理性以外の何でしょうか。
ὥσπερ οὖν ὁ Ξενοφῶν παρῄνει τῶν θεῶν εὐτυχοῦντας μάλιστα μεμνῆσθαι καὶ τιμᾶν, ὅπως, ὅταν ἐν χρείᾳ γενώμεθα, θαρροῦντες αὐτοὺς παρακαλῶμεν ὡς εὐμενεῖς ὄντας ἤδη καὶ φίλους·
それゆえ、クセノポンが「私たちが順境にあるときこそ神々を特に記憶し、敬うべきである。
οὕτω καὶ τῶν λόγων, ὅσοι πρὸς τὰ πάθη βοηθοῦσι, δεῖ πρὸ τῶν παθῶν ἐπιμέλεσθαι τοὺς νοῦν ἔχοντας, ἵνʼ ἐκ πολλοῦ παρεσκευασμένοι μᾶλλον ὠφελῶσιν ὡς γὰρ οἱ χαλεποὶ κύνες πρὸς πᾶσαν ἐκταραττόμενοι βοὴν ὑπὸ μόνης καταπραΰνονται τῆς συνήθους, οὕτω καὶ τὰ πάθη τὰ τῆς ψυχῆς διαγριαινόμενα καταπαῦσαι ῥᾳδίως οὐκ ἔστιν ἂν μὴ λόγοι παρόντες οἰκεῖοι καὶ συνήθεις ἐπιλαμβάνωνται τῶν ταραττομένων.
そうすれば困難に陥ったとき、彼らがすでに好意的で味方であると信頼して、自信を持って祈ることができるからだ」と勧告したように、情念に対して助けとなる様々な議論についても、分別の有る者たちは情念が生じる前にあらかじめ心に留めておくべきです。 そうして、ずっと前から準備ができていれば、より大きな助けとなるでしょう。 なぜなら、あらゆる物音に対して吠え立てる猛犬が、聞き慣れた声によってのみ静まるように、魂の情念が狂暴化したとき、それらを容易に鎮めることはできないからです。 もし、親しく聞き慣れた理の言葉がそばにあって、動揺している情念を抑え込まないならば。
§2ὁ μὲν οὖν εἰπὼν ὅτι
δεῖ τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ πολλὰ πρήσσειν μήτε ἰδίῃ μήτε ξυνῇ,
πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, γιγνομένην ὤνιον ἀπραξίας·
それゆえ、「心の平穏を得ようとする者は、私生活においても公生活においても、多くの事柄に手を出すべきではない」と述べた人は、第一に、私たちにとって心の平穏を、何もしないこと(不活動)を代償に買い求められる極めて高価なものにしてしまっています。
οἷον ἀρρώστῳ παραινῶν ἑκάστῳ
"μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις"
καίτοι κακὸν μὲν ἀναισθησίας σώματι φάρμακον ἀπονίας·
まるで病人の一人一人に、「哀れな者よ、じっと寝床にとどまっていよ」と勧告するかのようです。 確かに、活動しないこと(無労)によって無感覚をもたらすのは、身体にとって悪い治療法です。
οὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ῥᾳθυμίᾳ καὶ μαλακίᾳ καὶ προδοσίᾳ φίλων καὶ οἰκείων καὶ πατρίδος ἐξαιρῶν τὸ ταραχῶδες αὐτῆς καὶ λυπηρόν.
そして、怠惰、軟弱、また友人や親族、祖国の見捨て(裏切り)によって、魂の動揺や苦痛を取り除こうとする魂の医者も、これ(身体の悪い治療法)と変わるところがありません。
ἔπειτα καὶ ψεῦδός ἐστι τὸ εὐθυμεῖν τοὺς μὴ πολλὰ πράσσοντας·
第二に、多くの活動を行わない者が心の平穏を得るというのも嘘です。
ἔδει γὰρ εὐθυμοτέρας εἶναι γυναῖκας ἀνδρῶν οἰκουρίᾳ τὰ πολλὰ συνούσας·
もしそうなら、大抵は家の中に留まっている女性たちが、男性たちよりも穏やかな心を持っているはずだからです。
νυνὶ δʼ ὁ μὲν βορέας
"διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν"
ὥς φησιν Ἡσίοδος, λῦπαι δὲ καὶ ταραχαὶ καὶ κακοθυμίαι διὰ ζηλοτυπίας καὶ δεισιδαιμονίας καὶ φιλοτιμίας καὶ κενῶν δοξῶν, ὅσας οὐκ ἂν εἴποι τις, εἰς τὴν γυναικωνῖτιν ὑπορρέουσιν ὁ δὲ Λαέρτης εἴκοσιν ἔτη καθʼ αὑτὸν ἐν ἀγρῷ διαιτώμενος
"γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε"
παρτίθει, τὴν μὲν πατρίδα καὶ τὸν οἶκον καὶ τὴν βασιλείαν ἔφυγε, τὴν δὲ λύπην μετʼ ἀπραξίας καὶ κατηφείας ἀεὶ συνοικοῦσαν εἶχεν.
しかし実際には、ヘシオドスが言うように、北風は「きめ細かな肌の乙女の体を吹き抜けはしない」としても、嫉妬や迷信、虚栄心や、語り尽くせぬほどの様々な虚しい妄執による苦悩、動揺、不機嫌(悪意)が、女性の部屋(婦人部屋)へと流れ込んでいます。 またラエルテスは、二十年もの間、田舎でたった一人、「老いたる女召使とともに暮らし、彼女が彼に食べ物と飲み物を」差し出してくれたものの、祖国と我が家と王位からは逃れたものの、活動しないことと消沈とともに、悲痛を常に同居人として抱えていました。
ἐνίους δὲ καὶ τὸ μὴ πράσσειν αὐτὸ πολλάκις εἰς ἀθυμίαν καθίστησιν, ὡς τοῦτον·
それどころか、一部の人々にとっては、何もしないこと自体がしばしば彼らを意気消沈へと追い込みます。 例えばこの人のように。
"
αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
διογενὴς Πηλέως υἱός, πόδας ὠκὺς Ἀχιλλεύς
οὔτε ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν,
οὔτε ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
αὖθι μένων, ποθέεσκε δʼ ἀυτήν τε πτόλεμόν τε.
「しかし彼は、足早き船の傍らに座して怒りを募らせていた、ゼウスに育まれしペレウスの子、足早きアキレウス。 男たちが栄誉を得る広場へ行くことも決してなく、戦いへ行くことも決してなく、ただその場に留まって、戦いの叫びと戦争を渇望しつつ、愛する心を衰えさせていた。
"
καὶ λέγει περιπαθῶν ἐπὶ τούτῳ καὶ ἀσχάλλων αὐτός
"ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης.
」そして彼自身、このことに深く苦しみ、苛立ちつつこう述べています。 「されど私は船の傍らに、大地の無駄な荷物として座している。
"
ὅθεν οὐδʼ Ἐπίκουρος οἴεται δεῖν ἡσυχάζειν, ἀλλὰ τῇ φύσει χρῆσθαι πολιτευομένους καὶ πράσσοντας τὰ κοινὰ τοὺς φιλοτίμους καὶ φιλοδόξους, ὡς μᾶλλον ὑπʼ ἀπραγμοσύνης ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας, ἂν ὧν ὀρέγονται μὴ τυγχάνωσιν.
」だからこそ、エピクロスでさえ、名誉を重んじ名声を好む者たちは静かにしているべきではなく、国政に関与し公共の活動を行うことでその天性に従うべきだと考えているのです。 なぜなら、彼らはもし望むものを得られないとすれば、何もしないことによってより動揺し傷つきやすい性質を持っているからです。
ἀλλʼ ἐκεῖνος μὲν ἄτοπος οὐ τοὺς δυναμένους τὰ κοινὰ πράσσειν προτρεπόμενος ἀλλὰ τοὺς ἡσυχίαν ἄγειν μὴ δυναμένους.
しかし、彼(エピクロス)の考えがおかしいのは、公共の仕事をこなす能力のある人々を促すのではなく、静寂を保つことのできない人々を促している点です。
δεῖ δὲ μὴ πλήθει μηδʼ ὀλιγότητι πραγμάτων, ἀλλὰ τῷ καλῷ καὶ τῷ αἰσχρῷ τὸ εὔθυμον ὁρίζειν καὶ τὸ δύσθυμον·
本来は、活動の多さや少なさによってではなく、美しさと醜さ(高貴さと卑しさ)によって、心の平穏と不平穏を定義せねばなりません。
τῶν γὰρ καλῶν ἡ παράλειψις οὐχ ἧττον ἢ τῶν φαύλων ἡ πρᾶξις ἀνιαρόν ἐστι καὶ ταραχῶδες, ὡς εἴρηται.
なぜなら、美しく高貴な行いを怠ることは、くだらない(邪悪な)行いをすることに劣らず、苦痛であり動揺をもたらすものだからです、これまで言われてきたように。