Humanitext Reader

普鲁塔克 · 论控制愤怒 §16

克制过高期待与践行温和

第 12 段,共 12 段 · 希腊语

内容简介

芬达努斯建议,为抑制因憎恶邪恶而产生的过度愤怒,应当避免对他人抱有过度期待以及对琐事的过分考求。他分享了自己循序渐进地练习克制愤怒的誓愿与实践,指出温和人性的性情最能使拥有者自身受益。

§16ΦΟΥΝΔ.οὐ μὴν ἀλλʼ ὅσοις γε συμβαίνει διὰ μισοπονηρίαν ἀληθῶς ἁλίσκεσθαι πολλάκις ὑπʼ ὀργῆς, τὸ ἄγαν ἀφαιρετέον αὐτῆς καὶ τὸ ἄκρατον ἅμα τῇ σφοδρᾷ πίστει περὶ τῶν συνόντων.
芬达努斯:然而,对于那些确实因为憎恶邪恶而真正经常被愤怒所俘虏的人,必须从愤怒中除去过分和纯粹的部分,同时也必须除去对身边同伴的强烈信任。
αὕτη γὰρ αὔξει μάλιστα τῶν αἰτιῶν τὸν θυμόν, ὅταν ἢ χρηστὸς ὑποληφθεὶς ἀναφανῇ μοχθηρὸς ἢ φιλεῖν δόξας ἐν διαφορᾷ τινι καὶ μέμψει γένηται.
因为在所有原因中,这最能增加怒火,即当一个被认为是善良的人暴露出邪恶,或者一个似乎充满爱意的人陷入某种争端与责备之中时。
τὸ δʼ ἐμὸν ἦθος οἶσθα δήπουθεν ἡλίκαις ῥοπαῖς φέρεται πρὸς εὔνοιαν ἀνθρώπων καὶ πίστιν· ὥσπερ οὖν οἱ κατὰ κενοῦ βαίνοντες, ὅσῳ μᾶλλον ἐπερείδω τῷ φιλεῖν ἐμαυτόν, ἁμαρτάνω μᾶλλον καὶ σφαλλόμενος ἀνιῶμαι· καὶ τοῦ μὲν φιλεῖν ἀπαρύσαι τὸ ἐμπαθὲς ἄγαν καὶ πρόθυμον οὐκ ἂν ἔτι δυνηθείην τοῦ δὲ πιστεύειν σφόδρα χρησαίμην ἂν ἴσως χαλινῷ τῇ Πλάτωνος;
你无疑知道我自己的性情是以多么大的倾向倾注于对人们的好意与信任;因此,就像那些在虚空中行走的人一样,我越是将自己寄托于爱,我就越容易犯错,并因跌倒而痛苦;从爱中抽离出过分的热情和渴望,我已经无法做到了;但对于强烈的信任,也许我可以把柏拉图的“谨慎”当作缰绳来使用。
εὐλαβείᾳ. καὶ γὰρ Ἑλίκωνα τὸν μαθηματικὸν οὕτως ἐπαινεῖν φησιν, ὡς φύσει εὐμετάβολον ζῷον, καὶ τοὺς τεθραμμένους ἐν τῇ πόλει·
因为他(柏拉图)说,自己正是这样赞美数学家赫利孔的,称其天生是易变的动物,并且认为那些在城邦中抚养长大的人理应害怕,免得他们作为人类及人类的后代,在某处暴露出自身天性的软弱。
καλῶς δεδιέναι, μὴ ἄνθρωποι καὶ σπέρματα ἀνθρώπων ὄντες ἐκφήνωσί που τῆς φύσεως τὴν ἀσθένειαν. ὁ δὲ Σοφοκλῆς λέγων ὅτι "τὰ πλεῖστα φωρῶν αἰσχρὰ φωράσεις βροτῶν" ἄγαν ἔοικεν ἡμῖν ἐπεμβαίνειν καὶ κολούειν.
而索福克勒斯说“若揭露凡人的绝大多数事情,你将揭露出丑恶”,这似乎极大地在践踏并挫伤我们。
οὐ μὴν ἀλλὰ τὸ δύσκολον τοῦτο τῆς κρίσεως καὶ φιλαίτιον εὐκολωτέρους ποιεῖ ταῖς ὀργαῖς ἐκστατικὸν γάρ ἐστι τὸ ἄφνω καὶ ἀπροσδόκητον δεῖ δʼ, ὥς που καὶ Παναίτιος ἔφη, χρῆσθαι τῷ Ἀναξαγόρᾳ, καὶ καθάπερ ἐκεῖνος ἐπὶ τῇ τελευτῇ τοῦ παιδὸς εἶπεν ᾔδειν ὅτι θνητὸν ἐγέννησα τοῦτο τοῖς παροξύνουσιν ἕκαστον ἐπιφωνεῖν ἁμαρτήμασιν ᾔδειν ὅτι σοφὸν οὐκ ἐπριάμην δοῦλον ᾔδειν ὅτι ἀπαθῆ τὸν φίλον οὐκ ἐκτησάμην ᾔδειν ὅτι τὴν γυναῖκα γυναῖκʼ εἶχον.
尽管如此,这种判断上的苛刻与挑剔,使我们更容易屈服于愤怒,因为突然和意想不到的事容易使人失常。 但是,正如巴内提乌斯在某处也说过的那样,我们必须效法阿那克萨哥拉,并且正如他在儿子去世时所说:“我知道我生下的是一个凡人”,面对每一个激发怒气的过失,我们也应这样表白:“我知道我买下的不是一个聪明的奴隶”;“我知道我结交的不是一个免于激情的朋友”;“我知道我的妻子只是个女人。
ἂν δὲ κἀκεῖνό τις ἐπιφθεγγόμενος ἀεὶ τὸ τοῦ Πλάτωνος μήπου ἄρʼ ἐγὼ τοιοῦτος;
”如果有人也总是念叨着柏拉图的那句话:“难道我自己不是这样的人吗?
ἔξωθεν εἴσω τὸν λογισμὸν ἀναστρέφῃ καὶ παρεμβάλλῃ ταῖς μέμψεσι τὴν εὐλάβειαν, οὐ πολλῇ χρήσεται μισοπονηρίᾳ πρὸς ἑτέρους πολλῆς ὁρῶν ἑαυτὸν συγγνώμης δεόμενον.
”将理智由外向内转变,并在责备中掺入审慎,他就不会对别人施加太大的憎恶,因为他看到自己也需要极大的宽恕。
νῦν δʼ ἕκαστος ἡμῶν ὀργιζόμενος καὶ κολάζων Ἀριστείδου φωνὰς ἐπιφέρει καὶ Κάτωνος μὴ κλέπτε μὴ ψεύδου διὰ τί ῥᾳθυμεῖς;
但如今我们每个人在发怒和惩罚时,都搬出阿里斯提德和加图的话:“不要偷盗! ”“不要撒谎! ”“你为什么懒惰?
καὶ ὃ δὴ πάντων αἴσχιστόν ἐστιν, ὀργιζομένοις ἐπιτιμῶμεν μετʼ ὀργῆς καὶ τὰ διὰ θυμὸν ἡμαρτημένα θυμῷ κολάζομεν, οὐχ ὥσπερ οἱ ἰατροί "πικρῷ πικρὰν κλύζουσι φαρμάκῳ χολήν," ἀλλὰ μᾶλλον ἐπιτείνοντες καὶ προσεκταράττοντες ὅταν οὖν ἐν τούτοις γένωμαι τοῖς ἐπιλογισμοῖς, ἅμα τι πειρῶμαι καὶ τοῦ πολυπράγμονος ἀφαιρεῖν.
”而最令人羞耻的是,我们用愤怒去指责发怒的人,并用怒气去惩罚因愤怒而犯下的错,不像医生那样 “用苦药清洗苦胆汁”,而是更加加剧并进一步扰乱。 因此,当我进行这些省察时,同时我也试图从爱管闲事中除掉一些东西。
τὸ γὰρ ἐξακριβοῦν ἅπαντα καὶ φωρᾶν καὶ πᾶσαν ἕλκειν εἰς μέσον ἀσχολίαν οἰκέτου καὶ πρᾶξιν φίλου καὶ διατριβὴν υἱοῦ καὶ ψιθυρισμὸν γυναικός, ὀργὰς φέρει πολλὰς καὶ συνεχεῖς καὶ καθημερινάς, ὧν δυσκολία τρόπου καὶ χαλεπότης τὸ κεφάλαιόν ἐστι.
因为对万事都严加考求、揭露,并把仆人的每一次闲散、朋友的行为、儿子的消遣、妻子的窃窃私语都拽到大庭广众之下,这会带来许多持续且日常的愤怒,而其核心就是脾气的怪异与严苛。
ὁ μὲν οὖν θεός, ὡς Εὐριπίδης φησί, " τῶν ἄγαν ἅπτεται, τὰ μικρὰ δʼ εἰς τύχην ἀφεὶς ἐᾷ " ἐγὼ δὲ τῇ τύχῃ μὲν οὐδὲν οἶμαι δεῖν ἐπιτρέπειν οὐδὲ παρορᾶν τὸν νοῦν ἔχοντα, πιστεύειν δὲ καὶ χρῆσθαι τὰ μὲν γυναικὶ· τὰ δʼ οἰκέταις τὰ δὲ φίλοις οἷον ἄρχοντʼ, ἐπιτρόποις τισὶ καὶ λογισταῖς καὶ διοικηταῖς, αὐτὸν ἐπὶ τῶν κυριωτάτων ὄντα τῷ λογισμῷ· καὶ μεγίστων.
因此,正如欧里庇得斯所说,神 “只插手过分的事,至于微小的事则留给运气放任不管”。 但我认为,一个明智的人不应将任何事托付给运气,也不应视而不见,而应将一部分事托付并任用妻子,一部分给仆人,一部分给朋友,就像一个统治者对待某些管家、审计员和管理人那样,而自己则凭借理智处于最关键和最重大的事务之上。
ὡς γὰρ τὰ λεπτὰ γράμματα τὴν ὄψιν, οὕτω τὰ μικρὰ πράγματα μᾶλλον ἐντείνοντα νύττει καὶ ταράττει τὴν ὀργήν, ἔθος πονηρὸν ἐπὶ τὰ μείζονα λαμβάνουσαν.
因为正如细小的文字会让视力紧张,微不足道的小事也更容易让我们紧绷,从而挑起并扰乱怒火,使之在面对更大的事情时养成恶劣的习惯。
ἐπὶ πᾶσι τοίνυν τὸ μὲν τοῦ Ἐμπεδοκλέους μέγα καὶ θεῖον ἡγούμην, τὸ νηστεῦσαι κακότητος· ἐπῄνουν δὲ κἀκείνας ὡς οὐκ ἀχαρίστους οὐδʼ ἀφιλοσόφους τὰς ἐν εὐχαῖς ὁμολογίας, ὁμιλίας ἀφροδισίων ἐνιαυτὸν ἁγνεῦσαι καὶ οἴνου, τιμῶντας ἐγκρατείᾳ τὸν θεόν· ἢ ψευδολογίας πάλιν ἀπέχεσθαι χρόνον ὡρισμένον, αὑτοῖς προσέχοντας πῶς ἀληθεύσομεν ἔν τε παιδιᾷ καὶ μετὰ σπουδῆς ἁπάσης.
因此,在所有事情上,我都认为恩培多克勒的那句名言是伟大且神圣的,即: “禁食恶行”;我也称赞那些在誓愿中的约定,认为它们既非不悦也非不合哲学,即为了通过自制来敬重神,而整整一年戒绝性爱和美酒;或者再次在限定的时间内不撒谎,约束我们自己,看看我们在开玩笑以及在极其严肃时该如何说真话。
εἶτα ταύταις τὴν ἐμαυτοῦ παρέβαλλον εὐχὴν ὡς οὐχ ἧττον θεοφιλῆ καὶ ἱεράν· ἡμέρας πρῶτον ὀλίγας ἀοργήτους ἔγνων οἷον ἀμεθύστους καὶ ἀοίνους διαγαγεῖν ὥσπερ νηφάλια καὶ μελίσπονδα θύων· εἶτα μῆνʼ ἕνα καὶ δύο πειρώμενος ἐμαυτοῦ κατὰ μικρόν, οὕτω τῷ χρόνῳ προύβαινον εἰς τὸ πρόσθεν τῆς ἀνεξικακίας, ἐγκρατῶς προσέχων καὶ διαφυλάττων μετʼ εὐφημίας ἵλεων καὶ ἀμήνιτον ἐμαυτόν, ἁγνεύοντα καὶ λόγων πονηρῶν καὶ πράξεων ἀτόπων καὶ πάθους ἐφʼ ἡδονῇ μικρᾷ καὶ ἀχαρίστῳ ταραχάς τε μεγάλας καὶ μεταμέλειαν αἰσχίστην φέροντος.
随后,我将我自己的誓愿与这些作了对比,认为它同样为神所喜悦且神圣:首先,我决定度过几天没有愤怒的日子,就像度过没有醉酒和美酒的日子一样,如同献上不含酒且含蜜的祭礼;接着是一个月、两个月,逐渐尝试,就这样随着时间的推移,我在宽容之路上向前迈进,克制地关注并保持自己和善且不发怒,伴随着吉祥之言,远离恶言,也远离荒谬的行为,远离那种为了微小且不讨喜的快乐而带来巨大动荡和极其可耻之悔恨的情欲。
ὅθεν, οἶμαι, καὶ θεοῦ τι συλλαμβάνοντος, ἐσαφήνιζεν ἡ πεῖρα τὴν κρίσιν ἐκείνην, ὅτι τὸ ἵλεων τοῦτο καὶ πρᾶον καὶ φιλάνθρωπον οὐδενὶ τῶν συνόντων εὐμενές ἐστιν οὕτω καὶ φίλον καὶ ἄλυπον ὡς αὐτοῖς τοῖς ἔχουσιν.
由此,我想在神明的某种协助下,实践阐明了那个判断:这种和蔼、温和且人性的性情,对身边的任何同伴而言,都不如对拥有它的人自身那样友善、亲切且毫无痛苦。

词汇与语法注释

  1. 463cἐπερείδω τῷ φιλεῖν ἐμαυτόν — 紧接在“在虚空中行走的人”这一比喻之后。ἐμαυτόν(我自己)是动词 ἐπερείδω(使倚靠、寄托)的直接宾语,而 τῷ φιλεῖν 是冠词不定式的与格,表示倚靠的依据(“在爱/友谊上”)。整句意为“我越是将自己寄托于爱”。
  2. 463dκαλῶς δεδιέναι — 属于间接引语中的不定式,依存前面的动词 φησίν(他[柏拉图]说)。其主语是 τοὺς τεθραμμένους ἐν τῇ πόλει(在城邦中抚养长大的人),意为“他说那些在城邦中抚养长大的人理应害怕”。
  3. 464bοἷον ἄρχοντʼ — 为 οἷον ἄρχοντα 的元音 elision(省音)形式,意为“如同一个统治者”。它引入了一个比喻,将一个人信任和任用妻子、仆人和朋友的方式,比作统治者使用和授权给“某些管家、审计员和管理人”(与格 ἐπιτρόποις τισὶ καὶ λογισταῖς καὶ διοικηταῖς)的方式。

引用这一段

普鲁塔克, 论控制愤怒 §16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg095.humanitext-grc2:16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。