§1στιχιδίοις τισὶν οὐ φαύλως ἔχουσιν, ὦ φίλε Σαραπίων, ἐνέτυχον πρῴην, ἃ Δικαίαρχος Εὐριπίδην οἴεται πρὸς Ἀρχέλαον εἰπεῖν·
親愛なるサラピオンよ、先日、些か見どころのある何行かの詩句に出会った。 ディカイアルコスが、エウリピデスがアルケラオスに対して言ったものと考えている詩句だ。
"
ʼοὐ βούλομαι πλουτοῦντι. δωρεῖσθαι πένης,
μὴ μʼ ἄφρονα κρίνῃς ἢ διδοὺς αἰτεῖν δοκῶ. "
χαρίζεται; μὲν γὰρ οὐδὲν ὁ διδοὺς ἀπʼ ὀλίγων μικρὰ τοῖς πολλὰ κεκτημένοις, ἀπιστούμενος δʼ ἀντὶ μηδενὸς διδόναι κακοηθείας καὶ ἀνελευθερίας προσλαμβάνει δόξαν.
「貧しき者として、富める者に贈り物をしたいとは思わぬ。 私を愚か者と思わぬように。 さもなくば、与えつつも求めているように見えてしまうから」実際、少しばかりの持ち物の中から僅かなものを、多くを所有する者たちに与える者は、何ら恩恵を施すことにならず、また何も見返りがないのに与えているのだと疑われて、悪意と卑しさという評判を付け加えるだけである。
ὅρα δὴ ὅσον ἐλευθεριότητι καὶ κάλλει τὰ χρηματικὰ δῶρα λείπεται τῶν ἀπὸ λόγου σοφίας, ἃ καὶ διδόναι καλόν ἐστι καὶ διδόντας ἀνταιτεῖν ὅμοια παρὰ τῶν λαμβανόντων.
だから、金銭的な贈り物が、言論と知恵による贈り物に比べて、気高さにおいて美しさにおいてどれほど劣っているかを見るがよい。 言論と知恵による贈り物こそは、与えることも美しく、与える者が受け取る者から同様のものを返礼として求めることも美しいのである。
ἐγὼ γοῦν πρὸς σὲ καὶ διὰ σὲ τοῖς αὐτόθι φίλοις τῶν Πυθικῶν λόγων ἐνίους ὥσπερ ἀπαρχὰς; ἀποστέλλων, ὁμολογῶ προσδοκᾶν ἑτέρους καὶ πλείονας καὶ βελτίονας παρʼ ὑμῶν, ἅτε δὴ καὶ πόλει χρωμένων μεγάλῃ καὶ σχολῆς μᾶλλον ἐν βιβλίοις πολλοῖς καὶ παντοδαπαῖς διατριβαῖς εὐπορούντων.
ともかく私も、あなたに対して、そしてあなたを通じてそちらの友人たちに対して、ピュティアの談話のいくつかを、いわば初物として送りつつ、あなたがたから別の、より多くの、またより優れた談話を期待していることを告白する。 というのも、あなたがたは大都市に暮らし、また多くの書籍やあらゆる種類の探求の中でより豊かな余暇を享受しているのだから。
ὁ δʼ οὖν φίλος Ἀπόλλων ἔοικε τὰς μὲν περὶ τὸν βίον ἀπορίας ἰᾶσθαι καὶ διαλύειν θεμιστεύων τοῖς χρωμένοις, τὰς δὲ περὶ τὸν λόγον αὐτὸς ἐνιέναι καὶ προβάλλειν τῷ φύσει φιλοσόφῳ, τῆ ψυχῇ ὄρεξιν ἐμποιῶν ἀγωγὸν ἐπὶ τὴν ἀλήθειαν, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι καὶ τῇ τοῦ Ε καθιερώσει.
それはともかく、我らが友なるアポロンは、生に関する困難については、神託を告げることでそれを活用する者たちを癒やし解決してくれるようであるが、言論に関する困難については、彼自身が、生まれながらの哲学者に対してそれを植え付け、提示し、真理へと導く欲求をその魂に引き起こすようである。 このことは、他の多くのことからも、また「Ε」の奉納からも明らかである。
τοῦτο γὰρ εἰκὸς οὐ κατὰ τύχην οὐδʼ οἷον ἀπὸ κλήρου τῶν γραμμάτων μόνον ἐν προεδρίᾳ παρὰ τῷ θεῷ γενέσθαι καὶ λαβεῖν ἀναθήματος τάξιν ἱεροῦ καὶ θεάματος ἀλλʼ ἢ δύναμιν αὐτοῦ κατιδόντας ἰδίαν καὶ περιττὴν ἢ συμβόλῳ χρωμένους πρὸς ἕτερόν τι τῶν ἀξίων σπουδῆς τοὺς ἐν ἀρχῇ περὶ τὸν θεὸν φιλοσοφήσαντας, οὕτω προσέσθαι.
なぜなら、この文字が、単に偶然や抽選のようなものによって神の前の特等席に置かれ、神聖な奉納物にして観覧物の地位を得たのではなく、初めに神について哲学した人々が、その独自の並外れた力を看取したか、あるいは何か他の真面目な研究対象に対する象徴としてそれを用いつつ、そのように奉納したと考えるのが自然だからである。
πολλάκις οὖν ἄλλοτε τὸν λόγον ἐν τῇ σχολῇ προβαλλόμενον ἐκκλίνας ἀτρέμα καὶ παρελθὼν, ἔναγχος ὑπὸ τῶν υἱῶν ἐλήφθην ξένοις τισὶ συμφιλοτιμούμενος, οὓς εὐθὺς ἐκ Δελφῶν ἀπαίρειν μέλλοντας οὐκ ἦν εὐπρεπὲς παράγειν οὐδὲ παραιτεῖσθαι, πάντως ἀκοῦσαί τι προθυμουμένους.
それゆえ、これまでもしばしば学塾においてこの議論が提出されたとき、私は静かにそれを避け、やり過ごしていたのだが、先日、息子たちが何人かの異邦人をもてなそうと競い合っているところに捕まってしまった。 彼らはすぐにデルポイから出発しようとしていたので、通り過ぎたり断ったりするのは不作法であったし、彼らは何としても何かを聞くことを熱望していたのである。
ὡς δὲ καθίσας παρὰ τὸν νεὼν τὰ μὲν αὐτὸς ἠρξάμην ζητεῖν, τὰ δʼ ἐκείνους ἐρωτᾶν, ὑπὸ τοῦ τόπου καὶ τῶν λόγων αὐτῶν· ἃ πάλαι ποτὲ καθʼ ὃν καιρὸν ἐπεδήμει Νέρων ἠκούσαμεν Ἀμμωνίου καί τινων ἄλλων διεξιόντων, ἐνταῦθα τῆς αὐτῆς ἀπορίας ὁμοίως ἐμπεσούσης.
神殿の傍らに腰を下ろし、私自身があることを探究し始め、またあることを彼らに問いかけていたとき、その場所と議論そのものによって――かつて、ネロンが滞在していた頃にアモニオスや他の人々が語り合っていたのを我々が聴いた議論なのだが――、まさにその場所で、同じ困難に同様に直面することとなった。
§2ὅτι μὲν γὰρ οὐχ ἧττον ὁ θεὸς φιλόσοφος ἢ μάντις, ἐδόκει πᾶσιν ὀρθῶς πρὸς τοῦτο τῶν ὀνομάτων ἕκαστον Ἀμμώνιος τίθεσθαι καὶ διδάσκειν, ὡς Πύθιος μέν ἐστι τοῖς ἀρχομένοις μανθάνειν καὶ διαπυνθάνεσθαι·
ὅτι 神が予言者であるのと同様に哲学者でもあるということは、アモニオスが神の名の一つ一つについて適切に定義し、教えていると皆に思われた。
Δήλιος δὲ καὶ Φαναῖος οἷς ἤδη τι δηλοῦται καὶ ὑποφαίνεται τῆς ἀληθείας· Ἰσμήνιος δὲ τοῖς ἔχουσι τὴν ἐπιστήμην, καὶ Λεσχηνόριος ὅταν ἐνεργῶσι καὶ ἀπολαύωσι χρώμενοι τῷ διαλέγεσθαι καὶ φιλοσοφεῖν πρὸς ἀλλήλους.
すなわち、学び始め探究する者たちに対してはピュティオスであり、すでに真理の一部が開示され、見え始めている者たちに対してはデリオスおよびパナイオスであり、知識を所有する者たちに対してはイスメニオスであり、互いに対話し哲学することを行い、享受しているときにはレスケノリオスである、と。
ἐπεὶ δὲ τοῦ φιλοσοφεῖν
ἔφη
τὸ ζητεῖν τὸ· θαυμάζειν καὶ ἀπορεῖν, εἰκότως τὰ πολλὰ τῶν περὶ τὸν θεὸν ἔοικεν αἰνίγμασι κατακεκρύφθαι, καὶ λόγον τινὰ ποθοῦντα διὰ τί καὶ διδασκαλίαν τῆς αἰτίας·
そして、哲学することの初めとは、彼が言うには、探究すること、驚くこと、そして当惑することであるから、神に関する多くの事柄が謎に包まれているのも当然のことであり、その理由の説明や原因の教示を求めているのである。
οἷον ἐπὶ τοῦ πυρὸς τοῦ ἀθανάτου, τὸ κάεσθαι μόνον αὐτόθι τῶν, ξύλων ἐλάτην καὶ δάφνην ἐπιθυμιᾶσθαι, καὶ τὸ δύο Μοίρας ἱδρῦσθαι πανταχοῦ τριῶν νομιζομένων, τὸ μηδεμιᾷ γυναικὶ πρὸς τὸ χρηστήριον εἶναι προσελθεῖν· καὶ τὸ τοῦ τρίποδος, καὶ ὅσα τοιαῦτα, τοῖς μὴ παντάπασιν ἀλόγοις καὶ ἀψύχοις ὑφειμένα δελεάζει καὶ παρακαλεῖ πρὸς τὸ σκοπεῖν τι καὶ ἀκούειν καὶ διαλέγεσθαι περὶ αὐτῶν.
たとえば、不死の火について、そこでは木々のうち樅の木だけが燃やされ、月桂樹が香として焚かれることや、普通は三柱とされるのに、至るところで二柱の運命の女神が祀られていること、いかなる女性も神託所に立ち入ることを許されないこと、また三脚器に関することや、これらに類する多くの事柄は、完全に理性を欠き、魂を持たないわけではない人々を惑わし、それらについて考察し、聞き、対話するよう促すのである。
ὅρα δὲ καὶ ταυτὶ τὰ προγράμματα, τὸ
γνῶθι σαυτόν
καὶ τὸ
μηδὲν ἄγαν,
ὅσας ζητήσεις κεκίνηκε φιλοσόφους καὶ ὅσον λόγων πλῆθος ἀφʼ ἑκάστου καθάπερ ἀπὸ σπέρματος ἀναπέφυκεν·
また、これらの碑文、すなわち「汝自身を知れ」や「度を越すことなかれ」を見るがよい。 これらがどれほど多くの哲学的な探究を惹き起こし、それぞれの言葉から、あたかも種子からであるかのように、どれほど多くの言論が芽吹いたことか。
ὧν οὐδενὸς ἧττον οἶμαι γόνιμον λόγων εἶναι τὸ νῦν ζητούμενον.
現在探究されている問題も、それらのどれに劣らず、言論を生み出す力に富んでいると私は考える。