§1τίνες οἱ ἐν Ἐπιδαύρῳ κονίποδες καὶ ἄρτυνοι;
エピダウロスにおける埃足と調停官とは誰のことか。
οἱ μὲν τὸ πολίτευμα ἔχοντες ὁγδοήκοντα καὶ ἑκατὸν ἄνδρες ἦσαν ἐκ δὲ τούτων ᾑροῦντο βουλευτάς, οὓς
ἀρτύνους ἐκάλουν.
政権を担っていたのは百八十人の男たちであり、彼らの中から評議員たちを選出し、彼らを調停官と呼んだ。
τοῦ δὲ δήμου τὸ πλεῖστον ἐν ἀγρῷ διέτριβεν·
民衆の大部分は田舎で暮らしていた。
ἐκαλοῦντο δὲ
κονίποδες,
ὡς συμβαλεῖν ἔστιν ἀπὸ τῶν ποδῶν γνωριζόμενοι κεκονιμένων, ὁπότε κατέλθοιεν εἰς τὴν πόλιν.
彼らは埃足と呼ばれたが、それは彼らが町へ下りてくるときに、埃をかぶった足からそれと見分けられたことに由来すると推測される。
§2τίς ἡ παρὰ Κυμαίοις ὀνοβάτις;
クメの人々の間におけるロバ乗り女とは誰のことか。
τῶν γυναικῶν τὴν ἐπὶ μοιχείᾳ ληφθεῖσαν ἀγαγόντες εἰς ἀγορὰν ἐπὶ λίθου τινὸς ἐμφανῆ πᾶσι καθίστασαν·
姦通の現場で捕えられた女たちを広場に連れて行き、ある石の上に全員に見えるように立たせた。
εἶθʼ οὕτως ἀνεβίβαζον ἐπʼ ὄνον, καὶ τὴν πόλιν κύκλῳ περιαχθεῖσαν ἔδει πάλιν ἐπὶ τὸν αὐτὸν λίθον καταστῆναι καὶ τὸ λοιπὸν ἄτιμον διατελεῖν,
ὀνοβάτιν
προσαγορευομένην.
それから、このようにしてロバの上に乗せ、町中を巡回させた。 その後、再び同じ石の上に立たせなければならず、残りの生涯を不名誉のうちに過ごし、ロバ乗り女と呼ばれた。
τὸν δὲ λίθον ἀπὸ τούτου οὐ καθαρὸν νομίζοντες ἀφωσιοῦντο.
人々はこの石をこれ以後不浄なものとみなし、お祓いをした。
ἦν δὲ καὶ φυλάκτου τις ἀρχὴ παρʼ αὐτοῖς·
また、彼らの間には守護者という役職もあった。
ὁ δὲ ταύτην ἔχων τὸν μὲν ἄλλον χρόνον ἐτήρει τὸ δεσμωτήριον, εἰς δὲ τὴν βουλὴν ἐν τῷ νυκτερινῷ συλλόγῳ παριὼν ἐξῆγε τοὺς βασιλεῖς τῆς χειρὸς καὶ κατεῖχε, μέχρι περὶ αὐτῶν ἡ βουλὴ διαγνοίη, πότερον ἀδικοῦσιν ἢ οὔ, κρύβδην φέρουσα τὴν ψῆφον.
この役職にある者は、平時は牢獄を監視していたが、夜間の会合において評議会に参入すると、王たちを手で引っ張って外へと連れ出し、評議会が彼らについて、罪を犯しているか否かを秘密投票によって決定するまで、彼らを引き留めておいた。
§3τίς παρὰ Σολίοις ἡ ὑπεκκαύστρια;
ソロイの人々の間における火焚き女とは誰のことか。
τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὕτω καλοῦσιν, ὅτι ποιεῖταί τινας θυσίας καὶ ἱερουργίας ἀποτροπαίους. .
アテナの女祭司をこのように呼ぶが、それは彼女が災い除けの犠牲や儀式を執り行うからである。
§4τίνες ἐν Κνίδῳ οἱ ἀμνήμονες καὶ τίς ὁ ἀφεστήρ;
クニドスにおける不忘者とは誰のことか、また採決官とは誰のことか。
ἑξήκοντα προκρίτοις ἀνδράσιν ἐκ τῶν ἀρίστων οἷον ἐπισκόποις ἐχρῶντο διὰ βίου καὶ προβούλοις τῶν μεγίστων·
最も優れた者たちの中から選ばれた六十人の名士を、いわば監督官および重大な事柄の事前審議者として生涯にわたって用いていた。
ἐκαλοῦντο δὲ
ἀμνήμονες,
ὡς ἂν τις εἰκάσειε, διὰ τὸ ἀνυπεύθυνον, εἰ μὴ νὴ Δία πολυμνήμονές τινες ὄντες.
彼らは不忘者と呼ばれたが、おそらく推測されるように、責任を問われないためである。 あるいは確かに、彼らが極めて優れた記憶力の持ち主だったからかもしれない。
ὁ δὲ τὰς γνώμας ἐρωτῶν
ἀφεστήρ.
また、意見を求める者を採決官と呼んだ。
§5τίνες οἱ παρʼ Ἀρκάσι καὶ Λακεδαιμονίοις χρηστοί;
アルカディア人とラケダイモン人の間における有益な者たちとは誰のことか。
Λακεδαιμόνιοι Τεγεάταις διαλλαγέντες ἐποιήσαντο συνθήκας καὶ στήλην ἐπʼ Ἀλφειῷ κοινὴν ἀνέστησαν, ἐν ᾗ μετὰ τῶν ἄλλων γέγραπται
Μεσσηνίους ἐκβαλεῖν ἐκ τῆς χώρας, καὶ μὴ ἐξεῖναι
χρηστοὺς
ποιεῖν.
ラケダイモン人はテゲア人と和解した際、同盟を結び、アルペイオス川のほとりに共通の碑を建てた。 そこには他の事柄とともに、メッセニア人を領土から追放すること、および彼らを有益な者にすることを許さないこと、と書かれていた。
ἐξηγούμενος οὖν ὁ Ἀριστοτέλης τοῦτό φησι δύνασθαι τὸ μὴ ἀποκτιννύναι βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν.
そこで、アリストテレスはこれを釈義して、テゲア人のうちラケダイモン側に立つ者たちを、援助を理由として殺害しないことを意味すると言っている。
§6τίς ὁ παρʼ Ὀπουντίοις κριθολόγος;
オプンティア地方の人々の間における大麦集めとは誰のことか。
οἱ πλεῖστοι τῶν Ἑλλήνων πρὸς τὰς πάνυ παλαιὰς θυσίας ἐχρῶντο ταῖς κριθαῖς, ἀπαρχομένων τῶν πολιτῶν.
ギリシア人の大部分は、市民が初穂を捧げる、極めて古い犠牲式において大麦を用いていた。
τὸν μὲν οὖν ἐπὶ τῶν θυσιῶν ἄρχοντα καὶ ταύτας κομιζόμενον τὰς ἀπαρχάς
κριθολόγον
ὠνόμαζον.
それゆえ、犠牲式を司り、これらの初穂を受け取る役人を大麦集めと呼んだ。
δύο δʼ ἦσαν ἱερεῖς παρʼ αὐτοῖς, ὁ μὲν περὶ τὰ θεῖα τεταγμένος, ὁ δὲ περὶ τὰ δαιμόνια.
彼らの間には二人の神官がおり、一人は神的な事柄、もう一人はダイモーン的な事柄に配置されていた。
§7τίνες αἱ πλωιάδες νεφέλαι;
漂流雲とは何のことか。
τὰς ὑπόμβρους μάλιστα καὶ περιφερομένας ἐκάλουν
πλωιάδας,
ὡς Θεόφραστος ἐν τετάρτῃ περὶ μεταρσίων εἴρηκε κατὰ λέξιν,
ἐπεὶ καὶ αἱ πλωιάδες αὗται νεφέλαι αἱ καὶ αἱ συνεστῶσαι, ἀκίνητοι δὲ καὶ τοῖς χρώμασιν ἔκλευκοι, δηλοῦσι διαφοράν τινα τῆς ὕλης, ὡς οὔτʼ ἐξυδατουμένης οὔτʼ ἐκπνευματουμένης.
雨を含み、特によく流動する雲を漂流雲と呼んだ。 テオフラストスが『気象論』第四巻において次のように一字一句述べている通りである。 「というのも、これら漂流雲、すなわち密集していながら静止しており、その色彩において極めて白い雲は、その素材が液化もせず気化もしないものであるため、素材の何らかの違いを示しているからである。
§8τίς ὁ παρὰ Βοιωτοῖς πλατιοικέτας;
」ボイオティア人における近隣居住者とは誰のことか。
τοὺς οἰκίᾳ γειτνιῶντας ἢ χωρίοις ὁμοροῦντας αἰολίζοντες οὕτω καλοῦσιν ὡς τὸ πλησίον ἔχοντας.
家に隣接している者や土地を接している者を、アイオリス方言で「近くに住む者」という意味でこのように呼ぶ。
παραθήσομαι δὲ λέξιν μίαν ἐκ τοῦ θεσμοφυλακίου νόμου, πλειόνων οὐσῶν. . . . §9τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν;
法体制の法律が複数あるうちから、一語を引用することにする…… デルポイにおける浄化獣とは誰のことか、またなぜ月の一つをビュシオスと呼ぶのか。
ὁσιωτῆρα
μὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, ὅταν
ὅσιος
ἀποδειχθῇ.
彼らは、聖なるものと宣言されたときに犠牲に捧げられる獣を浄化獣と呼ぶ。
πέντε δʼ εἰσὶν ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι καὶ συνιερουργοῦσιν, ἅτε γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος.
生涯にわたる聖職者が五人おり、彼らは予言者たちとともに多くのことを行い、ともに儀式を執り行う。 彼らはデウカリオンの子孫であると考えられている。
ὁ δὲ
βύσιος
μήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει.
一方、ビュシオスの月は、多くの人が考えているように、芽吹きの月である。 春が始まり、多くのものがその時期に芽吹き、生長するからである。
τὸ δʼ ἀληθὲς οὐκ ἔχει οὕτως·
しかし実際はそうではない。
οὐ γὰρ ἀντὶ τοῦ τῷ β χρῶνται Δελφοί, καθάπερ Μακεδόνες
Βίλιππον
καὶ
βαλακρὸν
καὶ
Βερονίκην
λέγοντες, ἀλλʼ ἀντὶ τοῦ π·
デルポイの人々は、マケドニア人が「ビリップス」や「バラクロス」、「ベロニケ」と言うように用いているのではなく、π(ピュ)の代わりにβ(ビュ)を用いているのである。
καὶ γὰρ τὸ πατεῖν
βατεῖν
καὶ τὸ πικρὸν
βικρὸν
ἐπιεικῶς καλοῦσιν.
実際、彼らはパテインを「バテイン」と呼び、ピクロンを「ビクロン」と通常呼んでいる。
ἔστιν οὖν πύσιος ὁ
βύσιος,
ἐν ᾧ πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ·
それゆえ、ビュシオスは問うことの月であり、その月に人々は神に問いかけ、神託を求める。
τοῦτο γὰρ ἒννομον καὶ πάτριον.
これこそが慣習であり先祖伝来の法だからである。
ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστήριον ἐγίγνετο καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον, καὶ πολύφθοον ὀνομάζουσιν οὐ διὰ τὸ πέττεσθαι φθόις, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν.
実際、この月に神託所が開かれ、彼らはこの七日を神の誕生日とみなしている。 また、これを多くの麦菓の月と呼ぶが、それは麦菓が焼かれるからではなく、多くの問い合わせと多くの託宣があるからである。
ὁτὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις, πρότερον δʼ ἅπαξ ἐθεμίστευεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀναξανδρίδης ἱστορήκασι.
というのも、かつては月ごとの神託が求める者たちに許されていたが、それより前にはピュティアは年に一度、この日にだけ神託を告げていたからである。 カリステネスとアナクサンドリデスが記録している通りである。