Humanitext Reader

プルタルコス · 結婚訓 §47-48

夫婦の相互尊重と学問による妻の徳の涵養

7 / 7 箇所 · ギリシア語

要旨

夫婦間の相互尊重と良好な教育の重要性を強調し、夫が妻に哲学や学問を共有することで、彼女の内なる美徳を高めるべきであると諭す。

§47ὁ Πλάτων τοῖς πρεσβύταις μᾶλλον παρῄνει αἰσχύνεσθαι τοὺς νέους, ἵνα κἀκεῖνοι πρὸς αὐτοὺς αἰδημόνως ἔχωσιν·
プラトンは老人たちに対し、むしろ若者たちを恥じるようにと勧めていた。 それは、若者たちも彼らに対して慎み深さを持つようになるためである。
ὅπου γὰρ ἀναισχυντοῦσι γέροντες, οὐδεμίαν αἰδῶ τοῖς νέοις οὐδʼ εὐλάβειαν ἐγγίγνεσθαι.
というのも、老人が恥知らずであるところでは、若者たちに何の慎みも慎重さも生じないからである。
τούτου δεῖ μεμνημένον τὸν ἄνδρα μηδένα μᾶλλον αἰδεῖσθαι τῆς γυναικός, ὡς τὸν θάλαμον αὐτῇ διδασκαλεῖον εὐταξίας ἢ ἀκολασίας γενησόμενον.
夫はこのことを心に留め、妻以上に誰も恥じる(敬う)べきではない。 寝室が彼女にとって、秩序あるいは放蕩の学び舎となるからである。
ὁ δὲ τῶν αὐτῶν ἡδονῶν αὐτὸς μὲν ἀπολαύων ἐκείνην δʼ ἀποτρέπων οὐδὲν διαφέρει τοῦ κελεύοντος διαμάχεσθαι τὴν γυναῖκα πρὸς τοὺς πολεμίους, οἷς αὐτὸς ἑαυτὸν παρέδωκε.
自らは同じ快楽を享受しながら彼女をそれから遠ざけようとする者は、自らが身を委ねてしまった敵に対して妻に戦うよう命じる者と何ら変わりはない。
§48περὶ δὲ φιλοκοσμίας σὺ μέν, ὦ Εὐρυδίκη, τὰ πρὸς Ἀρίστυλλαν ὑπὸ Τιμοξένας γεγραμμένα ἀναγνοῦσα πειρῶ διαμνημονεύειν σὺ δέ, ὦ Πολλιανέ, μὴ νόμιζε περιεργίας ἀφέξεσθαι τὴν γυναῖκα καὶ πολυτελείας, ἂν ὁρᾷ σε μὴ καταφρονοῦντα τούτων ἐν ἑτέροις, ἀλλὰ καὶ χαίροντα χρυσώσεσιν ἐκπωμάτων καὶ γραφαῖς οἰκηματίων καὶ χλίδωσιν ἡμιόνων καὶ ἵππων περιδεραίοις.
装飾を好むことについて、エウリュディケよ、あなたはティモクセナがアリステュッラに向けて書いたものを読んで心に留めるようにしなさい。 また、ポリアノスよ、もし妻が、あなたが他人の贅沢を軽蔑せず、むしろ杯の金飾りや、部屋の壁画、ラバの贅沢な装飾、馬の首輪を喜んでいるのを見るなら、彼女が虚飾や奢侈を避けるなどとは思ってはならない。
οὐ γὰρ ἔστιν ἐξελάσαι τῆς γυναικωνίτιδος ἐν μέσῃ τῇ ἀνδρωνίτιδι τὴν πολυτέλειαν ἀναστρεφομένην.
男の部屋の真っ只中で贅沢が闊歩しているのに、女の部屋からそれを追い出すことなどできないからである。
καὶ σὺ μὲν ὥραν ἔχων ἤδη φιλοσοφεῖν τοῖς μετʼ ἀποδείξεως καὶ κατασκευῆς λεγομένοις ἐπικόσμει τὸ ἦθος, ἐντυγχάνων καὶ πλησιάζων τοῖς ὠφελοῦσι·
そして、あなたはすでに哲学を学ぶのに十分な年齢に達しているのだから、論証と体系をもって語られる言葉によって自らの人格を飾りなさい。
τῇ γυναικὶ πανταχόθεν τὸ χρήσιμον συνάγων ὥσπερ αἱ μέλιτται καὶ φέρων αὐτὸς ἐν σεαυτῷ μεταδίδου καὶ προσδιαλέγου, φίλους αὐτῇ ποιῶν καὶ συνήθεις τῶν λόγων τοὺς ἀρίστους.
有益な人々を訪ね、彼らと親交を結び、蜜蜂のようにあらゆる場所から有益なものを妻のために集め、あなた自身の中にそれらを携え、彼女に分け与え、対話し、彼女のために最善の言葉を親しい友としなさい。
πατὴρ μὲν γάρ ἐσσι αὐτῇ καὶ πότνια μήτηρ ἠδὲ κασίγνητος οὐχ ἧττον σεμνὸν ἀκοῦσαι γαμετῆς λεγούσης ἄνερ, ἀτὰρ σὺ μοί ἐσσι καθηγητὴς καὶ φιλόσοφος καὶ διδάσκαλος τῶν καλλίστων καὶ θειοτάτων, τὰ τοιαῦτα μαθήματα πρῶτον ἀφίστησι τῶν ἀτόπων τὰς γυναῖκας·
「あなたこそ、私にとって父であり、尊き母であり、兄弟である」という言葉を、妻が夫に向かって、「夫よ、あなたは私にとって指導者であり、哲学者であり、最も美しく最も神聖な事柄の教師です」と語るのを聞くことは、これに劣らず誇らしいことである。 このような学びこそが、第一に、女たちを不都合なことから遠ざける。
αἰσχυνθήσεται γὰρ ὀρχεῖσθαι γυνὴ γεωμετρεῖν μανθάνουσα, καὶ φαρμάκων ἐπῳδὰς οὐ προσδέξεται τοῖς Πλάτωνος ἐπᾳδομένη λόγοις καὶ τοῖς Ξενοφῶντος.
幾何学を学んでいる女は踊ることを恥じるだろうし、プラトンやクセノポンの言葉に魅了されている女は、毒薬や呪文を受け入れないだろうからである。
ἂν δέ τις ἐπαγγέλληται καθαιρεῖν τὴν σελήνην, γελάσεται τὴν ἀμαθίαν καὶ τὴν ἀβελτερίαν τῶν ταῦτα πειθομένων γυναικῶν, ἀστρολογίας ἀνηκόως ἔχουσα καὶ περὶ Ἀγλαονίκης ἀκηκουῖα τῆς Ἡγήτορος τοῦ Θεσσαλοῦ θυγατρὸς ὅτι τῶν ἐκλειπτικῶν ἔμπειρος οὖσα πανσελήνων καὶ προειδυῖα τὸν χρόνον, ἐν ᾧ συμβαίνει τὴν σελήνην ὑπὸ τῆς σκιᾶς ἁλίσκεσθαι, παρεκρούετο καὶ συνέπειθε τὰς γυναῖκας ὡς αὐτὴ καθαιροῦσα τὴν σελήνην.
もし誰かが「月を引きずり下ろす」と触れ回ったとしても、天文学を学んでおり、テッサリアのヘゲトルの娘アグラオニケについての話 ――彼女は月食時の満月に通じており、月が地球の影に隠れる時間をあらかじめ知っていたため、自分が月を引きずり下ろしているのだと女たちを騙し、説き伏せていたという話――を聞いたことがあるならば、彼女はそのようなことを信じる女たちの無知と愚かさを笑うであろう。
παιδίον μὲν γὰρ οὐδεμία ποτὲ γυνὴ λέγεται ποιῆσαι δίχα κοινωνίας ἀνδρός, τὰ δʼ ἄμορφα κυήματα καὶ σαρκοειδῆ καὶ σύστασιν ἐν ἑαυτοῖς ἐκ διαφθορᾶς λαμβάνοντα μύλας καλοῦσι.
さて、いかなる女も男との交わりなしに子供を産むことはできないと言われているが、中絶や腐敗から体内に形成される、形をなさない肉の塊のような胚を、人々は「モラ」と呼ぶ。
τοῦτο δὴ φυλακτέον ἐν ταῖς ψυχαῖς γίγνεσθαι τῶν γυναικῶν.
これと同じことが、女たちの魂の中に生じるのを防がねばならない。
ἂν γὰρ λόγων χρηστῶν σπέρματα μὴ δέχωνται μηδὲ κοινωνῶσι παιδείας· τοῖς ἀνδράσιν, αὐταὶ καθʼ αὑτὰς ἄτοπα πολλὰ καὶ φαῦλα βουλεύματα καὶ πάθη κυοῦσι.
もし彼女たちが優れた言葉の種を受け取らず、また夫たちと教養を共有しないならば、彼女たちは自分たちだけで、多くの不都合で邪悪な企てや情念を胎内に宿すことになる。
σὺ δʼ ὦ Εὐρυδίκη μάλιστα πειρῶ τοῖς τῶν σοφῶν καὶ ἀγαθῶν ἀποφθέγμασιν ὁμιλεῖν καὶ διὰ στόματος ἀεὶ τὰς φωνὰς ἔχειν ἐκείνας ὧν καὶ παρθένος οὖσα παρʼ ἡμῖν ἀνελάμβανες, ὅπως εὐφραίνῃς μὲν τὸν ἄνδρα, θαυμάζῃ δʼ ὑπὸ τῶν ἄλλων γυναικῶν, οὕτω κοσμουμένη περιττῶς καὶ σεμνῶς ἀπὸ μηδενός.
しかし、エウリュディケよ、あなたは最も賢者や善き人々のお言葉に親しみ、かつて少女時代に私たちのところで学んだそれらの言葉を常に口にするよう努めなさい。 そうすれば、あなたは夫を喜ばせ、他の女たちから称賛されるだろう。 そのように、費用をかけず、厳かに、比類なき形で身を飾ることによって。
τοὺς μὲν γὰρ τῆσδε τῆς πλουσίας μαργαρίτας καὶ τὰ τῆσδε τῆς ξένης σηρικὰ λαβεῖν οὐκ ἔστιν οὐδὲ περιθέσθαι μὴ πολλοῦ πριαμένην, τὰ δὲ Θεανοῦς κόσμια καὶ Κλεοβουλίνης καὶ Γοργοῦς τῆς Λεωνίδου γυναικὸς καὶ Τιμοκλείας τῆς Θεαγένους ἀδελφῆς καὶ Κλαυδίας τῆς παλαιᾶς, καὶ Κορνηλίας τῆς Σκιπίωνος καὶ ὅσαι ἐγένοντο θαυμασταὶ καὶ περιβόητοι, ταῦτα δʼ ἔξεστι περικειμένην προῖκα καὶ κοσμουμένην αὐτοῖς ἐνδόξως ἅμα βιοῦν καὶ μακαρίως.
実際、あの上流の女の真珠や、あの外国の女の絹を手に入れ身にまとうには高価な買い物が必要だが、テアノの装飾や、クレオブリナの、またレオニダスの妻ゴルゴの、テアゲネスの姉妹ティモクレイアの、往年のクラウディアの、スキピオの娘コルネリアの、そして賞賛され名高い女性たちの装飾であれば、それらを身にまとい、無償で誇り高く飾り、同時に栄光に満ち、祝福された生涯を送ることができる。
εἰ γὰρ ἡ Σαπφὼ διὰ τὴν ἐν τοῖς μέλεσι καλλιγραφίαν ἐφρόνει τηλικοῦτον ὥστε γράψαι πρός τινα πλουσίαν " κατθάνοισα δὲ κείσεαι, οὐδέ τις μναμοσύνα σέθεν ἔσεται·
もしサッポーがその詩作の見事さによってある富裕な女に向けて、 "お前は死んで横たわり、お前の思い出は決して残らないだろう。
οὐ γὰρ πεδέχεις ῥόδων τῶν ἐκ Πιερίας " , πῶς οὐχί σοι μᾶλλον ἐξέσται μέγα φρονεῖν ἐφʼ ἑαυτῇ καὶ λαμπρόν, ἂν μὴ τῶν ῥόδων ἀλλὰ καὶ τῶν καρπῶν μετέχῃς, ὧν αἱ Μοῦσαι φέρουσι καὶ χαρίζονται τοῖς παιδείαν καὶ φιλοσοφίαν θαυμάζουσιν;
ピエリアの薔薇を分かち持たぬがゆえに "と書くほどに自負を持っていたとすれば、あなたにとって、それらだけでなく、ミューズたちが携え、教養と哲学を尊ぶ者たちに与える果実を分かち持っているならば、自分自身についてより大きく、また輝かしい誇りを持つことがどうしてできないだろうか。

語釈・文法注

  1. 145aτοῦτο δεῖ μεμνημένον τὸν ἄνδρα — μεμνημένον(μεμνήσκω の完了中・受動分詞単数対格)は τὸν ἄνδρα にかかる。非人称動詞 δεῖ に支配される対格不定詞構文(δεῖ τὸν ἄνδρα... αἰδεῖσθαι)の主語を表す。
  2. 145cπατὴρ μὲν γάρ ἐσσι αὐτῇ καὶ πότνια μήτηρ ἠδὲ κασίγνητος — ホメロス『イリアス』第6巻429行(アンドロマケがヘクトルに語る言葉)の有名な詩句の引用。ここでは、妻にとっての夫の存在を、かつての親や兄弟の役割を継承し、さらに哲学を通じて最高の教育を与える導き手であるとして再定義している。
  3. 145eμύλας καλοῦσι — 「モラ(胞状奇胎)」。男の関与なしに女の体内だけで生じる不完全な胚。魂においても、夫からの正しく有益な言葉を受け入れなければ、歪んだ情念や邪悪な考えが一人で生み出されてしまうという比喩として使われている。

この箇所を引用する

プルタルコス, 結婚訓 §47-48. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg078.humanitext-grc2:47-48

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。