§1Μένωνα τὸν Θετταλὸν οἰόμενον ἐν λόγοις ἱκανῶς γεγυμνάσθαι καὶ τοῦτο δὴ τὸ ὑπὸ τοῦ Ἐμπεδοκλέους λεγόμενον σοφίης ἐπʼ ἄκροισι θαμίζειν ἠρώτησεν ὁ Σωκράτης τί ἀρετή ἐστιν·
ソクラテスは、言論において十分に鍛錬されており、エンペドクレスの言う「知恵の頂にしばしば通う」者であると自負していたテッサリア人メノンに対し、徳とは何かと尋ねた。
ἀποκριναμένου δʼ ἰταμῶς ἐκείνου καὶ προχείρως ὅτι καὶ παιδός ἐστιν ἀρετὴ καὶ πρεσβύτου καὶ ἀνδρὸς καὶ γυναικὸς καὶ ἄρχοντος καὶ ἰδιώτου καὶ δεσπότου καὶ θεράποντος,
εὖ γʼ
εἶπεν ὁ Σωκράτης,
ὅτι μίαν ἀρετὴν αἰτηθεὶς σμῆνος ἀρετῶν κεκίνηκας,
οὐ κακῶς τεκμαιρόμενος ὅτι μηδεμίαν εἰδὼς ἀρετὴν ἄνθρωπος πολλὰς ὠνόμαζεν.
これに対しメノンが、子供の徳、老人の徳、男の、女の、支配者の、一般市民の、主人の、そして召使いの徳がある、と大胆かつ即座に答えたところ、ソクラテスは言った、「素晴らしい。 一つの徳を求められたのに、徳の蜂の巣を揺り動かしてくれたのだから」と。 これは、一つの徳さえ知らない人間が多くの徳の名を挙げていることを、彼がうまく見抜いて放った言葉であった。
ἆρʼ οὖν οὐχὶ καὶ ἡμῖν ἄν τις ἐπιχλευάσειεν ὅτι μηδέπω μίαν φιλίαν κεκτημένοι βεβαίως φοβούμεθα μὴ λάθωμεν εἰς πολυφιλίαν ἐμπεσόντες;
そうであるなら、私たちもまた、まだただの一つの確かな友情さえ築けていないのに、知らぬ間に多くの友を持つこと(多友)に陥るのではないかと恐れているとして、誰かから嘲笑されるのではないだろうか。
σχεδὸν γὰρ οὐδὲν διαφέρομεν ἀνθρώπου κολοβοῦ καὶ τυφλοῦ, φοβουμένου μὴ Βριάρεως ὁ ἑκατόγχειρ καὶ Ἄργος ὁ πανόπτης γένηται.
実際、私たちは、自分が百本の手を持つブリアレオスや、すべてを見通すアルゴスになってしまうのではないかと恐れている、五体満足でなく目の見えない人間とほとんど変わらないのである。
καίτοι τόν γε παρὰ τῷ Μενάνδρῳ νεανίσκον ὑπερφυῶς ἐπαινοῦμεν εἰπόντα θαυμαστὸν ὅσον νομίζειν ἀγαθὸν ἕκαστον, ἂν ἔχῃ φίλου σκιάν
もっとも、私たちは、メナンドロスの劇中の若者が、友の影を少しでも持っているなら、それは一人ひとりにとって驚くほど大きな幸いであるとみなすと言ったのを、この上なく称賛するのだが。
§2ἐναντίον δὲ μετὰ πολλῶν ἄλλων οὐχ ἥκιστα πρὸς φιλίας κτῆσιν ἡ τῆς πολυφιλίας ὄρεξις, ὥσπερ ἔρως ἀκολάστων γυναικῶν τῷ πολλάκις καὶ πολλοῖς συμπλέκεσθαι τῶν πρώτων κρατεῖν μὴ δυνάμενος ἀμελουμένων καὶ ἀπορρεόντων·
それどころか、他の多くのことと並んで、友情の獲得にとって何よりも障害となるのは、多くの友を求める欲望(多友へのあこがれ)である。 それはまるで、節度のない女性への情愛が、しばしば多くの者と交わることによって、最初の女性たちが顧みられず離れていくのを引き留められないようなものである。
μᾶλλον δʼ ὥσπερ ὁ τῆς Ὑψιπύλης τρόφιμος εἰς τὸν λειμῶνα καθίσας ἔδρεπεν
"
ἕτερον ἐφʼ ἑτέρῳ αἰρόμενος
ἄγρευμʼ ἀνθέων ἡδομένᾳ ψυχᾷ
τὸ νήπιον ἄπληστον ἔχων,
"
οὕτως ἕκαστον ἡμῶν διὰ τὸ φιλόκαινον καὶ ἁψίκορον ὁ πρόσφατος ἀεὶ καὶ ἀνθῶν ἐπάγεται, καὶ μετατίθησι πολλὰς ὁμοῦ καὶ ἀτελεῖς ἀρχὰς πράττοντας φιλίας καὶ συνηθείας, ἔρωτι τοῦ διωκομένου παρερχομένους τὸ καταλαμβανόμενον.
あるいはむしろ、ヒュプシピュレーの里子が、草地の中に座り込んで、「次から次へと摘み取り、楽しげな心で花の手柄を手にし、貪欲で幼い心を満たしている」かのように、私たち一人ひとりも、目新しさを好み飽きやすいために、常に咲き誇る新しい友に惹きつけられ、友情と親交の始まりをいくつも同時に中途半端に始めては、追い求めるものへの情熱のゆえに、すでに手に入れたものをやり過ごしてしまうのである。
πρῶτον μὲν οὖν ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενοι τῆς τοῦ βίου φήμης ἣν ὑπὲρ φίλων βεβαίων ἀπολέλοιπεν ἡμῖν, τὸν μακρὸν καὶ παλαιὸν αἰῶνα μάρτυρα ἅμα τοῦ λόγου καὶ σύμβουλον λάβωμεν, ἐν ᾧ κατὰ ζεῦγος φιλίας λέγονται Θησεὺς καὶ Πειρίθους, Ἀχιλλεὺς καὶ Πάτροκλος, Ὀρέστης καὶ Πυλάδης, Φιντίας καὶ Δάμων, Ἐπαμεινώνδας καὶ Πελοπίδας·
それゆえ、私たちはまず、確かな友人たちについて人々の生活が私たちに伝えてくれている伝統から、あたかも炉端から始めるように語り始め、長く古い歳月を、議論の証人であると同時に助言者として迎えることにしよう。 その歳月の中で、テセウスとペイリトオス、アキレウスとパトロクロス、オレステスとピュラデス、ピンティアスとダモン、エパメイノンダスとペロピダスといった人々が、一対(ペア)の友情として語られている。
σύννομον γὰρ ἡ φιλία ζῷον οὐκ ἀγελαῖόν ἐστιν οὐδὲ κολοιῶδες, καὶ τὸ ἄλλον αὑτὸν ἡγεῖσθαι τὸν φίλον καὶ προσαγορεύειν ἑταῖρον ἕτερον οὐδέν ἐστιν ἢ μέτρῳ φιλίας τῇ δυάδι χρωμένων.
友情とは、群れをなす動物でも、コクマルガラスのように群れる動物でもなく、つがいで暮らす(生活を共にする)動物だからである。 そして、友を「もう一人の自分」とみなし、連れを「もう一人の仲間」と呼ぶことは、友情の尺度として「二(デュアド)」を用いていることにほかならない。
οὔτε γὰρ δούλους οὔτε φίλους ἔστι κτήσασθαι πολλοὺς ἀπʼ ὀλίγου νομίσματος.
実際、多くの奴隷を、あるいは多くの友を、わずかな貨幣で手に入れることはできない。
τί οὖν νόμισμα φιλίας;
では、友情の貨幣とは何か。
εὔνοια καὶ χάρις μετʼ ἀρετῆς, ὧν οὐδὲν ἔχει σπανιώτερον ἡ φύσις.
それは、徳を伴う「好意」と「感謝(配慮)」であり、自然のうちにこれほど稀なものは他にない。
ὅθεν τὸ σφόδρα φιλεῖν καὶ φιλεῖσθαι πρὸς πολλοὺς οὐκ ἔστιν, ἀλλʼ ὥσπερ οἱ ποταμοὶ πολλὰς σχίσεις καὶ κατατομὰς λαμβάνοντες ἀσθενεῖς καὶ λεπτοὶ ῥέουσιν, οὕτω τὸ φιλεῖν ἐν ψυχῇ σφοδρὸν πεφυκὸς εἰς πολλοὺς μεριζόμενον ἐξαμαυροῦται.
それゆえ、多くの者に対して激しく愛し愛されるということは不可能であり、あたかも多くの分岐や分流を持つ川が、弱まり細くなって流れるように、魂の内に本性として激しく存在する愛する感情も、多くの人に分割されることで、薄れ衰えてしまうのである。
διὸ καὶ τῶν ζῴων τὸ φιλότεκνον τοῖς μονοτόκοις ἰσχυρότερον ἐμφύεται, καὶ Ὅμηρος· ἀγαπητὸν υἱὸν ὀνομάζει
μοῦνον τηλύγετον
τουτέστι τὸν τοῖς μήτʼ ἔχουσιν ἕτερον γονεῦσι μήθʼ ἕξουσι γεγενημένον.
だからこそ、動物たちの間でも、子を愛する情は、一頭しか産まないもの(単独産)においてより強く宿るのであり、ホメロスもまた、愛すべき息子を、「ただ一人の、晩年に生まれた子(テーリュゲトス)」と呼んでいる。 これは、他には子供がおらず、これからも生まれることのない親に生まれた子のことである。