§1τίς τῶν λόγων, ὦ Σόσσιε Σενεκίων, σώσει τὴν ἑαυτοῦ βελτιουμένου πρὸς ἀρετὴν συναίσθησιν, εἰ μηδεμίαν αἱ προκοπαὶ ποιοῦσι τῆς ἀφροσύνης ἄνεσιν, ἀλλʼ ἴσῳ σταθμῷ πᾶσιν ἡ κακία περιτιθεμένη
"
μολυβδὶς ὥστε δίκτυον κατέσπασεν;
ソッシウス・セネキオよ、もし進歩というものが愚行のいかなる緩和ももたらさず、むしろ悪徳が等しい重みで万人にのしかかり、「鉛の錘のように網を引きずり下ろす」のだとしたら、徳へと向上しつつある自己の自覚を、いかなる議論が救い守ることができるだろうか。
"
οὐδὲ γὰρ ἐν μουσικοῖς τις ἢ γραμματικοῖς ἐπιδιδοὺς ἂν γνοίη μηδὲν ἐν τῷ μανθάνειν ἀπαρύτων τῆς περὶ ταῦτα ἀμαθίας ἀλλʼ ἴσης ἀεὶ τῆς ἀτεχνίας αὐτῷ παρούσης, οὐδὲ κάμνοντι θεραπεία μὴ ποιοῦσα ῥᾳστώνην μηδὲ κουφισμὸν ἁμωσγέπως τοῦ νοσήματος ὑπείκοντος καὶ χαλῶντος αἴσθησιν ἂν παρέχοι διαφορᾶς, πρὶν εἰλικρινῆ τὴν ἐναντίαν ἕξιν ἐγγενέσθαι παντάπασιν ἀναρρωσθέντος τοῦ σώματος.
なぜなら、音楽や文法を学ぶ者において、学習の中でそれらに関する無知を少しも汲み出せず、常に同じだけの未熟さが自分に伴っているとしたら、向上していることを認める者などいないだろうし、また病んでいる人にとっても、病が退いて和らぐことによって、治療が何らかの安らぎや軽減をもたらさないなら、身体が完全に回復してそれとは反対の純粋な状態が生じる前に、変化の自覚を与えることなどないからである。
ἀλλʼ ὥσπερ ἐν τούτοις οὐ προκόπτουσιν, ἂν προκόπτοντες ἀνέσει τοῦ βαρύνοντος οἷον ἐπὶ ζυγοῦ πρὸς τοὐναντίον ἀναφερόμενοι μὴ γιγνώσκωσι τὴν μεταβολήν, οὕτως ἐν τῷ φιλοσοφεῖν οὔτε προκοπὴν οὔτε τινὰ προκοπῆς αἴσθησιν ὑποληπτέον, εἰ μηδὲν ἡ ψυχὴ μεθίησι μηδʼ ἀποκαθαίρεται τῆς ἀβελτερίας, ἄχρι δὲ τοῦ λαβεῖν ἄκρατον τὸ ἀγαθὸν καὶ τέλειον ἀκράτῳ τῷ κακῷ χρῆται.
しかし、これらの場合において、たとえ向上しているとしても、重荷が軽くなることによって、あたかも天秤の上で反対の方向へと持ち上げられるかのように変化を認識しないのであれば、向上しているとは言えないのと同様に、哲学することにおいても、魂が愚行を少しも手放さず、またそれから浄化されもせず、純粋で完全な善を手に入れるまでは純粋な悪にとどまっているのだとしたら、進歩も、進歩のいかなる自覚も認めるべきではない。
καὶ γὰρ ἀκαρὲς χρόνου καὶ ὥρας ἐκ τῆς ὡς ἔνι μάλιστα φαυλότητος εἰς οὐκ ἔχουσαν ὑπερβολὴν ἀρετῆς διάθεσιν μεταβαλὼν ὁ σοφός, ἧς οὐδʼ ἐν χρόνῳ πολλῷ μέρος ἀφεῖλε κακίας ἅμα πᾶσαν ἐξαίφνης ἐκπέφευγε.
というのも、賢者は、極限の悪徳から、これ以上ないほどの卓越した徳の状態へと、ほんの一瞬のうちに変化し、長い時間をかけてもその一部さえ取り除くことのなかった悪徳のすべてから、一時に、かつ突然に逃れることになるからである。
καίτοι ἤδη τοὺς ταῦτά γε λέγοντας οἶσθα δήπου πάλιν πολλὰ παρέχοντας αὑτοῖς πράγματα καὶ μεγάλας ἀπορίας περὶ τοῦ διαλεληθότος, ὃς αὐτὸς ἑαυτὸν οὐδέπω κατείληφε γεγονὼς σοφός, ἀλλʼ ἀγνοεῖ κἀμφιδοξεῖ τῷ κατὰ μικρὸν ἐν χρόνῳ πολλῷ τὰ μὲν ἀφαιροῦντι τὰ δὲ προστιθέντι γιγνομένην τὴν ἐπίδοσιν καθάπερ πορείαν τῇ ἀρετῇ λαθεῖν ἀτρέμα προσμίξασαν.
しかしながら、このようなことを主張する人々が、今度はみずから多くの困難と大きな疑問を抱え込んでいるのを、あなたもよく知っているはずである。 それは「自覚のない賢者」、すなわち、自分が賢者になったことを自分ではまだ把握しておらず、むしろ気づかずに疑いを持っている者についての疑問である。 彼らによれば、進歩とは長い時間をかけて少しずつあるものを取り除き、別のものを付け加えることで生じるものであり、それはまるで旅路のように、静かに、気づかぬうちに徳へと近づくものであるという。
εἰ δὲ γʼ εἴη τάχος τοσοῦτον τῆς μεταβολῆς καὶ μέγεθος, ὥστε τὸν πρωῒ κάκιστον ἑσπέρας γεγονέναι κράτιστον, ἢ ἂν οὕτω τινὶ συντύχῃ τὰ τῆς μεταβολῆς, καταδαρθόντα φαῦλον ἀνεγρέσθαι σοφὸν καὶ προσειπεῖν ἐκ τῆς ψυχῆς μεθεικότα τὰς χθιζὰς ἀβελτερίας καὶ ἀπάτας
"
ψευδεῖς ὄνειροι, χαίρετʼ·
もしその変化の速度と大きさがこれほどのものであり、朝には最悪の者であったのが、夕方には最善の者になっているほどであったり、あるいは変化の経緯が、愚か者として眠りにつき、賢者として目覚め、昨日の愚行と欺瞞を魂から放り出して、「偽りの夢よ、さらば。
οὐδὲν ἦτʼ ἄρα,
"
τίς ἂν ἀγνοήσειεν ἑαυτοῦ διαφορὰν ἐν αὑτῷ τοσαύτην γενομένην καὶ φρόνησιν ἀθρόον ἐκλάμψασαν;
お前たちは何でもなかったのだ」と心から呼びかけるようなものであるとしたら、自分自身の中に生じたこれほど大きな変化と、突如として輝き出した知恵に気づかない者などいるだろうか。
ἐμοὶ μὲν γὰρ δοκεῖ μᾶλλον ἄν τις, ὡς ὁ Καινεύς, γενόμενος κατʼ εὐχὴν ἀνὴρ ἐκ γυναικὸς ἀγνοῆσαι τὴν μετακόσμησιν, ἢ σώφρων καὶ φρόνιμος καὶ ἀνδρεῖος ἐκ δειλοῦ καὶ ἀνοήτου καὶ ἀκρατοῦς ἀποτελεσθεὶς καὶ μεταβαλὼν εἰς θεῖον ἐκ θηριώδους βίον ἀκαρὲς διαλαθεῖν αὑτόν.
私に思われるに、祈りによって女から男になったあのカイネウスが、自身の体つきの変化に気づかないことのほうがまだありそうであり、臆病で愚かで無節制な者から、節度があり思慮深く勇敢な者へと完成され、獣のような生き方から神聖な生き方へと一瞬にして変化した者が、自分自身を見過ごすなどということはあり得ない。