§1.1ἡμῖν δὲ καὶ ταύτης πέρας ἐχούσης τῆς διηγήσεως ὑπολείπεται λαβεῖν ἐκ παραλλήλου τῶν βίων τὴν ἀποθεώρησιν, τοὺς μὲν οὖν Γράγχους οὐδʼ οἱ πάνυ τἆλλα κακῶς λέγοντες καὶ μισοῦντες ἐτόλμησαν εἰπεῖν ὡς οὐκ εὐφυέστατοι πρὸς ἀρετὴν ἐγένοντο Ῥωμαίων ἁπάντων, καὶ ροφῆς τε καὶ παιδεύσεως ἐκπρεποῦς ἔτυχον·
この物語もまた終わりを迎えたので、私たちにとって、並列させてこれらの生涯を比較考察することが残されている。 さて、グラックス兄弟については、他のことでは彼らを酷評し憎悪している人々でさえ、彼らがすべてのローマ人の中で徳に対して最も優れた天賦の才を持って生まれなかったとか、傑出した養育と教育を受けなかったなどと敢えて言うことはなかった。
§1.2τἡ δὲ Ἄγιδος καὶ Κλεομένους φύσις ἐρρωμενεστέρα φαίνεται τῆς ἐκείνων γενομένη, παρʼ ὅσον οὔτε παιδείας μεταλαβόντες ὀρθῆς, ἔθεσί τε καὶ διαίταις ἐντραφέντες ὑφʼ ὧν οἱ πρεσβύτεροι πάλαι διεφθόρεισαν, αὑτοὺς ἡγεμόνας εὐτελείας καὶ σωφροσύνης παρέσχον.
しかし、アギスとクレオメネスの本性は、彼らのものよりも力強いものであったと思われる。 なぜなら、正しい教育にあずかることもなく、年長者たちがとっくにそれによって堕落してしまっていた習慣や生活様式の中で育てられたにもかかわらず、彼らは自らを質素と節制の指導者として示したからである。
§1.3ἔτι δὲ οἱ μέν, ὅτε λαμπρότατον εἶχεν ἡ Ῥώμη καὶ μέγιστόν ἀξίωμα καὶ καλῶν ἔργων ζῆλον, ὥσπερ διαδοχὴν ἀρετῆς πατρῴας καὶ προγονικῆς ᾐσχύνθησαν ἐγκαταλιπεῖν οἱ δὲ καὶ πατέρων τἀναντία προῃρημένων γεγονότες, καὶ τὴν πατίδα μοχθηρὰ πράττουσαν καὶ νοσοῦσαν παραλαβόντες, οὐδέν τι διὰ ταῦτα τὴν πρὸς τὸ καλὸν ἀπήμβλυναν ὁρμήν.
さらに、前者は、ローマが最も輝かしく、最大の威信と美しい行いへの熱意を抱いていた時に、父祖や先祖から受け継いだ徳の遺産を捨てることを恥じたが、後者は、反対の道を選んだ父親たちから生まれ、祖国が悲惨な状態にあり病んでいるのを引き継いだにもかかわらず、そのために美への衝動を少しも鈍らせることはなかった。
§1.4καὶ μὴν τῆς γε Γράγχων ἀφιλοχρηματίας καὶ πρὸς ἀργύριον ἐγκρατείας μέγιστόν ἐστιν ὅτι λημμάτων ἀδίκων καθαροὺς ἐν ἀρχαῖς καὶ πολιτείαις διεφύλαξαν ἑαυτούς·
また、グラックス兄弟の無欲さと金銭に対する自制について言えば、彼らが官職や政治活動において、不当な利得から身を清らかに保ったことが最大の証拠である。
Ἆγις δὲ κἂν διηγανάκτησεν ἐπὶ τῷ μηδὲν ἀλλότριον λαβεῖν ἐπαινούμενος, ὃς τὴν οὐσίαν τὴν ἑαυτοῦ τοῖς πολίταις ἐπέδωκεν, ἄνευ τῶν ἄλλων κτημάτων ἑξακόσια τάλαντα νομίσματος ἔχουσαν.
しかしアギスは、他人のものを一切受け取らなかったことで称賛されることに対しても憤慨したことであろう。 彼は、他の財産を除いても六百タラントンの現金を擁する自身の財産を市民たちに分け与えたのである。
πηλίκον οὖν ἐνόμιζε κακὸν εἶναι τὸ κερδαίνειν ἀδίκως ὁ καὶ δικαίως πλέον ἔχειν ἑτέρου πλεονεξίαν ἡγούμενος;
それでは、正当に他者より多く持つことさえも強欲であるとみなしていた者が、不当に利益を得ることを、どれほど大きな悪と考えていたであろうか。