§3.1πολὺ δʼ ὁ Λούκουλλος προῆλθε τῷ πολέμῳ τόν τε Ταῦρον ὑπερβαλὼν στρατοπέδῳ Ῥωμαίων πρῶτος, καὶ τόν Τίγριν διαβάς καὶ τὰ βασίλεια τῆς Ἀσίας ἐν ὄψει τῶν βασιλέων, Τιγρανόκερτα καὶ Κάβειρα καὶ Σινώπην καὶ Νίσιβιν, ἑλὼν καὶ καταφλέξας,
しかし、ルクッルスは戦争においてはるか遠くまで進み、ローマの軍勢を率いてタウロス山脈を最初に越え、またチグリス川を渡り、アジアの諸王宮、すなわちティグラノケルタ、カベイラ、シノペ、ニシビスを、王たちの目の前で攻略し、焼き払った。
§3.2καὶ τὰ μὲν βόρεια μέχρι Φάσιδος, τὰ δʼ ἑῷα μέχρι Μηδίας, τὰ δὲ πρὸς νότον καὶ τήν ἐρυθρὰν θάλασσαν οἰκειωσάμενος διὰ τῶν Ἀραβικῶν βασιλέων, συντρίψας δὲ τὰς δυνάμεις τῶν βασιλέων, ἀπολειφθεὶς δὲ μόνου τοῦ τὰ σώματα λαβεῖν, ὥσπερ θηρίων εἰς ἐρημίας καὶ ὕλας ἀστιβεῖς καὶ ἀβάτους ἀποδιδρασκόντων.
そして北方はファシス川に及ぶ地域、東方はメディアに及ぶ地域、南方はアラビアの王たちを通じて紅海に及ぶ地域を帰順させ、これら諸王の軍勢を粉砕し、ただ彼らの身体を捕らえることだけが果たせなかった。 まるで、彼らが荒野や人の踏み入れない道なき森の中へと逃げ隠れる野獣のようであったからである。
§3.3τεκμήριον δὲ μέγα·
これには大きな証拠がある。
Πέρσαι μὲν γὰρ ὡς οὐδὲν μέγα πεπονθότες ὑπὸ Κίμωνος εὐθὺς ἀντετάττοντο τοῖς Ἕλλησι, καὶ τήν γε πολλὴν δύναμιν αὐτῶν ἐν Αἰγύπτῳ κρατήσαντες διέφθειραν, Τιγράνου δὲ καὶ Μιθριδάτου μετὰ Λούκουλλον οὐδὲν ἄλλο ἔργον ἐγένετο, ἀλλʼ ὁ μὲν ἀσθενὴς ἤδη καὶ συγκεκομμένος ὑπὸ τῶν πρώτων ἀγώνων οὐδʼ ἅπαξ ἐτόλμησε δεῖξαι Πομπηΐῳ τήν δύναμιν ἔξω τοῦ χάρακος, ἀλλὰ φυγὼν εἰς Βόσπορον κατέβη κἀκεῖ κατέστρεψε,
すなわち、ペルシア人はキモンによって大きな打撃を受けなかったかのように、すぐにギリシア人に対抗し、エジプトにおいて彼らの強力な軍勢を破って滅ぼした。 しかし、ティグラネスとミトリダテスは、ルクウルスの後は何の役にも立たなかった。 それどころか、一方はすでに最初の戦いによって弱体化し叩きのめされていたため、ポンペイウスに対して陣営の外に出て軍勢を見せることすら一度も敢えてせず、ボスポロスへと逃げ下り、そこで自らの命を絶った。
§3.4Τιγράνης δʼ αὐτὸς ἑαυτὸν γυμνὸν καὶ ἄνοπλον φέρων ὑπέρριψε Πομπηΐῳ, καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελόμενος ἔθηκε πρὸ τῶν ποδῶν, οὐ τοῖς ἑαυτοῦ κολακεύων Πομπήϊον, ἀλλὰ τοῖς ὑπὸ Λουκούλλου τεθριαμβευμένοις.
一方、ティグラネスは自ら丸腰で武器を持たずにポンペイウスの前に身を投げ出し、頭から王冠を外して彼の足元に置いたが、これは自分自身の所有物によってポンペイウスにへつらったのではなく、すでにルクッルスによって凱旋式にされていたものでへつらったのである。
ἠγάπησε γοῦν ἀπολαμβάνων τὰ σύμβολα τῆς βασιλείας ὡς ἀφῃρημένος πρότερον.
実際、彼は以前に奪われていた王権の象徴を取り戻すことで満足したのだ。
μείζων οὖν στρατηγὸς, ὥσπερ ἀθλητὴς, ὁ τῷ μεθʼ ἑαυτὸν ἀσθενέστερον παραδοὺς τόν ἀντίπαλον.
したがって、後を継ぐ者に対して対戦相手をより弱体化した状態で引き渡す将軍こそが、アスリートのように、より偉大なのである。
§3.5ἔτι τοίνυν Κίμων μὲν συντετριμμένην τήν βασιλέως δύναμιν καὶ τὸ Περσῶν φρόνημα συνεσταλμένον ἥτταις μεγάλαις καὶ ἀπαύστοις φυγαῖς ὑπὸ Θεμιστοκλέους καὶ Παυσανίου καὶ Λεωτυχίδου καταλαβὼν ἐπενέβη καὶ ὑποπεπτωκότων καὶ προηττημένων ταῖς ψυχαῖς τὰ σώματα ῥᾳδίως ἐνίκησε, Λουκούλλῳ δὲ Τιγράνης ἀήττητος ἐκ πολλῶν ἀγώνων καὶ μέγα φρονῶν συνέπεσε.
さらにまた、キモンは、テミストクレス、パウサニアス、レオテュキデスによる大敗と絶え間ない敗走によって、すでに粉砕された王の軍勢と、くじかれたペルシア人の気位を引き継いで立ち向かったのであり、精神においてすでに屈服し先んじて打ち負かされていた者たちの身体を容易に破ったのである。 これに対してルクッルスは、多くの戦いを経て無敗であり、極めて誇り高いティグラネスと遭遇したのである。
§3.6πλήθει δʼ οὐδʼ ἄξιον παραβαλεῖν τοῖς ἐπὶ Λούκουλλον συνελθοῦσι τοὺς ὑπὸ Κίμωνος κρατηθέντας.
また、数においては、キモンによって征服された者たちを、ルクッルスに対して集結した者たちと比較することすら価値がない。
ὥστε πάντῃ μεταλαμβάνοντι δυσδιαίτητον εἶναι τήν κρίσιν, ἐπεὶ καὶ τὸ δαιμόνιον ἀμφοτέροις ἔοικεν εὐμενὲς γενέσθαι, τῷ μὲν ἃ χρὴ κατορθοῦν, τῷ δʼ ἃ φυλάττεσθαι χρὴ προμηνῦον, ὥστε καὶ τὴν παρὰ τῶν θεῶν ψῆφον αὐτοῖς ὑπάρχειν ὡς ἀγαθοῖς καὶ θείοις τήν φύσιν ἀμφοτέροις.
したがって、どのような観点から捉え直すにしても、判定を下すことは困難である。 なぜなら、神意もまた両者に対して好意的であったと思われるからである。 一方に対してはなすべきことを成功させ、他方に対しては警戒すべきことを事前に知らせたのだから、両者が優れた、生まれながらに神聖な人物として、神々からの支持をも得ていることになるのである。