§1.1μεγέθει μὲν οὖν τῶν εἰς τοὺς Ἕλληνας εὐεργεσιῶν οὔτε Φιλοποίμενα Τίτῳ παραβάλλειν οὔτε πάνυ πολλοὺς τῶν Φιλοποίμενος ἀμεινόνων ἀνδρῶν ἄξιόν ἐστι.
ギリシア人に対する恩恵の大きさにおいては、フィロポイメンをティトゥスと比較することも、フィロポイメンより優れた人々であっても非常に多くの者をティトゥスと比較することも、全く値しない。
τοῖς μὲν γὰρ Ἕλλησι πρὸς Ἕλληνας οἱ πόλεμοι, τῷ δὲ οὐχ Ἕλληνι καὶ ὑπὲρ Ἑλλήνων·
なぜなら、前者の戦争はギリシア人に対するギリシア人のものであったが、非ギリシア人である後者の戦争はギリシア人のためのものでもあったからである。
καὶ ὅτε Φιλοποίμην ἀμηχανῶν τοῖς ἑαυτοῦ πολίταις ἀμύνειν πολεμουμένοις εἰς Κρήτην ἀπῆρε, τότε νικήσας Τίτος ἐν μέσῃ τῇ Ἑλλάδι Φίλιππον ἠλευθέρου καὶ τὰ ἔθνη καὶ πόλεις ἁπάσας.
そして、フィロポイメンが戦争を仕掛けられている自分の市民たちを救う手立てがなくクレタ島へと去ったその時に、ティトゥスはギリシアのただ中でフィリッポスを打ち破り、諸民族とすべての都市を自由の身にしていた。
§1.2εἰ δέ τις ἐξετάζοι τὰς μάχας ἑκατέρου, πλείους Ἕλληνας Φιλοποίμην Ἀχαιῶν στρατηγῶν ἢ Μακεδόνας Τίτος Ἕλλησι βοηθῶν ἀνεῖλε.
もし誰かが双方の戦いを吟味するならば、ティトゥスがギリシア人を救援してマケドニア人を打ち倒した数よりも、フィロポイメンがアカイア人を率いて同胞であるギリシア人を討ち取った数の方が多い。
τὰ τοίνυν ἁμαρτήματα τοῦ μὲν φιλοτιμίας, τοῦ δὲ φιλονεικίας γέγονε, καὶ πρὸς ὀργὴν ὁ μὲν εὐκίνητος, ὁ δὲ καὶ δυσπαραίτητος.
したがって、前者の過ちは名誉欲から、後者の過ちは闘争心から生じたものであり、怒りに対しては、前者は動きやすく、後者は宥めがたかった。
Τίτος μὲν γὰρ καὶ Φιλίππῳ τὸ ἀξίωμα τῆς βασιλείας ἐφύλαξε καὶ πρὸς Αἰτωλοὺς εὐγνωμόνησε, Φιλοποίμην δὲ τῆς πατρίδος διʼ ὀργὴν ἀφείλετο τὴν περιοικίδα συντέλειαν.
実際、ティトゥスはフィリッポスに対しても王としての威厳を守り、アイトリア人に対しても寛大であったが、フィロポイメンは怒りのために、祖国からその周辺の貢納地を奪い去った。
§1.3ἔτι δὲ ὁ μὲν τοῖς εὖ παθοῦσιν ἀεὶ βέβαιος, ὁ δὲ θυμῷ λῦσαι χάριν ἕτοιμος.
さらに、前者は恩恵を施した相手に対して常に誠実であったが、後者は怒りによって恩義を解消しがちであった。
Λακεδαιμονίων γὰρ εὐεργέτης πρότερον ὢν ὕστερον καὶ τὰ τείχη κατέσκαψε καὶ τὴν χώραν περιέκοψε καὶ τέλος αὐτὴν μετέβαλε καὶ διέφθειρε τὴν πολιτείαν.
なぜなら、彼はかつてラケダイモン人の恩人であったにもかかわらず、後にはその城壁を破壊し、領土を切り取り、最後にはその国制を変更して破滅させたからである。
ἐδόκει δὲ καὶ τὸν βίον ὀργῇ προέσθαι καὶ φιλονεικίᾳ, μὴ κατὰ καιρὸν, ἀλλʼ ὀξύτερον τοῦ δέοντος εἰς Μεσσήνην ἐπειχθείς, οὐχ ὥσπερ Τίτος πάντα λογισμῷ καὶ πρὸς ἀσφάλειαν στρατηγήσας.
また、彼は怒りと闘争心によってその命を投げ捨てたようにも見えた。 彼は時機を得ず、必要以上に焦ってメッセネへと急いだが、それは、すべてを熟慮と安全のもとで指揮したティトゥスとは異なるものであった。