§1.1μεγέθει μὲν οὖν τῶν εἰς τοὺς Ἕλληνας εὐεργεσιῶν οὔτε Φιλοποίμενα Τίτῳ παραβάλλειν οὔτε πάνυ πολλοὺς τῶν Φιλοποίμενος ἀμεινόνων ἀνδρῶν ἄξιόν ἐστι.
因此,就对希腊人所立恩惠的伟大程度而言,既不配将菲洛皮门与提图斯相比,也不配将极多比菲洛皮门更优秀的人与提图斯相比。
τοῖς μὲν γὰρ Ἕλλησι πρὸς Ἕλληνας οἱ πόλεμοι, τῷ δὲ οὐχ Ἕλληνι καὶ ὑπὲρ Ἑλλήνων· καὶ ὅτε Φιλοποίμην ἀμηχανῶν τοῖς ἑαυτοῦ πολίταις ἀμύνειν πολεμουμένοις εἰς Κρήτην ἀπῆρε, τότε νικήσας Τίτος ἐν μέσῃ τῇ Ἑλλάδι Φίλιππον ἠλευθέρου καὶ τὰ ἔθνη καὶ πόλεις ἁπάσας.
因为前者的战争是希腊人针对希腊人的,而作为非希腊人的后者,其战争也是为了希腊人;当菲洛皮门因无力保护遭受攻击的本国公民而前往克里特岛时,提图斯正在希腊腹地击败菲利普,解放了所有的民族和城市。
§1.2εἰ δέ τις ἐξετάζοι τὰς μάχας ἑκατέρου, πλείους Ἕλληνας Φιλοποίμην Ἀχαιῶν στρατηγῶν ἢ Μακεδόνας Τίτος Ἕλλησι βοηθῶν ἀνεῖλε.
如果有人审视两者的战斗,菲洛皮门在统帅阿开亚人时杀死的希腊人,要多于提图斯在援助希腊人时杀死的马其顿人。
τὰ τοίνυν ἁμαρτήματα τοῦ μὲν φιλοτιμίας, τοῦ δὲ φιλονεικίας γέγονε, καὶ πρὸς ὀργὴν ὁ μὲν εὐκίνητος, ὁ δὲ καὶ δυσπαραίτητος.
因此,前者的过失源于好名,后者的过失源于好胜;在面对愤怒时,前者易于冲动,后者则难以劝解。
Τίτος μὲν γὰρ καὶ Φιλίππῳ τὸ ἀξίωμα τῆς βασιλείας ἐφύλαξε καὶ πρὸς Αἰτωλοὺς εὐγνωμόνησε, Φιλοποίμην δὲ τῆς πατρίδος διʼ ὀργὴν ἀφείλετο τὴν περιοικίδα συντέλειαν.
因为提图斯甚至为菲利普保留了王位的尊严,并对埃托利亚人表现出宽容,而菲洛皮门则因愤怒夺走了自己祖国周边的附属领地。
§1.3ἔτι δὲ ὁ μὲν τοῖς εὖ παθοῦσιν ἀεὶ βέβαιος, ὁ δὲ θυμῷ λῦσαι χάριν ἕτοιμος.
此外,前者对受惠者始终忠实,后者则易因愤怒而取消恩义。
Λακεδαιμονίων γὰρ εὐεργέτης πρότερον ὢν ὕστερον καὶ τὰ τείχη κατέσκαψε καὶ τὴν χώραν περιέκοψε καὶ τέλος αὐτὴν μετέβαλε καὶ διέφθειρε τὴν πολιτείαν.
因为他先前曾是拉刻代蒙人的恩人,后来却拆毁了他们的城墙,削减了他们的领土,最终改变并摧毁了他们的政体。
ἐδόκει δὲ καὶ τὸν βίον ὀργῇ προέσθαι καὶ φιλονεικίᾳ, μὴ κατὰ καιρὸν, ἀλλʼ ὀξύτερον τοῦ δέοντος εἰς Μεσσήνην ἐπειχθείς, οὐχ ὥσπερ Τίτος πάντα λογισμῷ καὶ πρὸς ἀσφάλειαν στρατηγήσας.
而且他似乎也因愤怒和好胜而抛弃了生命,不合时宜且过于急躁地赶往美塞尼亚,而不像提图斯那样,一切军事行动都凭理智并以安全为考量。