§6.1ἥν τοίνυν πλείστοις ὁ Κάτων κεκόσμηκε καὶ καλλίστοις ἐπαίνοις ἀεὶ σωφροσύνην Ἀριστείδης μὲν ἄθικτον ὡς ἀληθῶς καὶ καθαρὰν ἐτήρησεν, αὐτοῦ δὲ τοῦ Κάτωνος ὁ παρʼ ἀξίαν ἅμα καὶ παρʼ ὥραν γάμος οὐ μικρὰν οὐδὲ φαύλην εἰς τοῦτο διαβολὴν κατεσκέδασε.
それゆえ、カトが常に極めて多くの、また最も美しい賛辞によって飾ってきた節制を、アリステイデスは真に傷なく清らかに保ったが、カト自身の、身分不相応でかつ年齢にもそぐわない結婚は、この点について彼に小さからぬ、また軽んじ得ぬ悪評を浴びせることになった。
πρεσβύτην γὰρ ἤδη τοσοῦτον ἐνηλίκῳ παιδὶ καὶ γυναικὶ νύμφῃ παιδὸς ἐπιγῆμαι κόρην ὑπηρέτου καὶ δημοσιεύοντος ἐπὶ μισθῷ πατρὸς οὐδαμοῦ καλόν, ἀλλʼ εἴτε πρὸς ἡδονὴν ταῦτʼ ἔπραξεν εἴτʼ ὀργῇ διὰ τὴν ἑταίραν ἀμυνόμενος τὸν υἱόν, αἰσχύνην ἔχει καὶ τὸ ἔργον καὶ ἡ πρόφασις.
なぜなら、すでにこれほどの高齢でありながら、成人した息子と息子の若い嫁がいる身で、雇われの公僕として働く父親を持つ娘を後妻に娶ることは、決して美しいことではないからである。 しかし、彼がこれを快楽のために行ったにせよ、あるいは愛人のことで息子に仕返しをしようと怒りに駆られて行ったにせよ、その行為自体もその言い訳も恥ずべきものである。
§6.2ᾧ δʼαὐτὸς ἐχρήσατο λόγῳ κατειρωνευόμενος τὸ μειράκιον, οὐκ ἦν ἀληθής, εἰ γὰρ ἐβούλετο παῖδας ἀγαθοὺς ὁμοίως τεκνῶσαι, γάμον ἔδει λαβεῖν γενναῖον ἐξ ἀρχῆς σκεψάμενον, οὐχ ἕως μὲν ἐλάνθανεν ἀνεγγύῳ γυναικὶ καὶ κοινῇ συγκοιμώμενος ἀγαπᾶν, ἐττει δὲ ἐφωράθη ποιήσασθαι πενθερὸν, δν ῥᾷστα πείσειν, οὐχ ᾧ κάλλιστα κηδεύσειν ἔμελλεν.
彼自身がその若者を皮肉って用いた言葉は、真実ではなかった。 なぜなら、もし他が同様に優れた子供をもうけたいと望んだのであれば、最初から熟慮して高貴な結婚をするべきだったのであり、人目を忍んで正式な婚約のない卑俗な女と同衾している間はそれに満足しておきながら、悪事が露見するや、最も立派に姻戚関係を結べる相手ではなく、最も容易に説得できる相手を義父に選ぶようなことをすべきではなかったからである。