§3.1τὴν τοίνυν τελευτὴν ἐπαινῶ μὲν οὐδετέρου τῶν ἀνδρῶν, ἀλλʼ ἀνιῶμαι καὶ ἀγανακτῶ τῷ παραλόγῳ τοῦ συμπτώματος·
それゆえ、私はこれら二人の人物のいずれの死をも称賛しないが、むしろその不慮の事故の理不尽さに心を痛め、憤りを感じている。
καὶ θαυμάζω μὲν ἐν μάχαις τοσαύταις ὅσαις ἀποκάμοι τις ἂν καταριθμῶν, μηδὲ τρωθέντα τὸν Ἀννίβαν, ἄγαμαι δὲ καὶ τὸν ἐν τῇ Παιδείᾳ Χρυσάνταν, ὃς διηρμένος κοπίδα καὶ παίειν μέλλων πολέμιον, ὡς ὑπεσήμηνεν ἡ σάλπιγξ ἀνακλητικόν, ἀφεὶς τὸν ἄνδρα μάλα πρᾴως καὶ κοσμίως ἀνεχώρησεν.
そして、数え上げればきりがないほどの多くの戦闘において、ハンニバルが傷一つ負わなかったことに驚嘆する一方で、『キロスの教育』に出てくるクリュサンタスをも称賛する。 彼は片手刀を振り上げ、敵を討とうとしていたまさにそのとき、喇叭が退却を合図すると、敵を逃がして非常に穏やかに、かつ規律正しく撤退したのである。
§3.2οὐ μὴν ἀλλὰ τὸν Πελοπίδαν ποιεῖ συγγνωστὸν ἅμα τῷ τῆς μάχης καιρῷ παραθερμον ὄντα καὶ πρὸς τὴν ἄμυναν οὐκ ἀγεννῶς ἐκφέρων ὁ θυμός·
もっとも、戦闘の好機に熱くなり、復讐のために気高く奮い立つ熱情が、ペロピダスを許されるものにしている。
ἄριστον μὲν γὰρ νικῶντα σῴζεσθαι τὸν στρατηγόν,
εἰ δὲ θανεῖν, εἰς ἀρετὴν καταλύσαντα βίον,
ὡς Εὐριπίδης φησίν.
将軍にとっては、勝利して自らも生き残るのが最善であり、「もし死ぬのであれば、徳において生を終えること」とエウリピデスが言うように。
οὕτω γὰρ οὐ πάθος, ἀλλὰ πρᾶξις γίνεται τοῦ τελευτῶντος ὁ θάνατος.
というのも、そのようにして死ぬ者の死は、受動的な苦痛ではなく、能動的な行為となるからである。
§3.3πρὸς δὲ τῷ θυμῷ τοῦ Πελοπίδου καὶ τὸ τέλος αὐτὸ τὸ τῆς νίκης ἐν τῷ πεσεῖν τὸν τύραννον ὁρώμενον οὐ παντάπασιν ἀλόγως ἐπεσπάσατο τὴν ὁρμήν·
ペロピダスの熱情に加えて、僭主が倒れる中に勝利の結末そのものが見えていたこともまた、彼の衝動を全く不合理とは言えない形で引き寄せた。
χαλεπὸν γὰρ ἑτέρας οὕτω καλὴν καὶ λαμπρὰν ἐχούσης ὑπόθεσιν ἀριστείας ἐπιλαβέσθαι.
なぜなら、これほど美しく輝かしい前提を持つ、武勇を立てるもう一つの機会を掴み取ることは困難だからである。
Μάρκελλος δὲ, μήτε χρείας μεγάλης ἐπικειμένης, μήτε τοῦ παρὰ τὰ δεινὰ πολλάκις ἐξιστάντος τὸν λογισμὸν ἐνθουσιασμοῦ παρεστῶτος, ὠσάμενος ἀπερισκέπτως εἰς κίνδυνον οὐ στρατηγοῦ πτῶμα, προδρόμου δέ τινος ἢ κατασκόπου πέπτωκεν,
しかしマルケルスは、重大な必要性が迫っているわけでもなく、危急の際にしばしば理性を狂わせる熱狂に襲われていたわけでもないのに、軽率にも危険の中に飛び込み、将軍の死に方ではなく、斥候か偵察兵のような死に方をしてしまった。
§3.4ὑπατείας πέντε καὶ τρεῖς θριάμβους καὶ σκῦλα καὶ τροπαιοφορίας ἀπὸ βασιλέων τοῖς προαποθνῄσκουσι Καρχηδονίων Ἴβηρσι καὶ Νομάσιν ὑποβαλών.
5度の執政官職、3度の凱旋式、そして王たちから奪った戦利品と戦勝記念碑の栄誉を、カルタゴ軍のために先に死んでいくイベリア兵やヌミディア兵たちの足元に投げ捨てるようにして。
ὥστε νεμεσῆσαι αὐτοὺς ἐκείνους ἑαυτοῖς τοῦ κατορθώματος, ἄνδρα Ῥωμαίων ἄριστον ἀρετῇ καὶ δυνάμει μέγιστον καὶ δόξῃ λαμπρότατον ἐν τοῖς Φρεγελλανῶν προδιερευνηταῖς παραναλῶσθαι.
その結果、彼ら自身でさえ、自分たちの成功に対して良心の呵責を感じるほどであった。 すなわち、徳において最も優れた、権力において最も偉大な、名声において最も輝かしいローマの男が、フレゲッラエ人の斥候たちに混じって無駄死にしてしまったことに。
§3.5χρὴ δὲ ταῦτα μὴ κατηγορίαν εἶναι τῶν ἀνδρῶν νομίζειν, ἀλλʼ ὡς ἀγανάκτησίν τινα καὶ παρρησίαν ὑπὲρ αὐτῶν ἐκείνων πρὸς αὐτοὺς καὶ τὴν ἀνδρείαν αὐτῶν, εἰς ἣν τὰς ἄλλας κατανάλωσαν ἀρετάς ἀφειδήσαντες τοῦ βίου καὶ τῆς ψυχῆς, ὥσπερ ἑαυτοῖς, οὐ ταῖς πατρίσι μᾶλλον καὶ φίλοις καὶ συμμάχοις, ἀπολλυμένων.
しかし、これらの言説を彼らに対する非難と見なすべきではなく、むしろ彼ら自身のため、彼ら自身と彼らの勇気に対する憤りと率直な苦言と解釈すべきである。 彼らは命と魂を惜しまなかったことで、その勇気のために他のあらゆる徳を犠牲にしてしまった。 あたかも彼らが死ぬとき、祖国や友人や同盟国のためではなく、自分たち自身のためだけに死んだかのようであった。
§3.6μετὰ δὲ τὸν θάνατον Πελοπίδας μὲν τοὺς συμμάχους ταφεῖς ἔσχεν, ὑπὲρ ὧν ἀπέθανε, Μάρκελλος δὲ τοὺς πολεμίους, ὑφʼ ὧν ἀπέθανε, ζηλωτὸν μὲν οὖν ἐκεῖνο καὶ μακάριον, κρεῖττον δὲ καὶ μεῖζον εὐνοίας χάριν ἀμειβομένης ἔχθρα λυποῦσαν ἀρετὴν θαυμάζουσα.
死後、ペロピダスは自分がそのために死んだ同盟者たちを葬り手とし、マルケルスは自分を殺した敵たちを葬り手とした。 前者は羨むべき、また幸いなことであるが、好意が感謝の報いとして応えることよりも、敵意が、自らを苦しめた徳に驚嘆することの方が、より優れており偉大である。
τὸ γὰρ καλὸν ἐνταῦθα τὴν τιμὴν ἔχει μόνον, ἐκεῖ δὲ τὸ λυσιτελὲς καὶ ἡ χρεία μᾶλλον ἀγαπᾶται τῆς ἀρετῆς.
なぜなら、後者においては気高さだけが名誉を受けるが、前者においては、徳そのものよりも、実利や必要性が愛されるからである。