§1.1ὅσα μὲν οὖν ἔδοξεν ἡμῖν ἀναγραφῆς ἄξια τῶν ἱστορημένων περὶ Μαρκέλλου καὶ Πελοπίδου, ταὐτά ἔστι.
さて、マルケルスとペロピダスに関して歴史に記録されたもののうち、私たちが書き留めるに値すると思ったものは、これらである。
τῶν δὲ κατὰ τὰς φύσεις καὶ τὰ ἤθη κοινοτήτων ὥσπερ ἐφαμίλλων οὐσῶν καὶ γὰρ ἀνδρεῖοι καὶ φιλόπονοι καὶ θυμοειδεῖς καὶ μεγαλόφρονες ἀμφότεροι γεγόνασιν, ἐκεῖνο δόξειεν ἂν διαφορὰν ἔχειν μόνον, ὅτι Μάρκελλος μὲν ἐν πολλαῖς πόλεσιν ὑποχειρίοις γενομέναις σφαγὰς ἐποίησεν, Ἐπαμεινώνδας δὲ καὶ Πελοπίδας οὐδένα πώποτε κρατήσαντες ἀπέκτειναν οὐδὲ πόλεις ἠνδραποδίσαντο.
彼らの天性と品性における共通点は、互いに競い合うかのように似ており――実際、二人とも勇敢で、勤勉で、情熱的で、気宇壮大であったが――ただ次の点だけが相違点として現れているように思われる。 すなわち、マルケルスは征服した多くの都市で虐殺を行ったのに対し、エパメイノンダスとペロピダスは勝利した際にも決して誰も殺さず、都市を奴隷化することもなかった、という点である。
λέγονται δὲ Θηβαῖοι μηδὲ Ὀρχομενίους ἂν οὕτω μεταχειρίσασθαι παρόντων ἐκείνων·
テーバイ人についても、もし彼らがそこにいれば、オルコメノス人にあのように過酷な処置を下すことはなかっただろうと言われている。
§1.2ἐν δὲ ταῖς πράξεσι θαυμαστὰ μὲν καὶ μεγάλα τοῦ Μαρκέλλου τὰ πρὸς Κελτούς, ὠσαμένου τοσοῦτον πλῆθος ἱππέων ὁμοῦ καὶ πεζῶν ὀλίγοις τοῖς περὶ αὐτὸν ἱππεῦσιν, ὃ ῥᾳδίως ὑφʼ ἑτέρου στρατηγοῦ γεγονὸς οὐχ ἱστόρηται, καὶ τὸν ἄρχοντα τῶν πολεμίων ἀνελόντος·
彼らの事績においては、マルケルスのケルト人に対する戦功は驚くべき偉大なものであり、彼は自身の周りのわずかな騎兵だけで、騎兵と歩兵からなる膨大な大群を撃退した。 これは他の将軍によって容易になし遂げられたとは記録されておらず、さらに彼は敵の首領を自ら討ち取ったのである。
ἐν ᾧ τρόπῳ Πελοπίδας ἔπταισεν ὁρμήσας ἐπὶ ταὐτά, προαναιρεθεὶς δὲ ὑπὸ τοῦ τυράννου καὶ παθὼν πρότερον ἢ δράσας.
これと同じことを目指して突進したペロピダスは、失敗に終わった。 彼は僭主によって先んじて殺害され、相手に打撃を与える前に自ら打撃を被ってしまったのである。
§1.3οὐ μὴν ἀλλὰ τούτοις μὲν ἔστι παραβαλεῖν τὰ Λεῦκτρα καὶ Τεγύρας, ἐπιφανεστάτους καὶ μεγίστους ἀγώνων, κρυφαίαν δὲ σὺν λόχῳ κατωρθωμένην πρᾶξιν οὐκ ἔχομεν τοῦ Μαρκέλλου παραβαλεῖν οἷς Πελοπίδας περὶ τὴν ἐκ φυγῆς κάθοδον καὶ ἀναίρεσιν τῶν ἐν Θήβαις τυράννων ἔπραξεν, ἀλλʼ ἐκεῖνο πολὺ πάντων ἔοικε πρωτεύειν τῶν ὑπὸ σκότῳ καὶ διʼ ἀπάτης γεγενημένων τὸ ἔργον.
とはいえ、これらに対しては、戦いの中で最も輝かしく偉大なレウクトラやテギュラの戦いを対比させることができる。 しかし、少数の部隊を率いて隠密裏に成功させた事績に関しては、ペロピダスが亡命からの帰還とテーバイの僭主たちの暗殺において成し遂げたことに匹敵するものを、私たちはマルケルスの事績の中に見出すことができない。 むしろ、あの偉業は、闇に紛れて欺瞞によって行われたあらゆる行為の中でも、群を抜いて第一位を占めているように思われる。
§1.4Ἀννίβας φοβερὸς μὲν καὶ δεινὸς ἐνέκειτο Ῥωμαίοις, ὥσπερ ἀμέλει Λακεδαιμόνιοι τότε Θηβαίοις, ἐνδοῦναι δὲ τούτους μὲν Πελοπίδᾳ καὶ περὶ Τεγύρας καὶ περὶ Λεῦκτρα βέβαιόν ἐστιν, Ἀννίβαν δὲ Μάρκελλος, ὡς μὲν οἱ περὶ Πολύβιον λέγουσιν, οὐδὲ ἅπαξ ἐνίκησεν, ἀλλʼ ἀήττητος ὁ ἁνὴρ δοκεῖ διαγενέσθαι μέχρι Σκηπίωνος·
ハンニバルは、当時のスパルタ人がテーバイ人に対してそうであったように、ローマ人に対して恐ろしく恐喝的な脅威として立ちはだかっていた。 しかし、スパルタ人がテギュラとレウクトラにおいてペロピダスに屈服したことは確実であるのに対し、マルケルスがハンニバルを破ったことについては、ポリュビオスとその一派が言うところによれば、一度も勝つことはなく、あの男はスキピオに至るまで無敗のまま過ごしたと思われる。
§1.5ἡμεῖς δὲ Λιβίῳ, Καίσαρι καὶ Νέπωτι καὶ τῶν Ἑλληνικῶν τῷ βασιλεῖ Ἰόβᾳ πιστεύομεν, ἥττας τινὰς καὶ τροπὰς ὑπὸ Μαρκέλλου τῶν σὺν Ἀννίβᾳ, γενέσθαι·
しかし、私たちはリウィウス、カエサル、ネポス、そしてギリシアの作家である国王ユバを信頼し、ハンニバル配下の軍勢がマルケルスによって幾度かの敗北と敗走を喫したと信じている。
μεγάλην δὲ αὗται ῥοπὴν οὐδεμίαν ἐποίησαν, ἀλλʼ ἔοικε ψευδόπτωμά τι γενέσθαι περὶ τὸν Λίβυν ἐν ταῖς συμπλοκαῖς ἐκείναις.
とはいえ、これらは大きな決定打をもたらすことはなく、それらの交戦におけるリビア人の敗北は、何か躓きのようなものにすぎなかったと思われる。
§1.6ὃ δὴ κατὰ λόγον καὶ προσηκόντως ἐθαυμάσθη, μετὰ τοσαύτας τροπὰς στρατοπέδων καὶ φόνους στρατηγῶν καὶ σύγχυσιν ὅλης ὁμοῦ τῆς Ῥωμαίων ἡγεμονίας εἰς ἀντίπαλα τῷ θαρρεῖν καθισταμένων·
これこそが、理にかない、またふさわしくも称賛された点である。 すなわち、あれほど多くの軍隊の敗走、将軍たちの戦死、そしてローマの支配力全体の混乱を経て、彼らが再び互角の闘志を取り戻すに至ったからである。
ὁ γὰρ ἐκ πολλοῦ τοῦ πάλαι περιδεοῦς καὶ καταπεπληγότος αὖθις ἐμβαλὼν τῷ στρατεύματι ζῆλον καὶ φιλονεικίαν πρὸς τοὺς πολεμίους, §1.7καὶ τοῦτο δὴ τὸ μὴ ῥᾳδίως τῆς νίκης ὑφιέμενον, ἀλλὰ καὶ ἀμφισβητοῦν τε καὶ φιλοτιμούμενον ἐπάρας καὶ θαρρύνας, εἷς ἀνὴρ ἦν, Μάρκελλος·
というのも、以前からの多大な恐怖と落胆を払拭し、軍隊に再び敵に対する情熱と闘争心を吹き込み、容易には勝利を譲らず、むしろ異議を唱えて勝利を競い合うその精神を奮い立たせ、鼓舞した一人の男、それがマルケルスであった。
εἰθισμένους γὰρ ὑπὸ τῶν συμφορῶν, εἰ φεύγοντες ἐκφύγοιεν Ἀννίβαν, ἀγαπᾶν, ἐδίδαξεν αἰσχύνεσθαι σῳζομένους μεθʼ ἥττης, αἰδεῖσθαι δὲ παρὰ μικρὸν ἐνδόντας, ἀλγεῖν δὲ μὴ κρατήσαντας.
彼は、災害によって、もし逃亡してハンニバルから逃れられればそれで満足するよう慣らされていた人々に対して、敗北を喫して生き延びることを恥とし、わずかであっても屈服することを恥じらい、そして勝利を得られないことを痛切に悔やむよう教え込んだのである。