§1.1οἱ μὲν οὖν βίοι τῶν ἀνδρῶν τοιαύτην ἔχουσιν ἱστορίαν.
したがって、これら二人の生涯はこのような歴史を持っている。
ἐπεὶ δὲ καὶ πολιτικῆς καὶ πολεμικῆς ἀρετῆς πολλὰ καὶ καλὰ παραδείγματα καταλελοίπασιν ἀμφότεροι, φέρε τῶν πολεμικῶν ἐκεῖνο πρῶτον λάβωμεν, ὅτι Περικλῆς μὲν ἄριστα πράττοντι τῷ δήμῳ καὶ μεγίστῳ καθʼ αὑτὸν ὄντι καὶ μάλιστα πρὸς δύναμιν ἀκμάζοντι χρώμενος ὑπὸ κοινῆς ἂν δόξειεν εὐτυχίας καὶ ῥώμης πραγμάτων ἀσφαλὴς διαγενέσθαι καὶ ἄπταιστος,
しかし、両者ともに政治的および軍事的な徳の多くの優れた手本を遺しているのであるから、さあ、まず軍事的な事柄から次の点を取り上げよう。 すなわち、ペリクレスは、最もうまくいっており、彼の時代において最大であり、国力において最も絶頂にある民衆を相手にしていたので、国家の共通の幸運と国力の強さのおかげで、安全に、そして躓くことなく生涯を終えたと思われるかもしれない。
§1.2αἱ δὲ Φαβίου πράξεις ἐν αἰσχίστοις καὶ δυσποτμοτάτοις καιροῖς ἀναδεξαμένου τὴν πόλιν, οὐκ ἐπʼ ἀγαθοῖς ἀσφαλῆ διετήρησαν, ἀλλʼ ἐκ κακῶν εἰς βελτίω μετέστησαν.
これに対して、最も不名誉で最も不運な時期に国家を引き受けたファビウスの事績は、すでに良好な状態にある国家を安全に保ったのではなく、むしろ悪い状態からより良い状態へと移行させたのである。
καὶ Περικλεῖ μὲν αἱ Κίμωνος εὐπραξίαι καὶ τὰ Μυρωνίδου καὶ τὰ Λεωκράτους τρόπαια καὶ πολλὰ καὶ μεγάλα Τολμίδης κατορθῶν ἐνεορτάσαι μᾶλλον καὶ ἐμπανηγυρίσαι στρατηγοῦντι τὴν πόλιν ἢ κτήσασθαι πολέμῳ καὶ φυλάξαι παρέδωκαν·
そしてペリクレスにとっては、キモンの成功や、ミュロニデスやレオクラテスの戦勝記念碑、そして多くの偉大な成功を収めたトルミデスが、彼が将軍として国を率いている間に、戦争によって自ら獲得し防衛するためというよりは、むしろ都市が祝祭を祝いお祭り騒ぎをするために、その都市を引き渡したのである。
§1.3Φάβιος δʼ ὁρῶν πολλὰς μὲν φυγὰς καὶ ἥττας, πολλοὺς δὲ θανάτους καὶ σφαγὰς αὐτοκρατόρων καὶ στρατηγῶν, λίμνας δὲ καὶ πεδία καὶ δρυμοὺς νεκρῶν στρατοπέδων πλήθοντας, αἵματι δὲ καὶ φόνῳ ποταμοὺς ἄχρι θαλάττης ῥέοντας, ἐν τῷ καθʼ ἑαυτὸν ὁρμωμένῳ καὶ βεβηκότι τὴν πόλιν ἀντιλαμβανόμενος καὶ ὑπερείδων, οὐκ εἴασε τοῖς ἐκείνων ὑποφερομένην πταίσμασι τελέως ἐκχυθῆναι.
一方、ファビウスは、多くの敗走と敗北、全権を有する将軍たちの多くの死と虐殺を目にし、また湖や平野や森林が息絶えた軍勢で満ちており、川が血と殺戮によって海まで流れているのを見て、彼自身がしっかりと踏みとどまり立ち上がっている中で国家を支え支柱となり、国家が他者たちの失敗によって流され、完全に崩壊してしまうのを許さなかった。
§1.4καίτοι δόξειεν ἂν οὐχ οὕτω χαλεπὸν εἶναι πόλιν ἐν συμφοραῖς μεταχειρίσασθαι ταπεινὴν καὶ τοῦ φρονοῦντος ὑπʼ ἀνάγκης κατήκοον γενομένην, ὡς διʼ εὐτυχίαν ἐπηρμένῳ καὶ σπαργῶντι τῷ δήμῳ χαλινὸν ἐμβαλεῖν ὕβρεως καὶ θρασύτητος·
もっとも、災難の中で卑屈になり、必要に迫られて知恵ある者に従順になっている都市を扱うことは、幸運のために高慢になり血気盛んになっている民衆に、傲慢と不遜の轡をはめることほど困難ではないと思われるかもしれない。
ᾧ δὴ μάλιστα φαίνεται τρόπῳ Περικλῆς Ἀθηναίων περιγενόμενος.
そして、まさにこの方法によって、ペリクレスはアテナイ人たちを制御したように見える。
ἀλλὰ τῶν Ῥωμαίοις συμπεσόντων τότε κακῶν τὸ μέγεθος καὶ τὸ πλῆθος ἰσχυρόν τινα τὴν γνώμην καὶ μέγαν ἔδειξεν ἄνδρα τὸν μὴ συγχυθέντα μηδὲ προέμενον τοὺς αὑτοῦ λογισμούς.
しかし、当時ローマ人たちに降りかかった災いの大きさと多さは、動揺せず、自らの理性的判断を放棄しなかった者が、いかに意志の強い、偉大な人物であるかを示したのである。